Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 20, 29HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 20, 29'
Biblia, Biblia graeca iuxta LXX interpretes, 20, 28 <<<     >>> 30hide dictionary links

Caput 29

[1] Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ [2] Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με θεὸς ἐφύλαξεν; [3] ὡς ὅτε ηὔγει λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει· [4] ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, ὅτε θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· [5] ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες· [6] ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι· [7] ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου δίφρος. [8] ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν· [9] ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. [10] οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη· [11] ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν. [12] διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ, οὐκ ἦν βοηθός, ἐβοήθησα· [13] εὐλογία ἀπολλυμένου ἐπ’ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησεν. [14] δικαιοσύνην δὲ ἐνεδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι. [15] ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. [16] ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα· [17] συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. [18] εἶπα δέ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω· [19]  ῥίζα μου διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου· [20]  δόξα μου καινὴ μετ’ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται. [21] ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ· [22] ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο, ὁπόταν αὐτοῖς ἐλάλουν· [23] ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. [24] ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν· [25] ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν.


HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 20, 29'
282w 1.3422939777374 s