Gregorius_I_cps2, Dialogi, p54, p0HOME > '������������������������' in 'Gregorius_I, Dialogi, p54, p0'
>>> Gregorius I, Dialogi, p54, CAPUT IV. De quaestione Salomonis qua dicitur: Unus interitus est hominis et iumentorum.hide dictionary links



(PL 77 0322A)

Ὄτι οὖν μετὰ τὸν θάνατον τῆς σαρκὸς ζήσεται ψυχὴ διὰ τῆς ἀπολογίας ἀποδεῖξαι πειράσομαι, συντρεχούσης δηλονότι τῆς πίστεως. Τρία τοίνυν ζωτικὰ πνεύματα ἔκτισεν παντοδύναμος κύριος· ἓν, ὅπερ σαρκὶ οὐ καλύπτεται. Ἕτερον δὲ, σαρκὶ μὲν καλυπτόμενον, οὐχὶ δὲ ἅμα τῇ σαρκὶ ἀποθνῆσκον. Τὸ δὲ τρίτον, σαρκὶ καλυπτόμενον, καὶ μετὰ τῆς σαρκὸς ἀποθνῆσκον. Πνεῦμα οὖν σαρκὶ μὴ καλυπτόμενόν ἐστι τὸ τῶν ἀγγέλων. (0322B) Τὸ δὲ τῇ σαρκὶ καλυπτόμενον πνεῦμα, οὐ μετὰ τῆς σαρκὸς δὲ ἀποθνῆσκον, τὀ τῶν ἀνθρώπων. Τὸ δὲ τῇ σαρκὶ καλυπτόμενον πνεῦμα, καὶ μετὰ τῆς σαρκὸς ἀποθνῆσκον, τὸ τῶν κτηνῶν. ἄνθρωπος τοίνυν ὅστις ἐν μέσῳ ἐκτίσθη, κατώτερος ὢν τοῦ ἀγγέλου, καὶ ἀνώτερος τοῦ κτήνους λοιπὸν ἐπίκοινόν τι ἔχει μετὰ τοῦ ὑψηλοῦ, ὁμοίως καὶ μετὰ τοῦ ἐλάττονος, τὴν τοῦ πνεύματος δῆλον ἀθανασίαν μετὰ τοῦ ἀγγέλου, τὸν δὲ τῆς σαρκὸς θάνατον, μετὰ τοῦ κτήνους· ἕως οὗ καὶ αὐτὸ τὸ θνητὸν τῆς σαρκὸς δόξα τῆς ἀναστάσεως ἀθανατήσει. Προσκολλωμένη γὰρ τῷ πνεύματι σὰρξ, φυλάττεται εἰς τὸν αἰῶνα, ἐπειδὴ καὶ αὐτὸ τὸ πνεῦμα προσκολλώμενον τῷ Θεῷ ἐν αὐτῷ φυλάττεται. Ὅθεν οὐδὲ ἐν τοῖς ἀποδεδοκιμασμένοις αὐτὴ σὰρξ ἐν ταῖς βασάνοις παντελῶς ἐκλείπει. (0322C) Πάντοτε γὰρ τηκομένη διαμένει· ἵνα οἱ τῷ πνεύματι καὶ τῇ σαρκὶ ἁμαρτήσαντες, πάντοτε ἐν διαμονῇ ζῶντες, σαρκὶ καὶ πνεύματι ἄνευ τέλους ἀποθάνωσιν.

ΠΕΤΡ. Τῇ τῶν πιστῶν πληροφορίᾳ ἀρέσκουσι πάντα λέγεις, ἀλλ' αἰτῶ σε, ἐν ὅσῳ τῶν ἀνθρώπων πνεῦμα ἀπὸ τῶν κτηνῶν τοσαύτῃ διαστάσει διέκρινας, τί ἐστιν ὅπερ Σολομὼν λέγει· Εἶπον ἐν τῇ καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν ἀνθρώπου, ὅτι διακρινεῖ αὐτοὺς Θεὸς, καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσί· καὶ γε αὐτοῖς συνάντημα υἱῶν τοῦ ἀνθρώπου, καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἐν τοῖς πᾶσιν αὐτοῖς; Ὅστις ἀκμὴν τῇ αὐτῇ ψήφῳ ἐπὶ λεπτοῦ ἐξακολουθῶν, προστίθησιν· Ὡς θάνατος τούτου οὕτως θάνατος τούτου, καὶ πνεῦμα ἐν τοῖς πᾶσι· καὶ τί περιέσσευσεν ἄνθρωπος παρὰ τὸ κτῆνος; Οὐδέν. (0322D) Οἷς ἀκμὴν λόγοις καθολικὴν ψῆφον ὑποβάλλει λέγων· Ὅτι τὰ πάντα ματαιότης, τὰ πάντα πορεύεται εἰς ἕνα τόπον, τὰ πάντα ἐγένοντο ἀπὸ τοῦ χοὸς, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν.


HOME > '������������������������' in 'Gregorius_I, Dialogi, p54, p0'
330w 1.8322389125824 s