Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 21, 56HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 56'
Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 55 <<<     >>> 57hide dictionary links

Caput 56

[1] Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον. [2] Ἐλέησόν με, θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἀνομία. [3] κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον, τὸν θεὸν τὸν εὐεργετήσαντά με. [4] ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. διάψαλμα. ἐξαπέστειλεν θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ [5] καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. [6] ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου. [7] παγίδα ἡτοίμασαν τοῖς ποσίν μου καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν. διάψαλμα. [8] ἑτοίμη καρδία μου, θεός, ἑτοίμη καρδία μου, ᾄσομαι καὶ ψαλῶ. [9] ἐξεγέρθητι, δόξα μου· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. [10] ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν, [11] ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἀλήθειά σου. [12] ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου.


199w 1.2243309020996 s