Biblia_cps0, Biblia graeca iuxta LXX interpretes, 52, 5HOME > '������������������������' in 'Biblia, Biblia graeca iuxta LXX interpretes, 52, 5'
Biblia, Biblia graeca iuxta LXX interpretes, 52, 4 <<<     >>> 6hide dictionary links

Caput 5

[1] Ψαλμὸς τῷ Σαλωμων. [1] Κύριε θεός, αἰνέσω τῷ ὀνόματί σου ἐν ἀγαλλιάσει, ἐν μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια· [2] ὅτι σὺ χρηστὸς καὶ ἐλεήμων, καταφυγὴ τοῦ πτωχοῦ· ἐν τῷ κεκραγέναι με πρὸς σὲ μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ. [3] οὐ γὰρ λήψεταί [τις] σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ· καὶ τίς λήψεται ἀπὸ πάντων, ὧν ἐποίησας, ἐὰν μὴ σὺ δῷς; [4] ὅτι ἄνθρωπος καὶ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ· οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου, θεός. [5] Ἐν τῷ θλίβεσθαι ἡμᾶς ἐπικαλεσόμεθά σε εἰς βοήθειαν, καὶ σὺ οὐκ ἀποστρέψῃ τὴν δέησιν ἡμῶν, ὅτι σὺ θεὸς ἡμῶν εἶ. [6] μὴ βαρύνῃς τὴν χεῖρά σου ἐφ’ ἡμᾶς, ἵνα μὴ δι’ ἀνάγκην ἁμάρτωμεν. [7] καὶ ἐὰν μὴ ἐπιστρέψῃς ἡμᾶς, οὐκ ἀφεξόμεθα, ἀλλ’ ἐπὶ σὲ ἥξομεν. [8] ἐὰν γὰρ πεινάσω, πρὸς σὲ κεκράξομαι, θεός, καὶ σὺ δώσεις μοι. [9] Τὰ πετεινὰ καὶ τοὺς ἰχθύας σὺ τρέφεις ἐν τῷ διδόναι σε ὑετὸν ἐρήμοις εἰς ἀνατολὴν χλόης· [10] ἡτοίμασας χορτάσματα ἐν ἐρήμῳ παντὶ ζῶντι, καὶ ἐὰν πεινάσωσιν, πρὸς σὲ ἀροῦσιν πρόσωπον αὐτῶν. [11] τοὺς βασιλεῖς καὶ ἄρχοντας καὶ λαοὺς σὺ τρέφεις, θεός, καὶ πτωχοῦ καὶ πένητος ἐλπὶς τίς ἐστιν εἰ μὴ σύ, κύριε; [12] καὶ σὺ ἐπακούσῃ· ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλ’ σὺ εὐφρᾶναι ψυχὴν ταπεινοῦ ἐν τῷ ἀνοῖξαι χεῖρά σου ἐν ἐλέει; [13]  χρηστότης ἀνθρώπου ἐν φειδοῖ καὶ αὔριον, καὶ ἐὰν δευτερώσῃ ἄνευ γογγυσμοῦ, καὶ τοῦτο θαυμάσειας. [14] τὸ δὲ δόμα σου πολὺ μετὰ χρηστότητος καὶ πλούσιον, καὶ οὗ ἐστιν ἐλπὶς ἐπὶ σέ, οὐ φείσεται ἐν δόματι. [15] ἐπὶ πᾶσαν τὴν γῆν τὸ ἔλεός σου, κύριε, ἐν χρηστότητι. [16] Μακάριος οὗ μνημονεύει θεὸς ἐν συμμετρίᾳ αὐταρκείας· ἐὰν ὑπερπλεονάσῃ ἄνθρωπος, ἐξαμαρτάνει. [17] ἱκανὸν τὸ μέτριον ἐν δικαιοσύνῃ, καὶ ἐν τούτῳ εὐλογία κυρίου εἰς πλησμονὴν ἐν δικαιοσύνῃ. [18] εὐφρανθείησαν οἱ φοβούμενοι κύριον ἐν ἀγαθοῖς, καὶ χρηστότης σου ἐπὶ Ισραηλ ἐν τῇ βασιλείᾳ σου. [19] εὐλογημένη δόξα κυρίου, ὅτι αὐτὸς βασιλεὺς ἡμῶν.


306w 4.7277100086212 s