Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 26, 35HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 26, 35'
Biblia, Biblia graeca iuxta LXX interpretes, 26, 34 <<<     >>> 36hide dictionary links

Caput 35

[1]  συντηρῶν νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου προσέχων ἐντολαῖς. [2] ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν, καὶ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως. [3] εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. [4] μὴ ὀφθῇς ἐν προσώπῳ κυρίου κενός· πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. [5] προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, καὶ εὐωδία αὐτῆς ἔναντι ὑψίστου. [6] θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. [7] ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου. [8] ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην. [9] δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ’ εὕρεμα χειρός· [10] ὅτι κύριος ἀνταποδιδούς ἐστιν καὶ ἑπταπλάσια ἀνταποδώσει σοι. [11] Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται, καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ· [12] ὅτι κύριος κριτής ἐστιν, καὶ οὐκ ἔστιν παρ’ αὐτῷ δόξα προσώπου. [13] οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται· [14] οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν· [15] οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά; [16] θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει· [17] προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ· [18] καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὕψιστος καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν. [19] καὶ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσῃ ἐπ’ αὐτοῖς, [20] ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν, [21] ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει, [22] ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν, [23] ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ. [24] ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.


266w 4.5929300785065 s