Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 21, 111HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 111'
Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 110 <<<     >>> 112hide dictionary links

Caput 111

[1] Αλληλουια. Μακάριος ἀνὴρ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· [2] δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθείων εὐλογηθήσεται· [3] δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. [4] ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. [5] χρηστὸς ἀνὴρ οἰκτίρων καὶ κιχρῶν, οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει· [6] ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται, εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. [7] ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον. [8] ἐστήρικται καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ [9] ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. [10] ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.


134w 2.7192749977112 s