Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 52, 1HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 52, 1'
>>> Biblia, Biblia graeca iuxta LXX interpretes, 52, 2hide dictionary links

Caput 1

[1] Ἐβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος, πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς· [2] ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου· [εἶπα] Ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης. [3] ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις. [4]  πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν καὶ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς. [5] ὑψώθησαν ἕως τῶν ἄστρων, εἶπαν Οὐ μὴ πέσωσιν· [6] καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν καὶ οὐκ ἤνεγκαν. [7] αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις, καὶ ἐγὼ οὐκ ᾔδειν· [8] αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη, ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει.


101w 1.1433210372925 s