Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 20, 37HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 20, 37'
Biblia, Biblia graeca iuxta LXX interpretes, 20, 36 <<<     >>> 38hide dictionary links

Caput 37

[1] καὶ ταύτης ἐταράχθη καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς. [2] ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται. [3] ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς. [4] ὀπίσω αὐτοῦ βοήσεται φωνή, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ, καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. [5] βροντήσει ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια· ἐποίησεν γὰρ μεγάλα, οὐκ ᾔδειμεν, [6] συντάσσων χιόνι Γίνου ἐπὶ τῆς γῆς· καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ. [7] ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. [8] εἰσῆλθεν δὲ θηρία ὑπὸ σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης. [9] ἐκ ταμιείων ἐπέρχονται δῖναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος. [10] καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος, οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται· [11] καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη, διασκορπιεῖ νέφος φῶς αὐτοῦ. [12] καὶ αὐτὸς κυκλώματα διαστρέψει ἐν θεεβουλαθω εἰς ἔργα αὐτῶν· πάντα, ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ’ αὐτοῦ ἐπὶ τῆς γῆς, [13] ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν. [14] ἐνωτίζου ταῦτα, Ιωβ· στῆθι νουθετοῦ δύναμιν κυρίου. [15] οἴδαμεν ὅτι θεὸς ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους. [16] ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν. [17] σοῦ δὲ στολὴ θερμή· ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς. [18] στερεώσεις μετ’ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως. [19] διὰ τί; δίδαξόν με τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμεθα πολλὰ λέγοντες. [20] μὴ βίβλος γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω; [21] πᾶσιν δ’ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, ὥσπερ τὸ παρ’ αὐτοῦ ἐπὶ νεφῶν. [22] ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη δόξα καὶ τιμὴ παντοκράτορος. [23] καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ· τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν; [24] διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ.


290w 9.0473120212555 s