Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 21, 61HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 61'
Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 60 <<<     >>> 62hide dictionary links

Caput 61

[1] Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· ψαλμὸς τῷ Δαυιδ. [2] Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου· [3] καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. [4] ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ. [5] πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν ψεύδει, τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα. [6] πλὴν τῷ θεῷ ὑποτάγηθι, ψυχή μου, ὅτι παρ’ αὐτοῦ ὑπομονή μου· [7] ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω. [8] ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ δόξα μου· θεὸς τῆς βοηθείας μου, καὶ ἐλπίς μου ἐπὶ τῷ θεῷ. [9] ἐλπίσατε ἐπ’ αὐτόν, πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· θεὸς βοηθὸς ἡμῶν. διάψαλμα. [10] πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό. [11] μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. [12] ἅπαξ ἐλάλησεν θεός, δύο ταῦτα ἤκουσα, [13] ὅτι τὸ κράτος τοῦ θεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.


194w 1.9333682060242 s