Coelestinus_I_cps2, Epistolae et decreta, 14, 9HOME > '������������������������' in 'Coelestinus_I, Epistolae et decreta, 14, 9'
Coelestinus I, Epistolae et decreta, 14, 8. <<<    hide dictionary links

(PL 50 0497C) 9.

Palam igitur agnosce hanc nostram esse sententiam, ut nisi de Christo Deo haec exposueris, quae et Romana, et Alexandrina, et omnis catholica sentit Ecclesia, sicut etiam Constantinopolitana Ecclesia (0499A) usque ad te, charissime, intellexit, iuxta expositam in synodo Nicaena fidem; ac nisi hanc infidelem novitatem ab adoranda et veneranda Scriptura seiunxeris, et intra decem dies ex innotescentis huius exsecutionis die numerandos aperta et scripta professione damnaveris, ab omni te catholica Ecclesia excommunicatum.

(0486A) Κελεστῖνος ἐπίσκοπος πρεσβυτέροις, διακόνοις, κλήρῳ, Θεωῦ δοῦλοις καὶ καθολικῷ λαῷ διάγουσιν ἐν Κωνσταντινουπόλει, ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.

Πρὸς τούτους μοι διαλεχθησομένῳ, οἵ τινες Ἐκκλησίαν Θεοῦ ποιοῦσι, παράσχοι ἀποστολικὸς λόγος προοίμιον, ἵνα οἱ εὐλαβεῖς μαθηταὶ πρῶτον ἀκούσωσιν ἐκείνου τοῦ διδασκάλου τὰ ῥήματα, ὃς τοῖς ἐθνεσιν ἐκήρυξεν· Ἐκτὸς ἐκείνων, φησὶν, ἅπερ ἐστὶν ἔξωθεν, ἐπιμονή μου χαθημερινὴ, (0486B) φροντὶς πασῶν τῶν ἐκκλησιῶν. Καὶ πάλιν· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, οὐκ ἐγὼ καίομαι; οὕτω καὶ ἡμεῖς, εἰ καὶ πόῤῥω ὄντες, ὡς ἐγνώκαμεν ἐνταῦθα διαστροφῇ διδασκαλίας τὰ ἡμέτερα μέλη διασπαράττεσθαι, πατρικῆς φροντίδος ἡμᾶς ὑπὲρ ὑμῶν καιούσης, ἀλλοτρίῳ πυρὶ ἐνεπρήσθημεν· εἰ καὶ τὰ μάλιστα παρὰ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, αἵ τινες εἰς ἕνα θάλαμον Χριστοῦ πανταχοῦ ἀναφέρονται, τί ἂν εἴη πόῤῥω, τί δὲ νομισθείη ἀλλότριον; ὄντων οὖν ὑμῶν ἡμετέρων μελῶν, δικαίως ἠγωνιάσαμεν, μὴ τὴν ὑμετέραν πίστιν, τὴν πανταχοῦ κηρυττομένην, ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας ἐνδελέχεια τοῦ κακῶς διδάσκοντος ἀποστρέψῃ. Νεστόριος γὰρ ἐπισκοπος περὶ τοῦ παρθενικοῦ τόκου καὶ περὶ τῆς θεότητος τοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, ὥσπερ τοῦ σεβάσματος αὐτοῦ, καὶ τῆς κοινῆς πάντων σωτηρίας (0486C) ἐπιλελησμένος, ἀθέμιτα κηρύττει, φευκτέα συμβουλεύει, ὡς καὶ τὰ γράμματα αὐτοῦ μετ' ἰδίας ὑπογραφῆς ἀποσταλέντα ἡμῖν, ὡς καὶ ἀναφορὰ τοῦ ἁγίου ἀδελφοῦ καὶ συνεπισκόπου μου Κυρίλλου διὰ τοῦ υἱοῦ μοῦ Ποσειδωνίου τοῦ διακόνου πρὸς ἐμὲ ἀποσταλεῖσα ἐδίδαξεν. Ὧν πάντων ἀναγνωσθέντων, μεγίστην καὶ φευκτέαν διαστροφὴν ἀσεβοῦς κηρύγματος εὑρήκαμεν. Τὴν γὰρ ἀνθρωπίνην καὶ τὴν θείαν φύσιν ἐν τῷ Χριστῷ ἀνακρίνει, νῦν μόνον (0488A) ἄνθρωπον, νῦν αὐτῷ κοινωνίαν Θεοῦ, ὁσάκις καταξιοῖ, προσάπτων. Ἀλλ' ἡμεῖς, ὡς Ἰερεμίας φησὶ, τῶν τοιούτων προφητῶν τοὺς ματαίους ἀκοῦσαι οὐ δυνάμεθα λόγους. Ἀκούσῃ τοῦ Ἰεζεκιὴλ, καὶ ἐπιγνῷ τί αὐτῷ ἀπειλεῖ· Ἐκτενῶ, φησὶ, τὴν μάχαιράν μου ἐπάνω τῶν προφητῶν τῶν ὁρώντων ψευδῆ, καὶ λαλούντων κενά· ἐν τῇ ἐπιστήμῃ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν τῇ γραφῇ τοῦ οἴκου Ἰσραὴλ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται, ὅτι τὸν λαόν μου ἠπάτησαν. Ποῦ ἐστιν χρεωστουμένη περὶ τὴν ἱερὰν ἀγέλην φροντὶς τοῦ ποιμένος; ποῦ πρόνοια τῶν δεσποτικῶν περιβόλων; ποίαν δὲ ἐλπίδα ἕξει ἀγέλη, ὅτε λύκον ἑαυτὸν ποιμὴν δείκνυσι, καὶ οὕτω τοῖς προβάτοις ἐπέρχεται, ὡς καθ' ἑκάστου λυσσᾷν; ἐκείνῳ γὰρ τῷ στόματι διασπαράττονται, ἀφ' οὗ τὰ ἀσεβῆ προφέρεται. Τροφαὶ παραβάλλονται οὐχ αἱ πιαίνουσαι, (0488B) ἀλλ' αἱ λεπτύνουσαι. Μακαρία δὲ ὅμως ἀγέλη, παρέσχεν κύριος κρίνειν περὶ τῆς ἰδίας νομῆς·

Ὅθεν, οὐκ ἀμφιβάλλομεν ὅτι ποιεῖτε, τὴν ἀσεβῆ διάλεξιν ἀπωθεῖσθαι ὀφείλει πίστις ὑμῶν· ἵνα παρ' ὑμῖν ἐν Χριστῷ ἐγρηγορόσι φανερὰ διαφορὰ τροφῆς καὶ δηλητηρίου, καὶ ἐπιμείνητε τούτοις, ἅπερ τοῦ λόγου τῶν προτέρων ποιμένων διδάσκοντος μεμαθήκατε· εἰδότες ὅτι ἄχρι τοῦ παρόντος ἐσχήκατε ἱερέας ἔν τε τῇ διδασκαλίᾳ καὶ ἁγιότητι προύχοντας, οἵ τινες οὐδέποτε χωριζόμενοι τῶν πατρικῶν παραδόσεων, τὴν Ἐκκλησίαν τοῦ Κυρίου μετὰ μεγίστης ἐκυβέρνησαν ἡσυχίας. Ἵνα γὰρ ἀπὸ τῶν νεαρῶν ἀρξώμεθα, τί οὐκ ἐνέβαλε ταῖς ψυχαῖς ὑμῶν παίδευσις τοῦ τῆς ἁγίας μνήμης ἐπισκόπου Ἰωάννου, οὗ λόγος εἰς πάντα τὸν κόσμον ἐξεχύθη, οἰκοδομῶν τὴν καθολικὴν πίστιν; ὃς οὐδαμοῦ κατὰ διδασκαλίαν ἀπῆν· (0488C) ὅπου γὰρ δήποτε ἀνεγνώσθη, ἐκήρυξε. Τὴν δέ ἐκείνου ἐπιμελῆ σύνεσιν στεῤῥότης διαβεβοημένη διεδέξατο. Ἐκυβέρνε καὶ τῆς ἁγίας μνήμης ἐπίσκοπος Ἀττικὸς τὸν χριστιανὸν λαὸν τῷ τοῦ προηγησαμένου ὑποδείγματι, καὶ ἐδίωξε τὰς ἱεροσύλους τῶν αἱρετικῶν μανίας. Ἐσχήκαμεν δὲ, τούτου ἀπογενομένου, κοινωνὸν τὸν τῆς ἁγίας μνήμης Σισίνιον, εἰδότα ὅση δόξα αὐτοῦ ἔμεινεν, εἰ φυλάξειεν, ὁλόκληρα καὶ ἀβλαβῆ τὰ ἄχρις διαμείναντα τῆς καθολικῆς πίστεως κόσμια. Ἐνοήσαμεν ὅπως ἐκείνῳ οὐκ ἔλειψε καὶ ἁπλότης περιστερᾶς, καὶ σύνεσις ἑρπετοῦ. Ἐκλαύσαμεν, ἀγαπητοὶ ἀδελφοὶ, ὥσπερ προορῶντες τὰ μέλλοντα, τὸ ταχέως ἡμᾶς τῆς ἐκείνου βοηθείας ἀπεστερῆσθαι.

Ἐν τούτῳ γὰρ ἀγνοῶ ποῖαν ἐλπίδα εὑρήσομεν, ὃς περὶ τοῦ Θεοῦ ἡμῶν ἄλλως διαλαμβάνει, αὐτὸς περὶ ἑαυτοῦ, (0488D) οἱ ἀπόστολοι περὶ αὐτοῦ παραδεδώκασιν· ὃς οὐ μόνον τοὺς συντετριμμένους οὐ συνδεσμεῖ, ἀλλὰ καὶ συντρίβει τοὺς συνδεδεμένους· οὐ μόνον τοὺς καταβεβλημένους οὐκ ἐγείρει, ἀλλὰ καὶ τοὺς ἱσταμένους καταβάλλειν ἐπιχειρεῖ· οὐ μόνον τὰ διεσπαρμένα οὐ συνάγει, ἀλλὰ καὶ τὰ συνηγμένα διαμερίζει. Εἰ καὶ τὰ μάλιστα οὔτε συντριβῆναι δύναται διάνοια ἀφιερωμένη Θεῷ, οὔτε καταβληθῆναι ἱστάμενος οὐρανίᾳ δυνάμει, οὔτε τὸ ἱερὸν πλῆθος (0490A) διαμερίζεσθαι. Φανερῶς οὖν τῇ ἀγάπῃ ὑμῶν, ὅπερ χωρὶς δακρύων οὐ δυνάμεθα εἰπεῖν, ἀπαγγέλλομεν. Ἐκίνησεν διαλεκτικὸς ὑμῶν μάχην πρὸς τὴν ἀλήθειαν, τῇ ἀρχαίᾳ πίστει χεῖρας ἐπήνεγκε, πολεμεῖ πρὸς τοὺς ἀποστόλους, τοὺς προφήτας ἐκβάλλει, αὐτοῦ τοῦ Κυρίου ἡμῶν περὶ ἑαυτοῦ λέγοντος τοῖς ῥήμασιν οὐκ ἀκολουθεῖ. Ποίας θρησκείας, ποίοις νόμοις ἑαυτὸν ἐπίσκοπον λέγει, ἀποχρησάμενος τῇ καινῇ καὶ τῇ παλαιᾷ διαθήκῃ. Καὶ γὰρ καὶ τὸ νοητὸν τοῦ σχήματος ἐκβάλλει, καὶ οὐ δέχεται τὴν μεταξὺ ἡμῶν ἀναστρεφεῖσαν ἀλήθειαν· καὶ άπλῶς, ἄλλως περὶ τοῦ μυστηρίου τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν διαλαμβάνει, ἀνέχεται τὸ τῆς πίστεως τῆς ἡμετέρας ἁγίασμα, μετὰ σεβάσματος ἠκολούθησε πᾶς καθολικῶς διαλεγόμενος. Οὐδεὶς γὰρ καλῶς τῇ θρησκείᾳ ἐκδεδομένος, ἄλλως περὶ τοῦ Χριστοῦ ἐφρόνησεν, αὐτὸς περί (0490B) ἑαυτοῦ φρονεῖσθαι ἠθέλησεν. Ἐκίνησέ ποτε ἱερόσυλον ζήτησιν Σαμοσατεὺς Παῦλος, ὅτε τῆς ἁγίας κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας προΐστατο· ἀλλὰ τοῦτὸν ἀπὸ τοῦ θρόνου, ἐν μιαρῶς προύκαθέζετο, καθῄρηκεν ἑνωθεῖσα τῶν καθολικῶν ἱερέων ἀπόφασις. Ἀεὶ γὰρ ὀφείλουσιν οἱ τοιοῦτοι καιρίως ἐκκόπτεσθαι, οἵ τινες τὴν ψυχὴν τοῦ (0489) χριστιανοῦ λαοῦ διαταράττοντες, καὶ πρὸς τὴν γνώμην τὴν ἰδίαν τὰ εὐαγγέλια διαστρέφοντες, τῷ Θεῷ καρποφορεῖν οὐ δύνανται· καὶ γεωργητέα ἐστὶν ἄμπελος, τὸ δίκαιον τοῦ κτήτορος ἐπιγινώσκουσα.

Δῆλον δέ ἐστιν, ὅτι αἱ τοιαῦται τῶν λόγων καινότητες ἀπὸ ματαίου ἔρωτος δόξης γένωνται. Ὥς τινες ἐθέλουσι παρ' ἑαυτοῖς δοκεῖν ὀξεῖς, ὀπτικοὶ καὶ φρόνιμοι, ζητοῦσι τί προσενέγκωσι ξένον, ὅθεν παρὰ ταῖς ἀπαιδεύτοις ψυχαῖς πρόσκαιρον δόξαν ὀξύτητος ἀπενέγκωνται. Ἀλλὰ τίς τούτων ποτὲ ἀληθῆ δόξαν ἐκέρδανεν, ἑαυτῷ δοκῶν φρόνιμος; γὰρ Θεὸς ἡμῶν τὰ ἀσθενῆ τοῦ κόσμου ἐπιλέγεται, (0490C) καὶ ἐκ τῶν ἐναντίων συγχέει τὰ ἰσχυρὰ, καὶ τοὺς φρονίμους διὰ τῶν τοῦ κόσμου μωρῶν. Τίς ἐν τῇ τοῦ κόσμου σοφίᾳ καυχᾶται, εἰ μὴ ὁμολογῶν ἑαυτὸν ἐκ τοῦ κόσμου εἶναι; εἰ μὴ ἀρνούμενος ἑαυτὸν ἐκείνου εἶναι μαθητὴν, τοῦ εἰπόντος μὴ εἶναι ἑαυτὸν ἀπὸ τοῦ κόσμου; μία ἐστὶ δόξα, ἵνα ὥς φησιν Ἀπόστολος, καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Ἆρα οὐ τούτῳ τῷ ὑμετέρῳ ἐπισκόπῳ (ἀλλὰ ἄχρι νῦν ὑμετέρῳ, ἐὰν μὴ πιστεύσῃ ὅπερ πιστεύομεν), ὁρῶμεν ταύτην τὴν γνώμην πρέπουσαν· μωρὸς ἐγένετο, ὃς λέγει ἑαυτὸν σοφόν· ὡμολογημένη γάρ ἐστι μωρία τὸ ἐκεῖνον ἀγνοεῖν, ὃν ἴσμεν Θεοῦ σοφίαν εἶναι καὶ δύναμιν. Ὁμολογεῖ γὰρ ἑαυτὸν ταῦτα ἀγνοεῖν, ἅπερ ἀνακρίνει. Καὶ μὴ θαυμάσῃ ἀγάπη ὑμῶν ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας ἀποπλανᾶσθαι τοῦτον, ὁρῶσα ὅτι τὸν Χριστὸν, ὅστις ὁδὸς ἡμῶν τυγχάνει, ἀπώλεσε. Κατειλήφαμεν (0490D) αὐτὸν ἐνίοτε σκαίᾳ διαλέξει προδιδόμενον, ἐνιότε κρυπτόμενόν τισι λανθανούσαις διόδοις, καὶ σκέποντα τὰ ἴδια δηλητήρια· καὶ δέον ἡμᾶς ἀκολουθοῦντας (0492A) τῇ γνώμῃ τοῦ σοφωτάτου Σολομῶντος, μηδεμίαν διδόναι ἀπόκρισιν πρὸς τὴν ἄνοιαν αὐτοῦ, μὴ ὅμοιοι αὐτῷ γενώμεθα· ὅπως συμβουλεύομεν, ἵνα μεθ' ἡμῶν τοῖς ἀποστόλοις καὶ τοῖς προφήταις ἀκολουθήσῃ, μὴ ὡς πᾶσι μόνος ἀνθίσταται, μόνος παρὰ πάντων ἐκβληθῇ. (0490D) Ὑμεῖς δὲ ἐπιμελέστερον ἐγρηγορέναι ὀφείλετε, ἵνα ἀντιστῆτε τοῖς τοῦ ἐχθροῦ κηρύγμασι. Μείζων γὰρ ὑμῖν ἐστι φροντὶς, ὅταν ἐντὸς τῆς Ἐκκλησίας λέγηται ὑμῖν τagvgr; τῇ Ἐκκλησίᾳ ἐναιτιούμενα. Ἐχέτωσαν ἐκεῖνοι ἀνακωχὴν τῶν καμάτων, οὓς προκαλεῖται ἀντίδικος ἔξω διάγων, καὶ οἵ τινες περὶ τοὺς προμαχῶνας διεσπαρμένοι, ἀσφαλίζονται ἑαυτοὺς τῇ τῶν τειχῶν βοηθείᾳ. Οἱ δὲ ἔχοντες ἔνδον τὸν πόλεμον, ἀργίαν οὐκ ἴσασιν. Ὅμως ἐν τούτῳ τῷ ἐμφυλίῳ πολέμῳ, ἐν ταύτῃ τῇ οἰκείᾳ μάχῃ εἴη ὑμῖν τεῖχος πίστις, καὶ κατὰ τῆς ἀπιστίας αὐτὴ ἑαυτὴν (0492B) ἐκδικήσει πνευματικοῖς ἀκοντίοις. Φυλάξωμεν ταύτην, ὅτι φυλαττομένη φυλάττει ἡμᾶς. Διὰ ταύτης ἀσφάλεια ἡμῶν ἐστιν Θεὸς, καὶ καταφυγή. Ἁρπάζει ἐκ χειρὸς ἁμαρτωλοῦ. Τούτῳ ἡμᾶς ἐν κλύδωνι κειμένους πρέπει λέγειν· Κύριε, ἐλευθέρωσον ἡμᾶς, ἀπολλύμεθα.

Πρὸς ὑμᾶς νῦν, κληρικοί καὶ πάντες ὅσοι καθιερωμένοι ἐστὲ τῷ Θεῷ, μεταστρεπτέος παρ' ἡμῶν λόγος. Ἐρεῖ τις τυχὸν, τὴν τάξιν μὴ πεφυλάχθαι. Ἠθελήσαμεν καὶ ἡμεῖς πρότερον, ὅπερ ἀπῄτει ἀκολουθία, διαλεχθῆναι ὑμῖν· ἀλλ' ἐκράτησεν περὶ ἐκείνους φροντὶς μείζων, οὓς ἐθέλομεν εἰς τὸ κοινὸν σῶσαι. Οὔτε γὰρ περὶ ὑμῶν ἀμφιβάλλειν ὀφείλομεν, ὦν δηλαδὴ ἡγεμονευόντων, ἐκείνους ἐν τῇ πίστει ἱστάναι πιστεύομεν. ἀναφορὰ τοῦ ἁγίου καὶ Θεῷ ἐρασμίου τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου μου Κυρίλλου, ἣν ἀπέστειλέ μοι διὰ τοῦ υἱοῦ ἡμῶν Ποσειδωνίου (0492C) τοῦ διακόνου ἑαυτοῦ, ταῦτα ἀνεδίδαξε πράττεσθαι καθ' ὑμῶν, ἅπερ δύναται κατὰ τῶν μελῶν τῆς Ἐκκλησίας ποιεῖν, τῆς κεφαλῆς αὐτῆς μὴ φεισάμενος. Ἀλλὰ ταῦτα ὑμᾶς μὴ βασανιζέτω. Μείζων γὰρ δόξα ἐστιν ἐν μείζονι καμάτῳ· ὅτι ποιότης τοῦ ἀγῶνος ποιεῖ τὴν τοῦ ἄλθου ποιότητα. Ἀναγινώσκετε γὰρ μεθ' ἡμῶν, ὅτι νομίμως ἀγωνιζόμενος στεφανοῦται. Ὅθεν προτροπὴ ἡμῶν χρεωστεῖται ὑμῖν, καὶ τοῖς μικροψύχοις καὶ τοῖς ἀνδρείως ἀνθισταμένοις ἀναγκαία ἐστίν· ἵνα καὶ τοὺς πειρασμοὺς δυνηθῶσι φέρειν οἱ μὴ δυνάμενοι, καὶ ἰσχυρότερον στῶσιν οἱ ἀνθιστάμενοι. Οὐδέποτε τὰ ὅπλα τοῦ βασιλέως ἡμῶν ἡττᾶται. Ἔλεγχός ἐστι πᾶς πειρασμὸς τῷ χριστιανῷ· τοῦτον γὰρ, ὡς ἀνέγνωμεν, ὑπομονὴ ἐργάζεται. Ἐκ ταύτης ἐλπὶς γεννᾶται, ἥτις οὐδένα, τῆς γραφῆς ἐπαγγελλομένης, ἠπάτησεν. Ὅθεν, ἀγαπητοὶ (0492D) ἀδελφοὶ, ἐπειδὴ παραμυθία ὑμῶν ἀπὸ Θεοῦ ἐστιν, τὰ σώματα ὑμῶν, τουτέστιν ὑμᾶς αὐτοὺς, ζώσας, ὥς φησιν Ἀπόστολος, θυσίας προσφέρετε, μὴ ἀποκάμητε ἀνθιστάμενοι. (0494A) Παρέξει ἐκεῖνος δύναμιν, ὃς διὰ τοῦ ἀποστόλου ἡμᾶς διδάσκων, θέλει τὰ ἡμέτερα μέλη ὅπλα εἶναι τῆς ἑαυτοῦ δικαιοσύνης. Ἔχετε ὑποδείγματα τῶν ἁγίων, οἵ τινές ποτε ἔσπειραν ἐν δάκρυσιν, ὕστερον δὲ ἐν χαρᾷ θεριοῦσιν. Οὐ φιλεῖ ἡμέτερος δεσπότης δοῦλον, εἰ μὴ τὸν ἐν πείρᾳ δεδοκιτμένον. Τὰς χριστιανὰς ψυχὰς ἀεὶ τῶν πραγμάτων παλαίστρα γυμνάζει. Τρέχετε ἵνα ἀλλήλους ἐν ταῖς ὁδοῖς τοῦ Κυρίου παρέλθητε. Οὐ θέλω ὑμάς ὑπὸ τῶν ἀντιδίκων καταλαμβάνεσθαι. Φησὶ δὲ καὶ ἀπόστολος, χρῆναι γενέσθαι ἅπερ ὁρῶμεν. Ἰσχὺν καὶ πίστιν οὐ δοκιμάζει, εἰ μὴ τόπος τῆς συμβολῆς. Ἡσυχίαν στεφανοῦσθαι δυσχερές· τὰ ἔπαθλα εἰ μὴ τοῖς καμάτοις οὐ δίδονται. Τὴν περικεφαλαίαν τῆς ὑγιείας αἱ κεφαλαὶ ὑμῶν μὴ ἀποθῶνται· μὴ ἐκδύσηται τὸν θώρακα (0493) τῆς πίστεως ἐπαγγελλόμενος στρατιώτης τοῦ Χριστοῦ ἀξιόχρεως.

(0494B) Οἱ ἡμέτεροι καθ' ἡμῶν πόλεμον κεκινήκασιν, εἰ ἄρα ἡμέτεροι λεκτέοι οὗτοι, οὒς ἠσθόμεθα, ῥαγέντος τοῦ τῆς φιλίας νόμου, πρὸς τὸν ἐχθρὸν ηὐτομοληκέναι. Ὑμέτερόν ἐστιν ἱσταμένους ἔχειν τοὺς πόδας ἐν τοῖς πυλῶσιν Ἱερουσαλήμ. Θέλομεν ὑμῶν τὰς βάσεις εἶναι τελείας, μή ποτε πρὸς ἶσον ὑπόδειγμα τὰ ἴχνη τινὸς παρασαλευθῇ. Καὶ ἀκολουθήσωσι τῷ διαβόλῳ μετὰ τοῦ κακοῦ, οἱ ἐπιγινώσκοντες ἑαυτοὺς ἐξ ἐκείνου ὄντας. Ὑμεῖς, οἵ τινες υἱοὶ Θεοῦ τοῖς ἔργοις φαίνεσθε, ἐπειδὴ ἐκ τῶν καρπῶν θέλει ἕκαστον διαγινώσκεσθαι, ἀμοιβαδὸν τὰς διανοίας τῶν μικροψύχων παραμυθήσασθε, καὶ ἕκαστον τῶν ἀσθενῶν ὑποδέξασθε, βεβαιοῦντες αὐτούς. Μὴ δὴ ἀπατήσῃ ὑμᾶς ἀσέβεια, ἀλλὰ περὶ τοῦ καλοῦ καὶ τοῦ κακοῦ κατὰ τὴν ἑκάστου ποιότητα τὴν κρίσιν κατέχετε, φεύγοντες τὰ διεστραμμένα, καὶ τὰ ὀρθὰ ἐπαινοῦντες. Ἀποβλητέος γάρ (0494C) ἐστι τῷ Θεῷ, λέγοντος τοῦ Σολομῶντος, ὅστις τὸν δίκαιον ἀντὶ ἀδίκου, ἀντὶ δικαίου δέχεται ἄδικον. Οὐδὲν δέ ἐστιν πρόσχαιρος θλίψις, ἂν πρὸ ὀφθαλμῶν τὸ αἰώνιον ἔπαθλον, οὗ οὐδὲν προκριτέον. Βοᾷ ἡμέτερος ψαλμῳδὸς, ὅτι ἐὰν κατ' αὐτοῦ συστῇ πόλεμος, ἐλπίδι ἐκείνου τοῦ φωτισμοῦ ὅλως οὐ φοβηθήσεται. Εἰ ἀγῶνα πρὸς τὰ ἔθνη εἴχετε, δηλαδὴ μεγίστης ἂν ἦν νίκης, νικᾷν τοὺς ἀεὶ ὑμῖν γενομένους ἐχθρούς. Πηλίκη δὲ ἐκείνη νίκη λεκτέα, ὅπου ἱερεὺς, ἀλλαγέντος τοῦ κηρύγματος, διώκτης τῶν καθολικῶν ἐγένετο, ἰδικῶς ἐν ἅπασι κατὰ Παύλου φρονῶν, ὃς τοῦ εὐαγγελίου τοῦ Κυρίου, οὗ διώκτης ἦν πρότερον, ὕστερον ἐγένετο κῆρυξ; κατελείφθη ασεβὴς διαλεκτικὸς παρὰ τοῦ θείου πνεύματος, ὁπότε καὶ αὐτοῦ τοῦ θείου πνεύματος ἐφρόνησεν ἐναντία. Δικαίως, ἐὰν ἐπιμείνῃ, ἀκούσεται παρ' ἡμῶν τὰ ῥήματα τοῦ Σαμουὴλ, (0494D) ἅπερ τότε τῷ Σαοὺλ παρ' αὐτοῦ τοῦ ἱερέως· (0496A) Ἐξουθενήσει σε Κύριος, ἵνα μὴ βασιλεύσῃς ἐπὶ Ἰσραὴλ. (0494D) Εἰ ἐκεῖνος ἄξιος γέγονεν, ὅτι μόνον ἐν πράγμασιν ἅπερ ἔπραττε, κατεφρόνησε τῶν ἐντολῶν τοῦ Θεοῦ, ποία τούτῳ χρεωστηθήσεται τιμωρία, ὃς ἑαυτὸν κατὰ τοῦ Κυρίου τῆς Θεότητος ὕψωσε; νῦν ὑμέτερόν ἐστι θεραπεῦσαι τὸ παρ' ἐκείνου τραῦμα, καὶ ἰάσασθαι τοὺς παρ' αὐτοῦ ῥήματι τετρωμένους. Ἀσφαλέσιν ἴχνεσιν ἴστασθε κατὰ τοῦ ἤδη πεσόντος, ὡς παρ' αὐτοῦ λόγος δείκνυσι. Καὶ εἴ τι ὑμῖν ἐπήνεγκεν, ἀνεξικάκως φέρετε. Ἐμηχανήσατο ὕβρεις, ἐμηχανήσατο ἀφορισμούς; ἐκεῖνος αὐτὸς ἐν τοῖς ἰδίοις πέπονθεν, ὃν ὑποδέδεχθαι ὑπὲρ ἡμῶν ἅνθρωπον ἀρνεῖται. Ὅθεν μηδείς κλαύσῃ τὰ κατά τινος ὑμῶν ἐπινοηθέντα.

Τῆς ἀνεξικακίας καὶ τῆς ὑπομονῆς τύπος εἴη Στέφανος πρῶτος τοῦ Χριστοῦ μάρτυς. ὄχλος τῶν ἀπίστων κατ' αὐτοῦ ἔβρυχε· καὶ ὅμως συνοδοιπόρος τοῦ Χριστοῦ (0496B) οὐκ ἐσιώπησεν ὅπερ ἑώρα. Ἐβόα μεταξὺ μαινομένων, μεταξύ τῶν τῆς θρησκείας ἐχθρῶν, λέγων ἑαυτὸν ὁρᾷν ἀνεῳγμένους τοὺς οὐρανοὺς, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, δι' ὂν ταῦτα ἔπασχεν, ἱστάμενον πρὸς τῇ δεξιᾷ τοῦ Θεοῦ. Μακρόν ἐστι χωρεῖν δι' ἑκάστου τῶν πριαμένων ἑαυτοῖς ζωὴν θανάτῳ ὁμολογίᾳ. Ἔχετε ὑμεῖς ὅσοι τῆς Ἐκκλησίας ἐκβέβλησθε, σχεδὸν τῶν ἡμετέρων καιρῶν ὑπόδειγμα τοῦ τῆς μακαρίας μνήμης Ἀθανασίου τοῦ σοφωτάτου ἱερέως τῆς Ἀλεξανδρέων Ἐκκλησίας. Τίνι οὐκ ἂν εἴη παραμυθία ἐκείνου ὑπομονή; τίνι οὐκ ἂν εἴη ὑπόδειγμα ἐκείνου στεῤῥότης; τίνι οὐκ ἂν ποιήσειεν ἐλπίδα ἐκείνου πολυπόθητος ἐπάνοδος; Ἐκβάλλεται Ἀρείου διώκοντος, ἀλλ' ἀνακλητέος τοῦ Κυρίου προπέμποντος. Ἔπαθε φυλακὴν, ἔπαθε θρίψεις· καὶ οὐ θαυμαστὸν, εἰ ἀποστολικὸς ἀνὴρ ταῦτα πέπονθε, δι' ὧν ἑαυτὸν (0496C) γεγυμνάσθαι καυχᾶται ἀπόστολος. Καὶ ἐν τούτοις πᾶσιν ἐκείνῳ ἠκολούθησε τῷ μαρτυρομένῳ, ὅτι ἑαυτῷ ἐν ταῖς θλίψεσιν ἀρέσκει. Ἐδιώχθη ἐκεῖθεν, καὶ ἐν τοῖς ἡμετέροις μέρεσιν ἀνεκτίσατο. Ἀμέλει ἐνταῦθα αὐτοῦ κατάστασις ἀνεκαινίσθη, καὶ ἐν τούτῳ τῷ θρόνῳ εὗρε κοινωνίας ἀνάπαυσιν, ἀφ' οὗ ἀεὶ τοῖς καθολικοῖς γεννᾶται βοήθεια. Καὶ ὅμως ἐν ταῖς θρίψεσιν οὐκ ᾔσθετο πόνου γενόμενος ἐν τῷ διωγμῷ ὁμολογητής. Ὅθεν οὐδεὶς τῶν χριστιανῶν κλαῦσαι ὀφείλει τὴν ἐπενεχθεῖσαν αὐτῷ πρόσκαιρον ἐξορίαν, ὅτι ἐκείνων οὐδεὶς ἐξωρισμένος ἐστὶ Θεῷ. Μᾶλλον φοβηθῶμεν, μὴ ἀπὸ τῆς χώρας τῶν ζώντων, τουτέστιν ἀπ' ἐκείνης, ἣν ἡμετέραν θέλομεν εἶναι πατρίδα, ἐξορισθῶμεν. Ἐκεῖνό ἐστιν ἡμέτερον, ἐκεῖνο διηνεκὲς, ἐκεῖνο αἰώνιον. Οὐκ ἔστι γὰρ ἐκεῖνο ἡμέτερον, δι' οὗ μόνη πάροδος· ἀλλὰ ταῦτα ἀληθῶς ἡμέτερα, ἥπερ ἀσφαλεστάτη (0496D) ἐλπὶς ἐπαγγέλλεται. Ἔστι δὲ λέγοντος ἀκοῦσαι τοῦ ἀποστόλου· (0498A) ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοὴ ἤκουσεν, οὐδέ εἰς καρδίαν ἀνθρώπου ἀνῆλθεν ταῦτα, ἡτοίμασεν Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἵνα δὲ μηδὲ πρὸς καιρὸν δοκῇ τούτου ἰσχύειν ἀπόφασις, τοῦ ἤδη καθ' ἑαυτοῦ τὴν θείαν ἀπόφασιν προσκαλεσαμένου, φανερῶς αὐθεντία τοῦ ἡμετέρου θρόνου ὡρίσατο, μηδένα ἐπίσκοπον, κληρικὸν, κατά τι ἐπάγγελμα χριστιανὸν, τῶν παρὰ Νεστορίου, τῶν τούτου ὁμοίων, ἀφ' οὗ τοιαῦτα κηρύττειν ἤρξαντο, τοῦ ἰδίου τόπου, τῆς κοινωνίας ἀποκινηθέντων, δοκεῖν ἀποκεκινῆσθαι, ἀποκοινώνητον γεγενῆσθαι. Ἀλλ' οὗτοι πάντες ἐν τῇ ἡμετέρᾳ κοινωνίᾳ καὶ ἐγένοντο, καὶ ἄχρι τοῦ παρόντος εἰσίν· ὅτι οὐδένα καθελεῖν, ἀποκινῆσαι ἠδύνατο, ὃς ἐν τῷ κηρύττειν ταιαῦτα, ἀσφαλῶς οὐχ εἱστήκει.

Πάντας τοίνυν παρὼν λόγος εἰς τὸ κοινὸν περιπλέκεται, (0498B) ἵνα μᾶλλον ἰσχυροποιηθέντες καὶ θαρσαλέοι γενόμενοι ἐν κυρίῳ, μὴ μετακινηθῆτε, ἀλλὰ μᾶλλον θεραπεύσητε τὰς ἀλλήλων ἀσθενείας. Ἤδη γὰρ ὑμῖν ἐκεῖ τοὺς ἀσθενεῖς παρατιθέμεθα, ὅπου ὁρῶμεν αὐτὸν νοσοῦντα τὸν ἱατρόν· θέλομεν ὅμως, εἰ ἔτι δυνάμεθα, βοηθεῖν. Ὡς γὰρ πρὸς τὸν ἅγιον ἀλελφὸν καὶ συνεπίσκοπον ἡμῶν Κύριλλον ἁρμοδίους ἀποκρίσεις ἐπέμπομεν, καὶ ὑμῖν ἐπεστείλαμεν διὰ τοῦ ποθεινοτάτου Ποσειδωνίου τοῦ διακόνου αὐτοῦ, τὰ πεμπτέα παρὰ τοῦ αὐτοῦ ἀδελφοῦ μου καὶ πρὸς ἐκεῖνον περὶ οὗ λόγος. Καὶ ἐπειδὴ ἐν τηλικούτῳ πράγματι ἡμετέρα σχεδὸν παρουσία ἀναγκαία ἐφαίνετο, τὴν ἡμετέραν διαδοχὴν, διὰ τὰ κατὰ θάλατταν καὶ γῆν διαστήματα, αὐτῷ τῷ ἁγίῳ ἀδελφῷ μου Κυρίλλῳ ἀπενείμαμεν, μὴ αὐτὴ νόσος ἀφορμῇ τῆς μακρότητος ἐπιτριβῇ. Μόνον ὑμεῖς τοὺς ἀποστολικοὺς πρὸ ὀφθαλμῶν (0498C) ἔχετε λόγους, ἐν τῇ αὐτῇ διανοίᾳ καὶ ἐν τῇ γνώμῃ γίνεσθε τέλειοι· ἵνα, ὡς ἀνέγνωμεν, παραμένοντες ἄχρι τέλους δυνηθῆτε σωθῆναι. Ἵνα δὲ γνῶτε ἐφ' οἵῳ ὅρῳ τὰ γεγραμμένα ἀπεστείλαμεν τῷ πρὸς ὃν ὑμῖν λόγος, αὐτὴν τὴν ἀπόφασιν τὴν κατ' αὐτοῦ Νεστορίου ἐποιήσαμεν ταύτῃ τῇ ἐπιστολῇ ὑποταγῆναι, ἵνα γνῶτε τὸν περὶ αὐτοῦ δοθέντα τύπον. Θεὸς ὑμᾶς ὑγιεῖς φυλάξαι, ἀδελφοὶ ποθεινότατοι.

Ἔστι δὲ ὅρος μεθ' ἕτερα οὗτος

Σαφῶς τοιγαροῦν μαθήσῃ ταύτην ἡμετέραν εἶναι τὴν ἀπόφασιν, ὡς εἰ μὴ περὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ταῦτα ἐξηγήσῃ, καὶ Ῥωμαϊκὴ καὶ Ἀλεξανδρικὴ, καὶ ἅπασα καθολικὴ Ἐκκλησία νοεῖ, καθῶς καὶ εὐαγεστάτη τῶν (0500A) Κωνσταντινουπολιτῶν ἐκκλησία μέχρι σοῦ, Βέλτιστε, ἐνόησε, κατὰ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τῇ Νικαίων συνόδῳ, καὶ εἰ μὴ ταύτην τὴν δύσπιστον καινότητα σεβαστῇ καὶ σεβασμίᾳ γραφῇ διαστήσῃς, ἐντὸς δέκα ἡμερῶν ἀπ' ἧς γνωρίζονταί σοι ταῦτα τὰ γράμματα ταύτης τῆς μεθοδείας τὴν ἡμέραν ἐναρίθμων, τὰ φανερὰ καὶ γεγραμμένα τῆς καταδικασίμου αἱρέσεως, ἀπὸ πάσης καθολικῆς Ἐκκλησίας ἀκοινώνητον εἶναι σεαυτὸν, καὶ ἀνενέργητον πρὸς πᾶν ὁτιοῦν τῶν ἐξ αὐθεντίας ἱερατικῆς.


HOME > '������������������������' in 'Coelestinus_I, Epistolae et decreta, 14, 9'
Coelestinus I, Epistolae et decreta, 14, 8. <<<    
2622w 37.449990034103 s