Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 21, 107HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 107'
Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 106 <<<     >>> 108hide dictionary links

Caput 107

[1] Ὠιδὴ ψαλμοῦ τῷ Δαυιδ. [2] Ἑτοίμη καρδία μου, θεός, ἑτοίμη καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. [3] ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. [4] ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, καὶ ψαλῶ σοι ἐν ἔθνεσιν, [5] ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἀλήθειά σου. [6] ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου. [7] ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. [8]  θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ὑψωθήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω· [9] ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση, καὶ Εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου, Ιουδας βασιλεύς μου· [10] Μωαβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. [11] τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας; [12] οὐχὶ σύ, θεός, ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. [13] δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρία ἀνθρώπου. [14] ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.


176w 1.3376219272614 s