Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 21, 112HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 112'
Biblia, Biblia graeca iuxta LXX interpretes, 21, 111 <<<     >>> 113hide dictionary links

Caput 112

[1] Αλληλουια. Αἰνεῖτε, παῖδες, κύριον, αἰνεῖτε τὸ ὄνομα κυρίου· [2] εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· [3] ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου. [4] ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη κύριος, ἐπὶ τοὺς οὐρανοὺς δόξα αὐτοῦ. [5] τίς ὡς κύριος θεὸς ἡμῶν ἐν ὑψηλοῖς κατοικῶν [6] καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ; [7]  ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα [8] τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· [9]  κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην.


91w 2.4375839233398 s