Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 21, 103HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 103'
Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 102 <<<     >>> 104hide dictionary links

Caput 103

[1] Τῷ Δαυιδ. Εὐλόγει, ψυχή μου, τὸν κύριον. κύριε θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω [2] ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· [3]  στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ, τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· [4]  ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. [5] ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. [6] ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα· [7] ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. [8] ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτοῖς· [9] ὅριον ἔθου, οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν. [10]  ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα· [11] ποτιοῦσιν πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν· [12] ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσιν φωνήν. [13] ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται γῆ. [14] ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· [15] καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. [16] χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσεν· [17] ἐκεῖ στρουθία ἐννοσσεύσουσιν, τοῦ ἐρωδιοῦ οἰκία ἡγεῖται αὐτῶν. [18] ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις. [19] ἐποίησεν σελήνην εἰς καιρούς, ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. [20] ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, [21] σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς. [22] ἀνέτειλεν ἥλιος, καὶ συνήχθησαν καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται· [23] ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. [24] ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη γῆ τῆς κτήσεώς σου. [25] αὕτη θάλασσα μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων· [26] ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. [27] πάντα πρὸς σὲ προσδοκῶσιν δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. [28] δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος. [29] ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. [30] ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. [31] ἤτω δόξα κυρίου εἰς τὸν αἰῶνα, εὐφρανθήσεται κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ· [32]  ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. [33] ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω· [34] ἡδυνθείη αὐτῷ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ. [35] ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ψυχή μου, τὸν κύριον.


HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 103'
441w 4.2985489368439 s