Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 51, 14HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 51, 14'
Biblia, Biblia graeca iuxta LXX interpretes, 51, 13 <<<    hide dictionary links

Caput 14

[1] Ὕμνος ἑωθινός. [1] Δόξα ἐν ὑψίστοις θεῷ [2] καὶ ἐπὶ γῆς εἰρήνη, [3] ἐν ἀνθρώποις εὐδοκία. [4] αἰνοῦμέν σε, [5] εὐλογοῦμέν σε, [6] προσκυνοῦμέν σε, [7] δοξολογοῦμέν σε, [8] εὐχαριστοῦμέν σοι [9] διὰ τὴν μεγάλην σου δόξαν, [10] κύριε βασιλεῦ, [11] ἐπουράνιε, [12] θεὲ πατὴρ παντοκράτωρ, [13] κύριε υἱὲ μονογενὴ [14] Ἰησοῦ Χριστὲ [15] καὶ ἅγιον πνεῦμα. [16] κύριε θεός, [17]  ἀμνὸς τοῦ θεοῦ, [18]  υἱὸς τοῦ πατρός, [19]  αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, [20] ἐλέησον ἡμᾶς· [21]  αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, [22] πρόσδεξαι τὴν δέησιν ἡμῶν· [23]  καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, [24] ἐλέησον ἡμᾶς. [25] ὅτι σὺ εἶ μόνος ἅγιος, [26] σὺ εἶ μόνος κύριος, [27] Ἰησοῦς Χριστός, [28] εἰς δόξαν θεοῦ πατρός. αμην. [29] καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε [30] καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα [31] καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. [32] καταξίωσον, κύριε, καὶ τὴν ἡμέραν ταύτην [33] ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. [34] εὐλογητὸς εἶ, κύριε θεὸς τῶν πατέρων ἡμῶν, [35] καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶ νας. αμην. [36] εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου· [37] εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου· [38] εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου. [39] κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. [40] ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, [41] ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. [42] κύριε, πρὸς σὲ κατέφυγα· [43] δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ θεός μου· [44] ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, [45] ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· [46] παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε.


HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 51, 14'
223w 2.1628909111023 s