Aristoteles_cps99, Topica, 6, 63HOME > '������������������������' in 'Aristoteles, Topica, 6, 63'
Aristoteles, Topica, 6, CAPUT 12 <<<     >>> CAPUT 14hide dictionary links

(385) CAPUT 13

Σκοπεῖν δὲ καὶ εἴ τινος ὁρισμὸν ἀποδιδοὺς τάδε τὸ ἐκ
τούτων
τόδε μετὰ τοῦδε ὡρίσατο. Εἰ μὲν γὰρ τάδε,
συμβήσεται
ἀμφοῖν καὶ μηδετέρῳ ὑπάρχειν, οἷον εἰ τὴν δικαιοσύνην
σωφροσύνην
καὶ ἀνδρίαν ὡρίσατο· δύο γὰρ ὄντων
ἐὰν
ἑκάτερος θάτερον ἔχῃ, ἀμφότεροι δίκαιοι ἔσονται καὶ
οὐδέτερος,
ἐπειδὴ ἀμφότεροι μὲν ἔχουσι δικαιοσύνην, ἑκάτερος
δ᾿
οὐκ ἔχει. Εἰ δὲ μήπω τὸ εἰρημένον σφόδρα ἄτοπον
διὰ
τὸ καὶ ἐπ᾿ ἄλλων συμβαίνειν τὸ τοιοῦτον (οὐδὲν γὰρ κωλύει
ἀμφοτέρους
ἔχειν μνᾶν μηδετέρου ἔχοντος), ἀλλ᾿ οὖν τό
γε
τἀναντία ὑπάρχειν αὐτοῖς παντελῶς ἄτοπον ἂν δόξειεν
εἶναι.
Συμβήσεται δὲ τοῦτο, ἐὰν μὲν αὐτῶν σωφροσύνην
καὶ
δειλίαν ἔχῃ, δὲ ἀνδρίαν καὶ ἀκολασίαν· ἄμφω γὰρ
δικαιοσύνην
καὶ ἀδικίαν ἕξουσιν. Εἰ γὰρ δικαιοσύνη σωφροσύνη
καὶ
ἀνδρία ἐστίν, ἀδικία δειλία καὶ ἀκολασία
ἔσται.
Ὅλως τε ὅσα ἔστιν ἐπιχειρεῖν ὅτι οὐ ταὐτόν ἐστι
τὰ
μέρη καὶ τὸ ὅλον, πάντα χρήσιμα πρὸς τὸ νῦν εἰρημένον·
ἔοικε
γὰρ οὕτως ὁριζόμενος τὰ μέρη τῷ ὅλῳ ταὐτὰ φάσκειν
εἶναι.
Μάλιστα δ᾿ οἰκεῖοι γίνονται οἱ λόγοι, ἐφ᾿ ὅσων κατάδηλός (386) ἐστιν τῶν μερῶν σύνθεσις, καθάπερ ἐπ᾿ οἰκίας καὶ
τῶν
ἄλλων τῶν τοιούτων· δῆλον γὰρ ὅτι τῶν μερῶν ὄντων
οὐδὲν
κωλύει τὸ ὅλον μὴ εἶναι, ὥστ᾿ οὐ ταὐτὸν τὰ μέρη τῷ
ὅλῳ.

Εἰ δὲ μὴ ταῦτα ἀλλὰ τὸ ἐκ τούτων ἔφησεν εἶναι τὸ
ὁριζόμενον,
πρῶτον μὲν ἐπισκοπεῖν εἰ μὴ πέφυκεν ἓν γίνεσθαι
εκ
τῶν εἰρημένων· ἔνια γὰρ οὕτως ἔχει πρὸς ἄλληλα
ὥστε
μηδὲν ἐξ αὐτῶν γίνεσθαι, οἷον γραμμὴ καὶ ἀριθμός.
Ἔτι
εἰ τὸ μὲν ὡρισμένον ἐν ἑνί τινι πέφυκε τῷ πρώτῳ γίνεσθαι,
ἐξ
ὧν δ᾿ ἔφησεν αὐτὸ εἶναι, μὴ ἐν ἑνὶ τῷ πρώτῳ, ἀλλ᾿
ἑκάτερον
ἐν ἑκατέρῳ· δῆλον γὰρ ὅτι οὐκ ἂν εἴη ἐκ τούτων
ἐκεῖνο·
ἐν οἷς γὰρ τὰ μέρη, καὶ τὸ ὅλον ἀνάγκη ὑπάρχειν,
ὥστ᾿
οὐκ ἐν ἑνὶ τὸ ὅλον πρώτῳ, ἀλλ᾿ ἐν πλείοσιν. Εἰ δὲ
καὶ
τὰ μέρη καὶ τὸ ὅλον ἐν ἑνί τινι πρώτῳ, σκοπεῖν εἰ μὴ
ἐν
τῷ αὐτῷ ἀλλ᾿ ἐν ἑτέρῳ τὸ ὅλον καὶ ἐν ἑτέρῳ τὰ μέρη.
Πάλιν
εἰ τῷ ὅλῳ συμφθείρεται τὰ μέρη· ἀνάπαλιν γὰρ δεῖ
συμβαίνειν,
τῶν μερῶν φθαρέντων φθείρεσθαι τὸ ὅλον· τοῦ
δ᾿
ὅλου φθαρέντος οὐκ ἀναγκαῖον καὶ τὰ μέρη ἐφθάρθαι.
εἰ τὸ μὲν ὅλον ἀγαθὸν κακόν, τὰ δὲ μηδέτερα, ἀνάπαλιν
τὰ
μὲν ἀγαθὰ κακά, τὸ δ᾿ ὅλον μηδέτερον· οὔτε γὰρ
ἐκ
μηδετέρου δυνατὸν ἀγαθόν τι κακὸν γενέσθαι, οὔτ᾿
ἐκ
κακῶν ἀγαθῶν μηδέτερον. εἰ μᾶλλον μὲν θάτερον
ἀγαθὸν
θάτερον κακόν, τὸ δ᾿ ἐκ τούτων μὴ μᾶλλον ἀγαθὸν
κακόν, οἷον εἰ ἀναίδεια ἐξ ἀνδρίας καὶ ψευδοῦς δόξης.
Μᾶλλον
γὰρ ἀγαθὸν ἀνδρία κακὸν ψευδὴς δόξα· ἔδει
οὖν
καὶ τὸ ἐκ τούτων ἀκολουθεῖν τῷ μᾶλλον, καὶ εἶναι
ἁπλῶς
ἀγαθὸν μᾶλλον ἀγαθὸν κακόν. τοῦτο μὲν
οὐκ
ἀναγκαῖον, ἐὰν μὴ ἑκάτερον καθ᾿ αὑτὸ ἀγαθὸν κακόν·
πολλὰ
γὰρ τῶν ποιητικῶν καθ᾿ αὑτὰ μὲν οὐκ ἔστιν ἀγαθά,
μιχθέντα
δέ, ἀνάπαλιν, ἑκάτερον μὲν ἀγαθόν, μιχθέντα (387) δὲ κακὸν οὐδέτερον. Μάλιστα δὲ καταφανὲς τὸ νῦν ῥηθὲν
ἐπὶ
τῶν ὑγιεινῶν καὶ νοσωδῶν· ἔνια γὰρ τῶν φαρμάκων
οὕτως
ἔχει ὥσθ᾿ ἑκάτερον μὲν εἶναι ἀγαθόν, ἐὰν δ᾿ ἄμφω
δοθῇ
μιχθέντα, κακόν.

Πάλιν εἰ ἐκ βελτίονος καὶ χείρονος ὂν μή ἐστι τὸ ὅλον
τοῦ
μὲν βελτίονος χεῖρον, τοῦ δὲ χείρονος βέλτιον.
οὐδὲ
τοῦτ᾿ ἀναγκαῖον, ἐὰν μὴ καθ᾿ αὑτὰ τὰ ἐξ ὧν σύγκειται
ἀγαθά,
ἀλλ᾿ οὐδὲν κωλύει τὸ ὅλον μὴ γίνεσθαι ἀγαθόν,
καθάπερ
ἐπὶ τῶν ἀρτίως ῥηθέντων.

Ἔτι εἰ συνώνυμον τὸ ὅλον θατέρῳ· οὐ δεῖ γάρ, καθάπερ
οὐδ᾿
ἐπὶ τῶν συλλαβῶν· οὐδενὶ γὰρ τῶν στοιχείων ἐξ ὧν
σύγκειται
συλλαβὴ συνώνυμός ἐστιν.

Ἔτι εἰ μὴ εἴρηκε τὸν τρόπον τῆς συνθέσεως. Οὐ γὰρ
αὔταρκες
πρὸς τὸ γνωρίσαι τὸ εἰπεῖν ἐκ τούτων· οὐ γὰρ τὸ
ἐκ
τούτων, ἀλλὰ τὸ οὕτως ἐκ τούτων ἑκάστου τῶν συνθέτων
οὐσία, καθάπερ ἐπ᾿ οἰκίας· οὐ γὰρ ἂν ὁπωσοῦν συντεθῇ
ταῦτα,
οἰκία ἐστίν.

Εἰ δὲ τόδε μετὰ τοῦδε ἀποδέδωκε, πρῶτον μὲν ῥητέον ὅτι
τόδε
μετὰ τοῦδε τοῖσδε ταὐτὸν τῷ ἐκ τῶνδε· γὰρ
λέγων
μέλι μεθ᾿ ὕδατος ἤτοι μέλι καὶ ὕδωρ λέγει τὸ ἐκ
μέλιτος
καὶ ὕδατος, ὥστ᾿ ἐὰν ὁποτερῳοῦν τῶν εἰρημένων
ταὐτὸν
ὁμολογήσῃ εἶναι τὸ τόδε μετὰ τοῦδε, ταὐτὰ ἁρμόσει
λέγειν
ἅπερ πρὸς ἑκάτερον τούτων ἔμπροσθεν εἴρηται.
Ἔτι
διελόμενον ὁσαχῶς λέγεται ἕτερον μεθ᾿ ἑτέρου, σκοπεῖν
εἰ
μηδαμῶς τόδε μετὰ τοῦδε. Οἷον εἰ λέγεται ἕτερον
μεθ᾿
ἑτέρου ὡς ἔν τινι ταὐτῷ δεκτικῷ, καθάπερ δικαιοσύνη
καὶ
ἀνδρία ἐν ψυχῇ, ἐν τόπῳ τῷ αὐτῷ ἐν χρόνῳ τῷ
αὐτῷ,
μηδαμῶς δ᾿ ἀληθὲς τὸ εἰρημένον ἐπὶ τούτων, δῆλον
ὅτι
οὐδενὸς ἂν εἴη ἀποδοθεὶς ὁρισμός, ἐπειδὴ οὐδαμῶς τόδε (388) μετὰ τοῦδέ ἐστιν. Εἰ δὲ τῶν διαιρεθέντων ἀληθὲς τὸ ἐν
ταὐτῷ
χρόνῳ ἑκάτερον ὑπάρχειν, σκοπεῖν εἰ ἐνδέχεται μὴ
πρὸς
ταὐτὸν λέγεσθαι ἑκάτερον. Οἷον εἰ τὴν ἀνδρίαν ὡρίσατο
τόλμαν
μετὰ διανοίας ὀρθῆς· ἐνδέχεται γὰρ τόλμαν
μὲν
ἔχειν τοῦ ἀποστερεῖν, ὀρθὴν δὲ διάνοιαν περὶ τὰ ὑγιεινά·
ἀλλ᾿
οὐδέπω ἀνδρεῖος ἐν τῷ αὐτῷ χρόνῳ τόδε μετὰ τοῦδε
ἔχων.
Ἔτι εἰ καὶ πρὸς ταὐτὸν ἄμφω λέγεται, οἷον πρὸς
τὰ
ἰατρικά· οὐδὲν γὰρ κωλύει καὶ τόλμαν καὶ ὀρθὴν διάνοιαν
ἔχειν
πρὸς τὰ ἰατρικά· ἀλλ᾿ ὅμως οὐδ᾿ οὗτος ἀνδρεῖος τόδε
μετὰ
τοῦδε ἔχων. Οὔτε γὰρ πρὸς ἕτερον αὐτῶν ἑκάτερον
δεῖ
λέγεσθαι οὔτε πρὸς ταὐτὸν τὸ τυχόν, ἀλλὰ πρὸς τὸ τῆς
ἀνδρίας
τέλος, οἷον πρὸς τοὺς πολεμικοὺς κινδύνους εἴ τι
μᾶλλον
τούτου τέλος.

Ἔνια δὲ τῶν οὕτως ἀποδιδομένων οὐδαμῶς ὑπὸ τὴν εἰρημένην
πίπτει
διαίρεσιν, οἷον εἰ ὀργὴ λύπη μεθ᾿ ὑπολήψεως
τοῦ
ὀλιγωρεῖσθαι. Ὅτι γὰρ διὰ τὴν ὑπόληψιν τὴν
τοιαύτην
λύπη γίνεται, τοῦτο βούλεται δηλοῦν· τὸ δὲ διὰ
τόδε
γίνεσθαί τι οὐκ ἔστι ταὐτὸν τῷ μετὰ τούτου τόδ᾿
εἶναι
κατ᾿ οὐδένα τῶν εἰρημένων τρόπων.


HOME > '������������������������' in 'Aristoteles, Topica, 6, 63'
Aristoteles, Topica, 6, CAPUT 12 <<<     >>> CAPUT 14
912w 4.0416181087494 s