Gregorius_I_cps2, Dialogi, p77, p0HOME > '������������������������' in 'Gregorius_I, Dialogi, p77, p0'
>>> Gregorius I, Dialogi, p77, CAPUT XXVI. Quibus modis morientes aliqua praedicunt; et de quodam advocato, de Gerontio ac Mellito monachis, et Armentario puero. hide dictionary links



(PL 77 0355D)

ΓΡΗΓΟΡΙΟΣ. Τοῦτο οὔτε περὶ πάντων τῶν δικαίων εἰπεῖν δυνάμεθα, οὔτε πάλιν παντελῶς ἀρνήσασθαι. (0358A) Εἰσὶ μὲν γάρ τινων δικαίων ψυχαὶ, αἵτινες ἐκ τῆς ἐπουρανίου Βασιλείας τισὶ μοναῖς διΐστανται. Τῆς δὲ ζημίας ταύτης τὴν δήλωσιν τί ἕτερον δείκνυσιν, εἰ μὴ ὅτι τῆς ὁλοκλήρου δικαιοσύνης τί ποτε ἔλλειμμα ἔσχον; ἐπεὶ ὅτι τῶν τετελειωμένων δικαίων αἱ ψυχαὶ, εὐθέως ἡνίκα ἐκ τῶν τῆς σαρκὸς κλείθρων ἐξέλθωσιν, ἐν ταῖς οὐρανίαις καθέδραις ὑποδέχονται, φανερώτερον τοῦ φωτὸς καθέστηκεν. Αὐτὴ γὰρ ἀλήθεια δι' ἑαυτῆς μαρτυρεῖ, λέγουσα· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. Τουτέστιν ὅτι ἔνθα αὐτὸς λυτρωτὴς ἡμῶν σὺν τῇ σαρκὶ, ἣν ἀνέλαβεν ὑπάρχει, ἐκεῖ ἀδιστάκτως συναχθήσται καὶ αἱ τῶν δικαίων ψυχαί. Καὶ Παῦλος δὲ ἐπεθύμει ἀναλῦσαι, καὶ σὺν Ξριστῷ εἶναι. Ὅστις οὖν Χριστὸν ἐν οὐρανῷ ὑπάρχειν οὐκ ἀπιστεῖ, οὐδὲ τὴν Παύλου ψυχὴν ἐν τῷ οὐρανῷ ὑπάρχειν ἀρνήσηται. (0358B) Αὐτὸς γὰρ περὶ τῆς τοῦ σώματος διαλύσεως, καὶ τῆς ἐν τῇ ἐπουρανίῳ πατρίδι κατοικίας λέγει· Οἴδαμεν ὅτι ἐὰν ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.

ΠΕΤΡ. Ἐὰν νῦν ἐν τῷ οὐρανῷ εἰσιν αἱ ψυχαὶ τῶν δικαίων, τί ἐστιν δ' ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὑπὲρ τῆς δικαιοσύνης αὑτῶν μέλλουσιν ἀπολαβεῖν;

ΓΡΗΓ. Τοῦτο αὐτοῖς ἐν τῇ κρίσει θαυμασίως ὑπάρξει· νῦν γὰρ τῶν ψυχῶν μόνον, τότε δὲ καὶ τῶν σωμάτων τὴν μακαριότητα ἀπολήψονται. Ὥστε ἐν αὐτῇ τῇ σαρκὶ αὐτοὺς ἀγαλλιασθῆναι, ἐν πόνους ὑπὲρ Χριστοῦ καὶ βασάνους ὑπέμειναν. Διὰ ταύτην γὰρ τὴν διπλῆν αὐτῶν δόξαν γέγραπται· Ἐν τῇ γῇ αὐτῶν διπλασίονα νεμηθήσονται. (0358C) Καὶ τοῦτο δὲ πρὸ τῆς ἡμέρας τῆς ἀναστάσεως περί τῶν ψυχῶν τῶν δικαίων γέγραπται, ὅτι ἐδόθη αὐτοῖς ἀπὸ μιᾶς στολῆς λευκῆς, καὶ ἐῤῥέθη αὐτοῖς, ὅπως ἀναπαύσωνται ἔτι ὀλίγον καιρὸν, ἕως οὗ πληρωθῇ τὸ μέτρον τῶν συνδούλων καὶ ἀδελφῶν αὐτῶν. Οἵτινες τοίνυν ἀπὸ μιᾶς στολῆς ἔλαβον, διπλᾶς ἐν τῇ κρίσει στολὰς λήψονται. Ἐπειδὴ γὰρ ἀρτίως ταῖς ψυχαῖς καὶ μόνον, τότε δὲ ταῖς ψυχαῖς ὁμοῦ καὶ τοῖς σώμασι τῇ δόξῃ εὐφρανθήσονται.

ΠΕΤΡ. Συντίθημι· ἀλλὰ θέλω γνῶναι ποίῳ τρόπῳ πολλοὶ τελευτῶντες πολλὰ προλέγουσιν;


HOME > '������������������������' in 'Gregorius_I, Dialogi, p77, p0'
324w 1.9809548854828 s