Gregorius_I_cps2, Prolegomena, p22, p0HOME > '������������������������' in 'Gregorius_I, Prolegomena, p22, p0'
>>> Gregorius I, Prolegomena, p22, CAPUT XXII. De fabrica monasterii Tarracinensis per visionem ab eo disposita. hide dictionary links



(PL 66 0173C)

ΓΡΗΓΟΡΙΟΣ. Ἐν ἑτέρῳ καιρῷ τὸν νοῦν πεφωτισμένος πατὴρ Βενέδικτος παρεκλήθη ὑπό τινος πιστοῦ καὶ εὐλαβεστάτου ἀνδρὸς, ὅπως διὰ τῆς αὐτοῦ ἐπιτροπῆς καὶ συνδρομῆς, ἐν τῷ ἑαυτοῦ χωρίῳ πλησίον διακειμένῳ τῆς Τεῤῥακίνων πόλεως, ἵνα ἀποστείλας τινὰς τῶν ἑαυτοῦ μαθητῶν, οἰκοδομήσῃ αὐτόθι μοναστήριον. Καὶ δὴ εἴξας τῇ αὐτοῦ παρακλήσει, καλέσας οὓς ἔδοξεν αὐτῷ ἀποστεῖλαι, ὥρισεν αὐτοῖς, πατέρα καταστήσας δὲ καὶ οἰκονόμον, ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ, οἷς καὶ ὑπέσχετο διαβεβαιούμενος, καὶ λέγων. (0173D) « Ἀπέλθετε ἀδελφοὶ, καὶ τῇδε τῇ ἡμέρᾳ ἐγὼ παραγίνομαι πρὸς ὑμᾶς, καὶ ὑποδεικνύω ὑμῖν ἐν ποίῳ τόπῳ τὸ εὐκτήριον ὀφείλει οἰκοδομηθῆναι, καὶ ἐν ποίῳ τόπῳ τὸ ἀριστητήριον τῶν ἀδελφῶν, καὶ ἐν ποίῳ τόπῳ τὸ εἰς ὑποδοχὴν τῶν ξένων, καὶ τὰ ἄλλα πάντα ἅπερ χρεία παιτεῖ γενέσθαι. (0175A) » Οἵτινες τὴν τοῦ ἁγίου εὐχὴν λαβόντες εὐθέως ἐπορεύθησαν, καὶ συναγαγόντες τὰ Πρὸς τὴν τῆς οἰκοδομῆς χρείαν ἅπαντα, καὶ τὸν τόπον περικαθάραντες ἡτοίμασαν παντα, ἵνα τοῦ τιμίου πατρὸς παραγενομένου κατὰ τὴν οἰκείαν ὑπόσχεσιν τὴν τοῦ κτίσματος διάταξιν ποιήσηται. Τῇ δὲ νυκτὶ ἐκείνῃ ἐπιφωσκούσης τῆς ἡμέρας ἐν τὴν ἑαυτοῦ παρουσίαν ἅγιος καθυπέσχετο, ὤφθη τῷ ἐκεῖσε παρ' αὐτοῦ προβληθέντι ἡγουμένῳ καὶ τῷ οἰκονόμῳ αὐτοῦ, ἐν ὁράματι ὑποδεικνύων αὐτοῖς τοὺς τῆς οἰκοδομῆς τόπους, καὶ σχεδὸν εἰπεῖν πάντα μετὰ ἀκριβείας ἐχρῆν γενέσθαι αὐτόθι διετάξατο αὐτοῖς. Ἀναστάντες οὖν τε ἀββᾶς τῆς μονῆς, καὶ τούτου οἰκονόμος μετὰ φόβου καὶ χαρᾶς μεγάλης θάτερος θατέρωῳ τὴν ὑπὸ τοῦ ἁγίου φανεῖσαν αὐτοῖς ὀπτασίαν διηγήσατο. (0175B) Πιστωθέντες οὖν διὰ τῆς ὑπὸ τοῦ ἀνθρώπου τοῦ Θεοῦ φανείσης αὐτοῖς ὀπτασίας, τε προεστὼς τῆς μονῆς σὺν τohtigr;ι οἰκονόμῳ τὴν τοῦ χριστοφόρου ἀνδρὸς σωματικὴν ἐξεδέχοντο παρουσίαν. Ὡς δὲ παρῆλθε λοιπὸν τῆς ὁρισθείσης προθεσμίας ἡμέρα ἐν ἔδει αὐτὸν πρὸς αὐτοὺς αἰσθητῶς παραγενέσθαι, καὶ τῆς προσδοκίας ἀποτυχόντες, ἐλυπήθησαν σφόδρα. Παραγενόμενοι δὲ πρὸς αὐτὸν τὴν αἰτίαν ᾔτουν μαθεῖν δι' ἣν πρὸς αὐτοὺς οὐ παραγέγονε, καὶ λυπούμενοι ἐνεκάλουν αὐτῷ, λέγοντες· « Πάτερ ὅσιε, καθὼς ὑπέσχου τὴν σὴν ἄφιξιν ἐξεδεχόμεθα, ἵνα ὑποδείξῃς ἡμῖν τὴν τῶν οἰκοδομημάτων τοποθεσίαν. » Πρὸς οὺς τοῦ Θεοῦ φίλος ἀποκριθεὶς, εἶπε « Διατί, ἀδελφοὶ, διατί ταῦτα οὕτω λέγετε πρός με; οὐχὶ καθὼς ὑπεσχόμην παραγέγονα πρὸς ὑμᾶς; » Εκείνων δὲ εἰπόντων, « ὅτι φύσει, πάτερ, οὐ παραγέγονας πρὸς ἡμᾶς, » αὐτὸς ἀπεκρίθη λέγων « Μὴ οὐκ ὤφθην ὑμῖν ἀμφοτέροις καθεύδουσι; καὶ ὑπέδειξα πῶς ὀφείλει τοῦ μοναστηρίου κτισθῆναι τοποθεσία; ἀπέλθετε, καὶ καθὼς διὰ τῆς ὀπτασίας ἐθεάσασθε, καὶ τῇ χειρὶ ὑμῖν ὑπέδειξα, οὕτως οἰκοδομήσατε. » Οἱ δὲ ταῦτα ἀκούσαντες, καὶ λίαν θαυμάσαντες, ἐν τῷ προλεχθέντι χωρίῳ ὑπέστρεψαν, καὶ πάντα τὰ τοῦ μοναστηρίου οἰκοδομήματα, καθὼς διὰ τῆς ὀπτασίας ἐτυπώθησαν, οὕτω καὶ ᾠκοδόμησαν. (0175C)

ΠΕΤΡ. Διδαχθῆναι θέλω ποίᾳ τάξει γενέσθαι δύναται, ἵνα μήκοθεν ἀπέλθῃ ἀπόκρισις πρὸς καθεύδοντας ἄνδρας, ὅπερ οἱ ἅγιοι δι' ὀπτασίαν ἤκουσας καὶ ἐγνώρισαν.

ΓΡΗΓ. Ἵνα τί ἐρευνῶν διστάζεις, Πέτρε, περὶ τοῦ κατὰ τάξιν γεγονότος κεφαλαίου; ἀγνοεῖς ὅτι τοῦ πνεύματος φύσις κινητική ἐστιν ὑπὲρ τὸ σῶμα; ἀληθῶς τῆς γραφῆς μαρτυρούσης ἀκηκόαμεν. (0175D) ὅτι προφήτης Ἀμβακοὺμ ἐκ τῆς Ἰουδαίας ὑψωθεὶς ἄφνω εἰς τὴν τῶν Χαλδαίων γῆν σὺν τῷ ἀρίστῳ ἦν ἑαυτῷ ἑτοιμάσας, πρὸς τὸν προφήτην Δανιὴλ παραγέγονε, καὶ τοῦτον ἐμπλήσας ἐν τῇ Ἰουδαίagr;ι πάλιν ἑαυτὸν εὗρεν; Εἰ οὖν προφήτης Ἀμβακοὺμ ἐκ τοσούτου μεγίστου διαστήματος ὑπὸ Θεοῦ μετάρσιος γεγονὼς, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ σωματικῶς Δανιὴλ τῷ προφήτῃ ἄριστον παραγενόμενος προκεκόμικε, τί θαυμαστὸν εἰ πατὴρ Βενέδικτος διὰ προσευχῆς ἐν πνεύματι ἁγίῳ μετάρσιος γέγονε, καὶ τοῖς δυσὶν ἤγουν τῷ ἡγουμένῳ καὶ τῷ αὐτοῦ οἰκονόμῳ ὤφθη, καὶ περὶ τῆς οἰκοδομῆς τῆς μονῆς διετάξατο, ὃν τρόπον δὲ προφήτης τὴν σωματικὴν τροφὴν ἐπιφερόμενος πρὸς Δανιὴλ τὸν προφήτην σωματικῶς παραγέγονε, τὸν αὐτὸν δὴ τρόπον καὶ πατὴρ Βενέδικτος ἐν πνεύματι πρὸς τοὺς μαθητὰς παραγέγονε, βρῶσιν ἀθάνατον αὐτοῖς ἐπιφερὸμενος, τουτέστι τὴν τῆς μονῆς σύστασιν καὶ οἰκοδομήν;

ΠΕΤΡ. Τῇ δεξιᾷ χειρὶ τῆς ψυχωφελοῦς καὶ σωτηριώδους διηγήσεως ἐκμαξάμενος τὴν ἐν τῇ διανοίᾳ μου ἐνοῦσαν δειλίαν ἀκμάζουσαν τὴν τῆς ἐρωτήσεως προθυμίαν ἀπειργάσω, ἀλλ' ἤθελον γνῶναι ὁποῖος ὑπῆρχεν ἀνὴρ οὗτος ἐν τῇ κοινῇ συντυχίᾳ.


HOME > '������������������������' in 'Gregorius_I, Prolegomena, p22, p0'
626w 4.318452835083 s