Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 27, 12HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 27, 12'
Biblia, Biblia graeca iuxta LXX interpretes, 27, 11 <<<     >>> 13hide dictionary links

Caput 12

[1] Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. [2] ἰδοὺ θεός μου σωτήρ μου κύριος, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι, διότι δόξα μου καὶ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. [3] καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. [4] καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. [5] ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. [6] ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιων, ὅτι ὑψώθη ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς.


116w 2.1977210044861 s