Incertus_014_cps2, Vita et institutumHOME > '������������������������������' in 'Incertus_014, Vita et institutum'
hide dictionary links

Vita et institutum

(PL 14 0045)

(0045D)

1. Οὐαλεντινιανὸς μετὰ τελευτὴν Ἰοβιανοῦ τὰ σκῆπτρα τῆς βασιλείας διαδεξάμενος, τὸν ἴδιον ἀδελφὸν Οὐάλεντα (0048A) ἐκ Παιονίας ἀγαγὼν κοινωνὸν ποιεῖται τῆς βασιλείας καὶ τῆς Ἀσίας αὐτῷ παραδοὺς τὰ σκῆπτρα καὶ μέντοι καὶ τῆς Αἰγύπτου. ἑαυτῷ τὴν Εὐρώπην ἀπένειμε, καὶ τὴν Ῥώμην καταλαβὼν, τοὺς ἑσπερίους πάντας ἐπὶ τὴν ἀληθῆ θεογνωσίαν ἐνῆγεν, ἀπὸ τῶν τῆς εὐσεβείας κηρυγμάτων πρῶτον ἀρξάμενος

2. Αὐξεντίου γὰρ ὃς τὴν Ἀρείου μὲν εἰσεδέξατο λώβην, Μεδιολάνων δὲ τὴν ἐκκλησίαν πεπιστευμένος ἐν πλείσταις ἀπεκηρύχθη συνόδοις, τὸν βίον ὑπεξελθόντος, μεταπεμψάμενος τοὺς τῆς ἐπισκοπῆς Οὐαλεντινιανὸς, τοιοῖσδε λόγοις πρὸς αὐτοὺς ἐχρήσατο· ἴστε σαφῶς ἅτε δεῖ τοῖς θείοις λόγοις ἐντετραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον· καὶ ὡς οὐ χρὴ λόγῳ μόνον, ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν, καὶ πάσης ἀρετῆς ἀρχέτυπον ἑαυτὸν προτιθέναι, καὶ μαρτυρίαν ἔχειν (0048B) τῆς διδασκαλίας, τὴν πολιτείαν τοιοῦτον οὖν καὶ νῦν τοῖς ἀρχιερατικοῖς ἐγκαθιδρύσατε θρόνοις, ὅπως ἂν καὶ ἡμεῖς οἱ τὴν βασιλείαν ἰθύνοντες εἰλικρινῶς αὐτῷ τὰς ἡμετέρας ὑποκλίνωμεν τὰς κεφαλὰς καὶ παρ' ἐκείνου γενομένους ἐλέγχους, ὡς ἰατρικὴν ἀσπαζώμεθα θεραπείαν· ἀνθρώπους γὰρ ἡμᾶς ὄντας καὶ προσπταίειν πάντως ἀνάγκη.

3. Ταῦτα τοῦ εὐσεβοῦς βασιλέως Οὐαλεντινιανοῦ εἰρηκότος, σύνοδος αὐτὸν ἠξίου ψηφίσασθαι, σοφόντε ὄντα καὶ εὐσεβείᾳ κοσμούμενον· δὲ, μεῖζον καθ' ἡμᾶς, ἔφησεν, τὸ ἔγχείρημα· ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι χάριτος, καὶ τὴν αἴγλην ἐκείνην εἰσδεδεγμένοι, ἄμεινον ψηφιεῖσθε· οὗτοι μὲν οὖν ἐξελθόντες καθ' ἑαυτοὺς ἐβουλεύοντο· οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες κατεστασίαζον, (0048C) οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προβληθῆναι φιλονεικοῦντες· οἱ μὲν γὰρ τὰ Αὐξεντίου νοσοῦντες τοὺς ὁμόφρονας ἐψηφίζοντο· οἱ δὲ ὑγιαινούσης μοίρας, ὁμογνώμονα πάλιν ἐζήτουν ἔχειν ἀρχιερέα.

θεῖος τοίνυν Ἀμβρόσιος ἐν τῂ Ῥωμαίων διαπρέπων συγκλήτῳ, μετὰ πολλὰς καὶ ἄλλας ἀξιωμάτων ἀρχὰς, τὴν Ἰταλῶν κατ' ἐκεῖνο καιροῦ ἡγεμονίαν, παρὰ Κωνσταντίνου καὶ Κώνσταντος τῶν εὐσεβῶν βασιλέων πεπίστευτο, ἀνὴρ καθαρὸς μὲν τὸν βίον, καὶ ἀρετῆς ἐραστὴς εὐδόκιμος δὲ καὶ λόγοις καὶ ἔργῳ· σοφίας δὲ τῆς τῶν θείων γραφῶν τρόφιμος, εἰ καὶ ἀμύητος ἦν ἔτι, ἀλλὰ καὶ πειθοῖ τῇ ἑλληνικῇ καὶ μούσῃ γεγυμνασμένος, δικαίως τε κρίνων καὶ ὑγιῶς, καὶ πράξεως πονηρᾶς ἁπάσης ἀκριβὴς ἔλεγχος.

(0048D)

4. Οὗτος ταύτην μαθὼν τὴν στάσιν, καὶ δείσας μή τι νεώτερον γένηται, σὺν τάχει πολλῷ τὴν ἐκκλησίαν καταλαβὼν, ἀμφοτέροις τὰς ταραχὰς κομίζει τοῖς μέρεσιν· οἱ δὲ, τῆς φιλονεικίας ἐκείνης παυσάμενοι, κοινὴν ἀφῆκαν φωνὴν, αὐτὸν τὸν μακάριον Ἀμβρόσιον προχειρισθήναι ποιμένα ἑαυτοῖς ἐξαιτοῦντες· ὧν βασιλεὺς ἀκούσας, προσέταξεν αὐτίκα καὶ χειροτονηθῆναι τοῦτον τὸν ἀξιέπαινον ἄνδρα· ᾔδει γὰρ αὐτοῦ πάσης μὲν στάθμης εὐθυτέραν τὴν γνώμην· παντὸς δὲ κανόνος ἀκριβεστέρας τὰς ψήφους· ὑπέλαβε δὲ καὶ θείαν εἶναι τὴν ψῆφον, ἐκ τὴς τῶν τἀναντία φρονοῦντων τοῦτο τεκμαιρόμενος συμφωνίας.

(0049A)

5. Ἐπεὶ δὲ καὶ τὴς τοῦ παναγίου βαπτίσματος Ἀμβρόσιος ἀπέλαυσε δωρεᾶς, καὶ τὴν ἀρχιερατικὴν ἐδέξατο χάριν, τοῦτον πάντα ἄριστος βασιλεὺς προσενηνοχέναι λέγεται τῷ σωτῆρι καὶ δεσπότῃ τὸν ὕμνον· καὶ γὰρ τοῖς γεγενημένοις παρῆν· χάρις σοι δέσποτα παντοκράτορ καὶ σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν ἐνεχείρησα σώματα, σὺ δὲ ψυχάς· καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας·

6. Ἐπειδὴ δὲ ὀλίγων διελθουσῶν ἡμερῶν θεῖος τοῦτος Ἀμβρόσιος σὺν παρρησίᾳ μείζονι τῷ βασιλεῖ διαλεγόμενος. ἐμέμψατο τοῦτον οἷα μὴ καλῶς ὑπὸ τῶν ἀρχόντων πραγμάτων τινῶν γεγενημένων· βασιλεύς· ἔγωγε, ἔφη, ταύτην σου καὶ πάλαι ᾔδειν τὴν παῤῥησίαν· καὶ σαφῶς ἐπιστάμενος, οὐ μόνον οὐκ ἀντεῖπον, ἀλλὰ καὶ σύμψηφος τῇ χειροτονίᾳ γεγένημαι· ἰάτρευε γοῦν. ὡς (0049B) θεῖος ὑπαγορεύει νόμος, τὰ τῶν ἡμετέρων ψυχῶν πλημμελήματα.

7. Ταῦτα μὲν οὖν ἐν Μεδιολάνῳ Οὐαλεντινιανὸς μέγας καὶ εὐσεβὴς βασιλεὺς καὶ εἰπὼν καὶ δράσας. καλῶς τὲ διαθέμενος τὴν βασιλείαν, καὶ ὀρθοδοξίᾳ διαλάμψας, ἐπὶ ἕκτῳ καὶ δεκάτῷ ἐνιαυτῷ τῆς ἀρχῆς, καταλύει τὸν βίον· διαδόχους δὲ τοὺς παῖδας, Γρατιανὸν καὶ Οὐαλεντινιανὸν καταλείπει τὸν νέον· Οὐάλεντος ἤδη τῆς ἀνατολῆς τοῦ ἀδελφοῦ βασιλεύοντος· ὃς δήπου καὶ τῆς αἱρέσεως Ἀρειανοῖς ἐκοινώνει· συμβαλὼν δὲ μετὰ τῶν Γότθων πόλεμον, καὶ ἡττηθεὶς, μὲν, εἰς ἀχυρῶνα καταφυγὼν, ὑπὸ πυρὸς ἐν αὐτῷ ἀνηλώθη· εἰς Γρατιανὸν δὲ, Οὐαλεντινιανοῦ μὲν υἱὸν, Οὐάλεντος δὲ ἀνεψιὸν, πᾶσα Ῥωμαίων ἡγεμονία μετέπεσε· πρῶτα μὲν γὰρ τὰ τῆς Εὐρώπης, ἀλλὰ μὴν καὶ τὰ τὴς δύσεως ἀπάσης σκῆπτρα ὑπὸ τοῦ πατρὸς παρειλήφει· (0049C) ἔπειτα καὶ τὴν Ἀσίαν καὶ τὰ λειπόμενα τῆς Λιβύης, ἄπαιδος τοῦ Οὐάλεντος ἀναιρεθέντος· εὐσεβὴς δὲ ὢν κατὰ τὸν πατέρα, τοὺς ἐπισκόπους ἐκ τῆς φυγῆς ἀνεκαλέσατο πάντας ὁσους Οὐάλης διὰ τὴν Ἀρειάνων αἵρεσιν ὑπερορίους ἐποιήσατο, καὶ τῆς πατρίδος ἀπεληλάκει Γρατιανὸς δὲ τὴν Θράκην ληϊζομένην ὑπὸ τὸν Οὐάλεντα καταγωνισαμένων βαρβάρων μαθὼν, τὴν Ἰταλίαν ἀπολιπὼν, εἰς τὴν Παιονίαν ἀφίκετο.

8. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ Θεοδόσιος ἀπό τε τῆς τῶν προγόνων περιφανείας, ἀπό τε τῆς αὐτοῦ γενναιότητος, ὀνομαστότατος ἦν, καὶ ὑπὸ τοῦ φθόνου τῶν (0049D) ὁμοτίμων βαλλόμενος, ἐν ταῖς Ἱσπανίαις διέτριβεν· ἐν ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη· ἀπορῶν δὴ οὖν βασιλεὺς Γρατιανὸς τι χρῆ δράσαι· φυσηθέντες γὰρ ἐκ τῆς νίκης οἱ βάρβαροι δύσμαχοί τε ἦσαν καὶ ἐνομίζοντο· τὴν Θεοδοσίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν· καὶ παραυτίκα ἐκ τῆς Ἰβηρίας, καὶ Ἱσπανία καλεῖται, τὸν ἄνδρα μεταπεμψάμενος, στρατηγόν τε χειροτονήσας, μετὰ στρατιᾶς τῆς συνειλεγμένης ἐκπέμπει· δὲ ἀμάχῳ ὅπλῳ, τῇ ὁρθοδοξίᾳ πεφραγμένος, τεθαῤῥηκότως ἐπὶ τούς ἀντιπάλους ἐχώρει· καὶ τῆς Θράκης ἐπιβὰς, καὶ πόλεμον μὲν ἀνακράτως ἐνίκα· οἱ βάρβαροι δὲ, οὐδὲ τὴν πρώτην εὐθὺς ἐνεγκόντες, ἐφυγόντο ὁμοῦ πάντες· καὶ πολὺς αὐτῶν ἐγένετο φόνος, οὐκ ὑπὸ Ῥωμαίων μόνον, ἀλλ' ἤδη καὶ ὑπὸ (0052A) σφῶν αὐτῶν· ὅσῳ γὰρ πλείους ἦσαν, τοσούτῳ βλαπτοντες ἑαυτοὺς μᾶλλον τοὺς πολεμίους ἐφαίνοντο·

9. Οὕτω τοίνυν ἁπάντων τῶν σχεδὸν ἀνῃρημένων· ὀλίγοι λαθεῖν δυνηθέντες διαβαίνουσι τὸν Ἴστρον· ἡσθεὶς δὲ βασιλεὺς Γρατιανὸς ὡς ἄριστα Θεοδόσιον στρατηγὸν ψηφισάμενος, βασιλέα τε αὐτὸν εὐθὺς ἀποδείκνυσι, καὶ τὰ σκῆπτρα τῆς Οὐάλεντος ἀρχῆς ἐγχειρίζει· καὶ αὐτὸς μὲν ἐπὶ τὴν Ἰταλῶν διαβαίνει, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν ἡγεμονίαν ἐκπέμπει· τὴν βασιλείαν τοίνυν παραλαβὼν Θεοδόσιος, τῆς τῶν ἐκκλησιῶν ὡς ἔνι μάλιστα ἐπεμέλετο συμφωνίας, καὶ τοὺς τῆς οἰκείας ἡγεμονίας ἐπισκόπους, εις τὴν Κωνσταντίνου συνδραμεῖν παρηγγύησεν· αὕτη γὰρ μόνη τῆς ἀρειανικῆς ἐμπέπληστο λώβης. τὰ γὰρ πρὸς ἑσπέραν τῆς νόσου ἐλεύθερα ἦν· Κωνσταντίνου γὰρ καὶ Κώνσταντος τῶν Κωνσταντίνου τοῦ μεγάλου υἱῶν τὴν (0052B) πατρῴαν πίστιν ἀκήρατον διασωσαμένων, καὶ Οὐαλεντινιανοῦ πάλιν τὴν οἰκείαν μὴ προδόντος εὐσεβείαν, τὸ ἑῷον τμῆμα πολλαχόθεν τὴν λώβην ταύτην ἐδέξατο ἀπὸ Ἀλεξανδρείας πρότερον ἀρξαμένην, καὶ ἐπὶ τὰ πρόσω χωρήσασαν.

10. Ταῦτα μὲν ἔτι Γρατιανοῦ περιόντος ἐγένετο· ἐπειδὴ δὲ ἐκεῖνος ἔν τε πολέμοις ἀριστεύων, καὶ τὰς πόλεις σωφρόνως τε καὶ δικαίως ἰθύνων, ἐξ ἐπιβουλῆς ἐτελεύτησε, παῖδας μὲν οὐ καταλιπὼν κληρονόμους τῆς βασιλείας, ἀδελφὸν δὲ κομιδῇ νέον ὁμόνυμον τοῦ πατρός διάδοχον τῆς ἀρχῆς ἀποφῄνας· Μάξιμός τις τῆς Οὐαλεντινιανοῦ καταφρονήσας ἡλικίας, αὐτὴν ἁρπάζει τὴν τῆς ἑσπέρας ἠγεμονίαν.

(0052C)

11. Κατ' ἐκεῖνον δὲ τὸν χρόνον Ἰουστίνα, Οὐαλεντινιανοῦ μὲν σύζυγος τοῦ μεγάλου, τοῦ δὲ νέου μήτηρ, πάλαι τῆς ἀρειανικῆς διδασκαλίας ἐδέξατο σπέρματα, δῆλα τῷ παιδὶ πεποιήκει. τοῦ μὲν γὰρ ὁμοζύγου τὸ θερμὂν περὶ τὴν ὀρθόδοξον πίστιν ἐπισταμένη, λαθεῖν ἅπαντα τὸν χρόνον ἐσπούδασεν· τοῦ δὲ παιδὸς τὸ τῶν φρενῶν ἀπαλὸν εἰδυῖα καὶ εὐπαράγωγον, προσενεγκεῖν τὴν ἐξαπάτην ἐθάῤῥησεν· δὲ τῆς μητρὸς τὰς ὑποθήκας ὀνησιφόρους ὑπολαβὼν, καὶ πρὸς τὸ τῆς φύσεως ἀπιδὼν δέλεαρ, ἀθρόον ἐμπίπτει τῇ πάγῃ· μέγας τοίνυν Ἁμβρόσιος πᾶσαν μὲν καὶ πρώην ἀρειανικὴν πλάνην ἐκ μέσης Ἰταλίας ποιήσας, ἐπειδὴ καὶ τὸν νέον Οὐαλεντινιανὸν περιπεσεῖν αὐτῇ μάθοι, ἔσπευδεν, ὡς οἷόντε, τὴν τοῦ νέου ψυχὴν αὐτῆς ἀπαλλάξαι· καὶ ὃς τὸν ἄνδρα ὅσα καὶ ἀντίπαλον (0052D) ὑπεβλέπετο, καὶ ὥσπερ ἂν εἰ πρὸς ὁμολογούμενον πολέμιον παρεσκεύαστο.

12. δὲ, τῆς τοῦ πατρὸς αὐτὸν ἀνεμίμνησκεν εὐσεβείας, καὶ ὃν παρειλήφει κλῆρον, ἄσυλον φυλάττειν ἠξίου· ἐδίδασκε δὲ καὶ τὴν τῶν δογμάτων διαφορὰν, καὶ ὅπως πάντα μὲν τῇ τοῦ κυρίου διδασκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων συμβαίνει κηρύγμασι· τὰ δὲ ἄντικρύς ἐστι τῇ πνεύματικῇ νομοθεσίᾳ μαχόμενα· δὲ νέος οἷα δὴ νέος, καὶ παρὰ μητρὸς ἠπατημένης θελγόμενος, οὐ μόνον οὐ προσίετο τὰ λεγόμενα παρὰ τοῦ ἀρχιερέως, ἀλλὰ καὶ θυμοῦ πλήρης ἐγίνετο, καὶ λόγοις ὠπλίζετο, καὶ πελτασταῖς τοὺς ἐκκλησιαστικοὺς περιβόλους ἐκύκλου.

(0053A)

13. Ἐπειδὴ δὲ τὸν μέγιστον ἐκεῖνον ἀριστέα τὸν θεῖον Ἀμβρόσιον οὐδὲν ἐφόβησε τῶν ὑπ' αὐτοῦ γενομένων· μορμολύκια γὰρ αὐτὰ ἡγεῖτο παῖδων, χαλεπῄνας ἀνέδην ἐκεῖνος τῶν ἱερῶν ἔξω προβῆναι θυρῶν τὸν ἄνδρα ἐκέλευσεν. δὲ, Ἑκὼν μὲν, ἔφη, τοῦτο δρᾶσαι καὶ προδοῦναι τοῖς λύκοις τὴν τῶν προβάτων σηκὸν μέχρις αἵματος οὐκ ἄνεξομαι. ἀλλὰ εἴ σοι δοκεῖ ἀνελεῖν ἔνδον ἐπένεγκέ μοι, φησὶ, τὸ ξίφος τὴν αἰχμὴν, ὡς ἠδιστάτην τοιαύτην σφαγὴν ἐγὼ δέξομαι· καὶ ταῦτα μὲν θεῖος Ἀμβρόσιος.

14. Χρόνου δὲ συχνοῦ τριβομένου, ἐμεμάθηκε μὲν Μάξιμος τὰ κατὰ τοῦ μεγαλοφώνου κήρυκος τῆς ἀληθείας τολμώμενα· ἐπιστέλλει δὲ Οὐαλεντινιανῷ, τὸν κατὰ τῆς (0053B) εὐσεβείας πόλεμον καταλῦσαι παρεγγυῶν, καὶ παραινῶν μὴ πρόεσθαι τὴν πατρῴαν εὐσεβειαν· εἰ δὲ μὴ πείθοιτο, βαρύτατον αὐτῷ πόλεμον ἠπείλει· καὶ μέντοι καὶ τὴν στρατίαν ἐγείρας, ἐπὶ τὴν Μεδιολάνων ἐχώρει· τῷδε γὰρ Οὐαλεντινιανὸς ἐλέγετο διατρίβειν· δὲ, τὴν ἐκείνου μαθὼν ἐξοδὸν, εἰς Ἰλλυρίους ᾤχετο φεύγων, αὐτῇ πείρᾳ μαθὼν ὁποῖον ἄρα τὴς μητρικῆς ἀπὤνατο συμβουλίας.

15. βασιλεὺς δὲ Θεοδόσιος τά τε κατὰ τὸν νέον πυθόμενος Οὐαλεντινιανὸν, καὶ ὅσα πάλιν Μαξιμος πρὸς αὐτὸν ἐπέστειλε, γράφει τῷ πεφευγότι νέῳ, μὴ χρῆναι θαυμάζειν, εἰ τῷ μὲν βασιλεῖ τὸ δέος, τῷ δὲ τυράννῳ τὸ κράτος συνέζευκται· τῇ γὰρ εὐσεβείᾳ, φησὶ, πεπολέμηκε (0053C) μὲν βασιλεύς, δὲ τύραννος ἐπεκούρησε, καὶ μὲν αὐτὴν προιέμενος ἀποδιδράσκει γυμνός· δὲ ταύτῃ καθωπλισμένος τοῦ γεγυμνωμένου κρατεῖ· τῇ γὰρ εὐσεβείᾳ καὶ ταύτης νομοθέτης συνέστηκε.

16. Ταῦτα μὲν οὗν ὡς ποῤῥωτάτω διάγων ἐπέστειλεν· ἐπειδὴ δὲ εἰς ἐπικουρίαν ἀφίκοιτο, καὶ τὴν μὲν οἰκείαν καταλελοιπότα βασιλείαν, εἰς δὲ τὴν αὐτοῦ παραγενόμενον ἴδοι· πρῶτα μὲν τῇ ψυχῇ τὴν θεραπείαν προσήνεγκε, καὶ τὴν ἐπιγενομένην τῆς ἀσεβείας ἐξείλετο νόσον, καὶ εἰς τὴν πατρῴαν εὐσεβείαν ἐπανήγαγεν· εἶτα θαῤῥεῖν παρεγγυήσας, καὶ τῷ μὲν τυράννῳ ἐπιστρατεύσας, τῷ μέν ἀναιμωτὶ παραδίδωσι τὴν βασιλείαν, τὸν δὲ τύραννον ἀναιρεῖ, ἀδικεῖν γὰρ ὑπέλαβε τὰς πρὸς Γρατιανὸν γενομένας συνθήκας, εἰ μὴ ποινήν τινα τῆς σφαγῆς τοὺς ἀνελόντας (0053D) εἰσπράξοιτο· οὗτος δὴ οὖν πιστότατος βασιλεὺς καὶ κατὰ τῆς ἑλληνικῆς ἀπάτης σπουδὴν εἰσενέγκατο πᾶσαν, καὶ νόμους ἐξέθετο, τὰ τῶν εἰδώλων τεμένη καταλυθῆναι κελεύων.

17. Κωνσταντῖνος μὲν γὰρ μέγας, πάσης ἀξιώτατος εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας, καὶ τὴν οἰκουμένην ἔτι μεμῃνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευσε· τοὺς δὲ τούτων ἀφῆκε ναοὺς, ἀβάτους εἶναι τῷ παντὶ προστάξας· καὶ μέντοι καὶ οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκολούθησαν ἴχνεσιν· Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσεβείαν καὶ τῆς παλαιᾶς ἀπάτης σφοδρότερον ἀνῇψε τὴν φλόγα· τὴν βασιλείαν δὲ παραλαβὼν Ἰοβιανὸς, πάλιν τὴν τῶν εἰδώλων διεκώλυσε (0056A) θεραπείαν· καὶ Οὐαλεντινιανὸς δὲ μέγας τοῖς αὐτοῖς κεχρημένος νόμοις, ἴθυνε τὴν Εὐρώπην· δὲ Οὐάλης πᾶσι μὲν τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν βούλοιντο, καὶ τὰ θρησκευόμενα θεραπεύειν· μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων· πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον, καὶ τὸ ἐπιβώμιον ἥπτετο πῦρ· καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὰς ἀγορὰς ἐπετέλουν· καὶ οἱ τὰ Διονύσου ὄργια τετελεσμένοι, μετὰ τῶν αἰγίδων ἔτρεχον τοὺς κύνας ἐπισπῶντες, καὶ μεμῃνότες, καὶ βακχεύοντες, καὶ τἄλλα δρῶντες, τὴν τοῦ διδασκάλου πονηρίαν ἐδήλου.

18. Θεοδόσιος δὲ, πιστότατος βασιλεὺς, ταῦτα περιεῖλε (0056B) πάντα ὥσπερ ἂν εἰ μηδὲ τὴν ἀρχὴν γεγονότα, καὶ πλείω χριστιανοῖς ἀντεισηνέγκατο ἕτερα· ἀλλὰ γὰρ τοῦ κοινοῦ τῶν ἀνθρώπων ἄνωθεν πολεμίου τὰς ἄρκυς διαφυγεῖν ἁπάσας οὐ ῥᾴδιον· πολλάκις γάρ τις διαδράσας τῆς ἀσελγείας τὸ πάθος, τῇ τῆς πλεονεξίας ἴσως ἁλίσκεται παγίδι· εἰ δὲ καὶ ταύτης κρείττων φανείη, ἑτέρωθεν ὑποφύεται πάλιν τοῦ φθόνου τὸ βάραθρον. κᾂν τοῦτο δὲ πάλιν ὑπερπηδήσει, τὸ τοῦ θυμοῦ δίκτυον εὑρήσει προκείμενον. καὶ ἄλλας δὲ μυρίας τοῖς ἀνθρώποις τίθησι παγίδας πονηρὸς, ἀγρεύων εἰς ὄλεθρον, καὶ τὰ μὲν πάθη τοῦ σώματος ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομέναις ὑπ' αὐτοῦ μηχαναῖς· μόνος δὲ ἐγρηγορὼς νοῦς περιγίνεται τῇ περὶ τὰ θεῖα τροπῇ τῶν μηχανημάτων διελέγχων τὴν κακουργίαν· τῆς ἀνθρωπείας δὴ οὖν φύσεως καὶ θαυμάσιος βασιλεὺς μετασχὼν οὗτος. οὐδὲ τῶν ἐκείνης (0056C) παθῶν ἄγευστος ἔμεινεν· ἀλλὰ τις ἀμετρία τῷ δικαῖῳ θυμῷ προσγενομένη, ἀπηνές τι ὤδινε καὶ παράνομον, ὥσπερ δὴ οὖν αὐτίκα ῥηθήσεται· οὐ γὰρ κατηγορίαν ἔχει μόνον τοῦ θαυμάστου βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης ἀξιωτάτην, καὶ μάλιστα τὴν τοῦ γενναίου τούτου Ἀμβροσίου διαδεχθεῖσαν ἐνταῦθα παῤῥησίαν, καὶ τὸν πολὺν ἐκεῖνον περὶ τὴν εὐσεβείαν ἐκέχρητο ζῆλον· δηλώσει δ' οὖν ὅμως λόγος.

19. Θεσσαλονίκη πόλις ἐστὶ μεγάλη καὶ πολυάνθρωπος τελοῦσα μὲν εἰς Μακεδόνας· ἡγουμένη δὲ καὶ Θετταλίας καὶ Ἀχαϊας καὶ ἄλλων πολλῶν ἐθνῶν. ὅσα ὑπὸ τῷ τῶν (0056D) Ἰλλυριῶν ὑπάρχῳ κεῖται· στάσεως τοίνυν ἐν αὐτῇ γενομένης, κατελεύσθησάν τε καὶ κατεσύρησαν τῶν ἀρχόντων τινὲς, καὶ τὸν βίον αἴσχιστα οὕτω κατέστρεψαν· οὖν βασιλεὺς ταῖς τῶν συμβάντων ἀγγελίαις ἁναφλεγεὶς. οὐκ ἤνεγκε πρᾴως· ἀλλὰ πάντα θυμὸν κατὰ πάντων ἀφεὶς, καὶ ἄδικα ξίφη γυμνώσας τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων ἀνεῖλεν, ἐπτὰ χιλιάδας, λέγεται, μὴ δὲ μιᾶς αὐτῷ κρίσεως ἡγησαμένης.

20. Ταύτην μαθὼν τὴν δακρύων γέμουσαν συμφορὰν μέγας Ἀμβρόσιος, ἀφικόμενον εἰς τὴν Μεδιολάνων τὸν βασιλέα, καὶ συνήθως εἴσω τοῦ θείου παρελθεῖν βουληθέντα ναοῦ, πόῤῥωθεν προϋπαντήσας, οὐδὲ τῶν ἱερῶν (0057A) εἴασε πυλῶν ἐπιβῆναι, Οὐκ οἶσθα, λέγων, ὡς ἔοικεν, βασιλεῦ, τῆς εἰργασμένης μιαιφονίας τὸ μέγεθος· οὐδὲ μετὰ τὴν τοῦ θυμοῦ λῆξιν, λογισμὸς ἐπέγνω τὸ τολμηθέν· οὐκ ἐᾷ γὰρ ἴσως τῆς βασιλείας δυναστεία ἐπιγνῶναι τὴν ἁμαρτίαν, ἀλλ' ἐπιπροσθεῖ ἐξουσία τῷ λογισμῷ χρὴ μέντοι τὴν φύσιν εἰδέναι, καὶ τὸ ταύτης θνητόν τε καὶ διαῤῥέον, καὶ τὸν πρόγονον χοῦν ἐξ οὗ γεγόναμεν, καὶ εἰς ὃν ἀποῤῥέομεν, κα ;ὶ μὴ τῷ ἄνθει τῆς ἀλουγρίδος ἀποβουκολουμένην, ἀγνοεῖν τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν· ὁμοφυῶν ἄρχεις, βασιλεῦ, καὶ μὲν δὴ καὶ ὁμοδούλων· εἷς γὰρ πάντων δεσπότης καὶ βασιλεὺς τῶν ὅλων δημιουργός· ποίοις τοίνυν ὀφθαλμοῖς ὄψεις τὸν τοῦ κοινοῦ δεσπότου νεών; ποίοις δὲ ποσὶ τὸ ἔδαφος ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς θερμοῦ ἔτι σταζούσας αἵματος; πῶς τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ (0057B) δεσπότου τὸ πανάγιον σῶμα; πῶς δὲ καὶ τῷ στόματι προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσούτων διὰ τὸν θυμὸν παρανόμως αἷμα ἐκχέας; ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν, καὶ δέχου τὸν δεσμὸν θεὸς τῶν ὅλων δεσπότης ἄνωθεν γίνεται σύμψηφος· ἰατρικὸς δὲ οὗτος καὶ ὑγιείας σοι πρόξενος, εἰ μή που ἀθεράπευτα πάσχειν προῃρήσω. (0057A)

21. Τούτοις εἴξας βασιλεὺς τοῖς λόγοις· τοῖς γὰρ θείοις νόμοις ἐντεθραμμένος ὢν ᾔδει σαφῶς τίνα μὲν τῶν ἱερέων, τίνα δὲ τῶν βασιλέων ἴδια· στένων ὁμοῦ καὶ δακρύων ἐπανῆλθεν εἰς τὰ βασίλεια. Ὀγδόου δὲ παρελθόντος ἐξ ἐκείνου μηνὸς· ἧκεν μὲν τοῦ σωτῆρος ἠμῶν γενέθλιος (0057C) ἑορτή· καθῆστο δὲ πρὸς τοῖς βασιλείοις βαρύτατα πενθῶν Θεοδόσιος· τοῦτο Ῥουφῖνός τις μάγιστρος τηνικαῦτα ἰδὼν, προσελθὼν, οἷα δὲ χρηστὸς αὐτῷ καὶ συνήθης, ἐπυνθάνετο τὴν αἰτίαν· δὲ πικρὸν ἀνοιμώξας, καὶ θερμότερον προχέας τὸ δάκρυον, Σὺ μὲν, Ῥουφῖνε, παίζεις, ἔφη· τῶν γὰρ ἐμῶν οὐκ ἐπαισθάνῃ κακῶν· ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι, τὴν ἑμαυτοῦ συμφορὰν ἀναλογιζόμενος, ὅπως τοῖς μὲν οἰκέταις καὶ τοῖς προσαίταις ἀνέωκται θεῖος νεὼς, καὶ εἰσίασι ἀδεῶς, καὶ τὸν οἰκεῖον ἀντιμολοῦσι δεσπότην· ἐμοὶ δὲ, καὶ αὐτὸς ἄβατος, καὶ πρὸς τοῦτο οὐρανὸς ἀποκέκλεισται· μέμνημαι γὰρ τῆς δεσποτικῆς φωνῆς, ἂν δήσητε, λεγούσης, ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον καὶ ἐν τοῖς οὐρανοῖς.

(0057D)

22. δὲ Ῥουφῖνος ὑπουργῆσαι τῷ βασιλεῖ τὰ πρὸς θεραπείαν βουλόμενος, καὶ χάριν εὔκαιρον παρασχεῖν· Δραμοῦμαι, εἴ σοι δοκεῖ, ἔφη, καὶ τὸν ἀρχιερέα πείσω πολλὰ φησὶν, δεηθεὶς λῦσαί σε τῶν δεσμῶν· ἀλλ' οὐ πεισθήσεται, ἔφη βασιλεὺς. οἶδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον· οὐ γὰρ αἰδεσθεὶς τῆς βασιλείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεταί ποτε νόμον· ἐπειδὴ δὲ καὶ ἄλλοις πλείοσι χρησάμενος Ῥουφῖνος λόγοις πείσειν ὑπέσχετο τὸν μέγαν Ἀμβρόσιον· ἀπελθεῖν αὐτὀν βασιλεὺς κατὰ τάχος ἐκέλευεν, καὶ αὐτὸς δὲ ὑπὸ τὴς ἐλπίδος δελεασθεὶς, ἠκολούθησε μετὰ βραχὺ ταῖς ὑποσχέσεσι τοῦ Ῥουφίνου πιστεύσας· αὐτίκα γοῦν τὸν Ῥουφῖνον θεῖος Ἀμβρόσιος, Τὴν τῶν κυνῶν, ἔφη, ἀναίδειαν Ῥουφῖνε, ζηλοῖς· καὶ οὔτε ἐρυθριᾷς οὕτε δέδιας τοσοῦτον (0060A) κατὰ τῆς θείας λυττήσας εικόνος; ἐπειδὴ δὲ Ῥουφῖνος ἠντιβόλει, καὶ τὸν Βασιλέα μετὰ μικρὸν ἥξειν ἔλεγεν· ὑπὸ τοῦ θείου ζήλου πυρποληθεὶς θεῖος Ἀμβρόσιος· Ἐγὼ, ἔφη, Ῥουφῖνε, φημὶ, ὄτι κωλύσω τῶν ἱερῶν αὐτὸν ἐπιβῆναι προθύρων· εἰ δέ γε εἰς τυραννίδα τὴν βασιλείαν μεθίστησι, δέξομαι κᾀγὼ μεθ' ἡδονῆς τὴν σφαγὴν.

23. Τούτων Ῥουφῖνος ἀκούσας, μηνύει τε αὐτίκα διά τινος τῷ βασιλεῖ τὴν τοῦ ἀρχιερέος γνώμην, καὶ μένειν εἴσω τῶν βασιλείων παρῄνεσεν· δὲ βασιλεὺς ἤδη κατὰ μεσὴν τὴν ἀγορὰν ταῦτα μαθὼν. Ἄπειμι, ἔφη, καὶ τὰς δικαίας δέξομαι παροινίας· ἐπειδὴ δὲ τοὺς ἱεροὺς περιβόλους κατέλαβεν, εἰς μὲν τὸν θεῖον οὐκ εἰσεληλύθει νεών· ἐν (0060B) δὲ τῷ ἁσπαστικῷ οἴκῳ καθῆστο, ἐκλιπαρῶν τῶν δεσμῶν ἀπολυθῆναι.

24. δὲ τυραννικὴν ἐκάλει τὴν παρουσίαν, καὶ κατὰ θεοῦ μεμηνέναι τὸν Θεοδόσιον ἔλεγε, καὶ τοὺς ἐκείνου νόμους πατεῖν· δὲ βασιλεὒς ἐν συντριβῇ καρδίας καὶ πνεύματι ταπεινώσεως, Οὐ θρασύνομαι, ἔφη, κατὰ τῶν κειμένων νόμων, οὐδὲ παρανόμως ἐπιβῆναι τῶν ἱερῶν προθύρων ἐφιέμαι· ἀλλά σέ μοι λῦσαι τὸν δεσμὸν ἀξιῶ, καὶ τὴν τοῦ κοινοῦ δεσπότου φιλανθρωπίαν λογίσασθαι, καὶ μὴ κλεῖσας μοι θύραν, ἣν πᾶσι τοῖς μεταμελείᾳ χρωμένοις δεσπότης ἀνέῳξε· καὶ ἀρχιερεὺς. Ποίαν οὐν, ἔφη, μεταμέλειαν ἔδειξας μετὰ τοιαύτην παρανομίαν; ποίοις δὲ φαρμάκοις τὰ δυσίατα ἐθεράπευσας τραύματα; καὶ βασιλεὺς ἐν συντετριμμένῳ πνεύματι αὖθις, Σὸν (0060C) ἔργον, ἔφησε, πάντως, καὶ δεῖξαι. καὶ κεράσαι τὰ φάρμακα· τότε θεῖος Ἀμβρόσιος, Ἐπειδὴ τῷ θυμῷ δικάζειν ἐπιτρέπεις, ἔφη, καὶ οὐκ λογισμὸς τὴν γνῶσιν. ἀλλὰ θυμὸς ἐκφέρει· γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς ποιοῦντα καὶ περιττὰς, καὶ τριάκοντα ἡμέρας αἱ φονικαὶ καὶ δημεστικαὶ μενέτωσαν γνώσεις ἐν γράμμασι, τὴν τοῦ λογισμοῦ προσδεχόμεναι κρίσιν· διελθουσῶν δὲ τῶν τριάκοντα ἡμερῶν, οἱ τὰ ἐγνωσμένα γεγραφότες. δεικνύτωσαν αὐτὰ, καὶ τηνικαῦτα τοῦ θυμοῦ πεπαυμένου, καθ' ἑαυτὸν δικάζων λογισμὸς ἐξεταζέτω τὰ ἐγνωσμένα, καὶ σκεπτέσθω ἆράγε δίκαια, μὴ οὕτως ἔχοντα εἶεν· εἰ μὲν οὖν ἄδικα εὕροι, διαῤῥηγνύτω τὰ γεγραμμένα, καὶ τὴν ψῆφον ἄκυρον ποιείτω· εἰ δὲ δίκαια, μένοι οὕτω, καὶ τῶν τριάκοντα ἡμερῶν ἀριθμὸς οὐ λυμανεῖται τοῖς ὀρθῶς ἐγνωσμένοις.

(0060D)

25. Ταύτην βασιλεὺς δεξάμενος τὴν εἰσήγησιν, καὶ ἄριστα ἔχειν ὑπολαβὼν, εὐθὺς γραφῆναί τε τὸν νόμον ἐκέλευσε, καὶ τοῖς οἰκείας χειρὸς ἐβεβαίωσε γράμμασι· τούτου δὲ γενομένου, διέλυσε τὸν δεσμὸν θεῖος Ἀμβρόσιος, καὶ βασιλεὺς εἴσω θαῥῥήσας γενέσθαι τοῦ θείου ναοῦ, οὐκ ἑστὼς τὸν δεσπότην ἰκέτευσεν, οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ γυμνοῦ πεσών τοῦ ἐδάφους, τὴν Δαυιτικὴν ἀφῆκε φωνὴν, Ἐκολλήθη, λέγων, τῷ ἐδάφει ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου· καὶ ταῖς χερσὶ τίλλων τὰς τρίχας, καὶ τὸ μέτωπον τύπτων, καὶ τοῖς τῶν δακρύων σταγῶσι τὸ ἔδαφος καταῤῥαίνων, συγγνώμης ἀντιμόλει τύχεῖν· ἐπειδὴ δὲ καὶ καιρὸς ἐκάλει, τῇ ἱερᾷ τραπεζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων (0061A) δακρύων, τῶν ἀνακτόρων ἐπέβη, προσενεγκὼν δὲ, ἔνδον, ὥσπερ εἰώθει, παρὰ τὰς κιγκλίδας μεμένηκεν· ἀλλ' οὐδὲν ταῦτα ἱερὸς Ἀμβρόσιος σιγῆσαι ἠνέσχετο, ἀλλὰ καὶ τὸ τῶν τόπων διδάσκει διάφορον, καὶ πρῶτα μὲν ἤρετο, εἴ τινος δέοιτο; τοῦ δὲ βασιλέως εἰρηκότος· ὡς προσμένοι τὴν τῶν θείων μυστηρίων μετάληψιν· ἐδήλωσεν, ὑπουργῷ τῷ τῶν διακόνων ἡγουμένῳ χρησαμενος, ὄτι τὰ ἔνδον, βασιλεῦ, μόνοις ἐστὶν ἱερεῦσι βάσιμα· τοῖς δὲ ἄλλοις πᾶσιν ἄδυτά τε καὶ ἄψαυστα ἔξιθι τοίνυν, καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως· ἀλουργὶς γὰρ βασιλέας, οὐκ ἱερέας ποιεῖ.

26. Καὶ ταύτην δὲ πιστότατος Θεοδόσιος ἀσμένως (0061B) δεξάμενος τὴν εἰσήγησιν, ἀντεδήλωσεν ὡς οὐ θρασύτητι χρώμενος ἔνδον τῶν κιγκλίδων μεμένηκεν· ἀλλ' ἐν Κωνσταντινουπόλει τοῦτο μαθών· τοσαύτῃ καὶ τηλικαύτῃ καὶ βασιλεὺς καὶ ἀρχιερεὺς διέλαμπον ἀρετῇ· ἀμφοτέρων γὰρ ἔγωγε ἄγαμαι· τοῦ μὲν, τὴν παῤῥησίαν· τοῦ δὲ, τὴν εὐπείθειαν· καὶ τοῦ μὲν, τὴν τοῦ ζήλου θερμότητα· τοῦ δὲ, τῆν τῆς πίστεως καθαρότητα· μέντοι γε ὑπὸ τοῦ θαυμαστοῦ Ἀμβροσίου ἐν τῇ Μεδιολάνων βασιλεὺς παιδευθείη, ταῦτα καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανελθὼν ἐτήρει, καὶ οὐδενὸς τούτων μεθίετο.

27. Ἑορτῆς γὰρ αὐτὸν πάλιν θείας ἐς τὸν θεῖον ἀγούσης νεὼν. τῇ ἱερατικῇ τραπέζῃ τὰ δῶρα προσενεγκὼν, εὐθὺς ἐληλύθει· τοῦ δὲ τῆς ἐκκλησίας προέδρου· Νεκτάριος δὲ τηνικαῦτα ἦν· Τί δῆτα μὴ μεμένηκας ἔνδον, δηλώσαντος· (0061C) δυσχεράνας βασιλεὺς· Μόλις, ἔφη, βασιλέως καὶ ἱερέως ἐδιδάχθην τὸ μέσον· ἐπεὶ καὶ μόλις εὗρον· ἀληθείας διδάσκαλον, Ἀμβρόσιον μόνον ἐπίσκοπον ἀξίως καλούμενον· τοσοῦτον ὄνησιν ἔλεγκος παρὰ ἀνδρὸς ἀρετῇ διαλάμποντος.

28. Εἶχε καὶ ἀφορμὴν ἄλλην ὠφελείας βασιλεὺς οὕτως· γὰρ σύζυγος τούτου τῶν θείων αὐτὸν συνεχῶς ἀνεμίμνησκε νόμων· φιλοπόνως ἑαυτὴν τούτοις καὶ πρὸς ἀκρίβειαν ἐκπονήσασα· οὐ γὰρ ἐπῃρεν αὐτὴν τῆς βασιλείας δυναστεία, ἀλλὰ τὸ θεῖον πλέον ἐνέκαιεν ἔρωτα. τῆς γὰρ εὐεργεσίας τὸ μέγεθος μεῖζον τὸ περὶ τὸν εὐεργέτην εἰργάζετο φίλτρον· αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων, καὶ παντα τὰ μέλη λελωβημένων παντοδαπὴν (0061D) ἐποιεῖτο φροντίδα, οὐκ οἱκεταῖς, οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ' αὐτουργὸς γινομένη, καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνουμένη, καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα· αὐτὴ καὶ τῶν ἐκκλησιῶν τοὺς ξενῶνας περινοστοῦσα, ὑπηρέτει τότε τοῖς νοσοῦσι καὶ ἐπεμελεῖτο καὶ ἐθεράπευε, καὶ χύτρας ἁπτομένη, καὶ ζωμοῦ γευομένη, καὶ τρυβλίον προσφέρουσα, καὶ ἄρτον ὀρέγουσα, καὶ κύλικα διασμήχουσα, καὶ τὰ ἀλλὰ πάντα ἐργαζομένη, ὅσα οἰκετῶν καὶ θεραπαινίδων ἔργα νενόμισται· εἰώθει δὲ συνεχῶς καὶ πρὸς τὸν ὁμόζυγον λέγειν· Ἀεί σε, ἄνερ, προσήκει λογίζεσθαι τί μὲν ἦσθα πάλαι, τί δὲ γέγονας νῦν. Ταῦτα γὰρ διηνεκῶς ἐνθυμούμενος οὐκ ἔσῃ περὶ τὸν (0064A) εὐεργέτην ἀχάριστος· ἀλλ' ἣν ἐδέξω βασιλείαν κυβερνήσεις ἐννόμως, καὶ ταύτῃ θεραπεύσεις τὸν δεδωκότα.

29. Τοιούτοις ἀεὶ κεχρημένη λόγοις οἷά τινα καλὴν ἀρδείαν καὶ πρόσφορον τοῖς τῆς ἀρετῆς τοῦ ἀνδρὸς ἔφερε σπέρμασι· προτέρα μέντοι τοῦ συζύγου ἐτελεύτησε, καὶ συνέβη μετὰ χρόνον τινὰ τῆς τελευτῆς, τιόονδε τι γενέσθαι, ὅπερ τὴν πολλὴν ἐκείνην τοῦ βασιλέως περὶ αὐτὴν διάθεσιν καὶ φιλοστοργίαν ἀπέδειξεν· ὑπὸ γὰρ τῶν συχνῶν πολέμων ἀναγκαζόμενος βασιλεὺς, καὶ χρημάτων σπανίζων, φόρους ταῖς πόλεσιν ἐπεγράψατο· Ἀντιόχου τοίνυν φορολογουμένας τὰς ἑτέρας πόλεις ὁρῶσα, καὶ σὺν βίᾳ τὰ χρήματα καὶ ἀπαραιτήτως εἰσπραττομένας· τὸ κοινὸν τοῦτο τέλος οὐκ ἐνεγκοῦσα, ἄλλα τε, ὁποῖα φιλεῖ ὄχλος, πρόφασιν εἰς ἀταξίαν λαμβάνων ἔδρασε, καὶ τὴν (0064B) χαλκὴν εἰκόνα τῆς πανευφήμου Πλακίλλης· τοῦτο γὰρ ἧν ὄνομα τῇ βασιλίδι· κατήνεγκε, καὶ ἐπὶ πολὺ τῆς πόλεως καὶ κατασυράμενος.

30. Ταῦτα πυθόμενος βασιλεὺς, καὶ χαλεπῄνας ὤσπερ εἰκὸς ἦν, τάτε τῆς πόλεως ἀφείλετο δίκαια. καὶ τῇ γείτονι πόλει Λαοδικείᾳ τῇ παρὰ θάλασσαν δέδωκε τὴν ἡγεμονίαν, ταύτῃ μάλιστα νομίζων αὐτοὺς ἀνιάσειν· ἐζηλοτύπει γὰρ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν· μετὰ δὲ ταῦτα καὶ ἐμπιπρᾷν ἠπείλει καὶ καταλύειν, καὶ εἰς κωμὴν τὸ ἄστυ μεταβαλεῖν· οἱ δὲ ἄρχοντες καὶ ἀνεῖλόν τινας παρ' αὐτὸ συλλαβόντες τὸ τόλμημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν. Ταῦτα δὲ πάντα βασιλεὺς ἠπείλει μὲν, οὐ μὲν παραχρῆμα ἐποίει· τοῦτο τοῦ νόμου (0064C) κωλύοντος, ὃν Ἀμβρόσιος μέγας τεθῆναι παρῄνεσεν· ἐπειδὴ δὲ παρὰ τὴν Ἀντιόχειαν ἧκον οἱ τὰς ἀπειλὰς ἐκείνας κομίζοντες· Ἑλλένιχός τε, στρατηγὸς τηνικαῦτα ὢν, καὶ Καισάριος τῶν βασιλείων ἡγούμενος· μάγιστρον δὲ οἱ Ῥωμαῖοι καλοῦσι τὸν ταύτην ἔχοντα τὴν ἀρχήν· ἐν δέει μὲν ἦσαν ἅπαντες τὰς ἀπειλὰς περιπεφριχότες· οἱ δὲ τὴν ὑπώρειαν οἰκοῦντες τῆς ἀρετῆς ἀθληταί· πολλοὶ δὲ ἦσαν κατ' ἐκεῖνο καιροῦ· συνήχθοντο τοῖς τῇ ἀπειλῇ ὑποβεβλημένοις, καὶ περίετρεχον πανταχοῦ, καὶ ὑπὲρ τῶν κολαζομένων, ὡς δυνατὸν, παρεκάλουν.

(0064D)

31. Εἷς δέ τις ἐξ αὐτῶν ἀνὴρ ἅγιος, ἀρετῇ πάση κεκοσμημένος, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τῷ σωτῆρι τῶν ὅλων καθαρὰς προσφέρων εὐχὰς, οὗτος οὔτε τοῦ βασιλέως καταπλαγεὶς τὴν ὀργὴν, οὔτε ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβὼν, κατὰ μέσον τὸ ἄστυ γενόμενος, καὶ τῆς χλανίδος θατέρου τῶν ἀποσταλέντων ἀρχόντων λαβόμενος, ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει· οἱ δὲ μικρόν τι γερόντιον εὐτελῆ ῥάκια περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν, καὶ χαλεπῶς ἔφερον· ἔπειτα δέ τινες τῶν συνεπομένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετὴν, κατεπήδησάν τε τῶν ἵππων εὐθὺς, καὶ τῶν ἐκείνου γονάτων λαβόμενοι συγγνώμην ἐζήτουν· δὲ ὅσιος ἀνὴρ τῆς θείας σοφίας ἐμφορηθείς, τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις· Εἴπατε δὴ, φίλοι ἄνδρες, τῷ βασιλεῖ· οὐ βασιλέυς (0065A) εἶ μόνον, ὰλλὰ καὶ ἄνθρωπος· μὴ τοίνυν πρὸς μόνην ὅρα τὴν βασιλείαν· ἀλλὰ καὶ τὴν φύσιν αὐτὴν λογίζου· ἄνθρωπος γὰρ ὢν, ὁμοφυῶν βασιλεύεις, κατ' εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν πάντως τῶν ἀνθρώπων δεδημιούργηται φύσις· μὴ τοίνυν ὠμῶς οὔτως καὶ ἀπεινῶς τοῦ θεοῦ τὴν εἰκόνα κέλευε κατασφάττεσθαι· παροξύνεις γὰρ οὕτω τὸν δημιουργὸν, τὴν ἐκείνου κολάζων εἰκόνα· σκόπησον γοῦν, ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος, ταῦτα ποιεῖς· ὅσον δὲ τὴς ἀψύχου διαφέρει ἔμψυχος καὶ ζῶσα καὶ λογικὴ, δῆλον ἅπασι τοῖς τε νοῦν ἔχουσιν ὁμοίως καὶ αἴσθησιν· πρὸς δὲ τούτοις λογισάσθω κακεῖνο· ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς εἰκόνος τῆσδε, πολλὰς δημιουργῆσαι χαλκᾶς· αὐτῷ δὲ προφανῶς ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα.

(0065B)

32. Τούτων ἀκούσαντες οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι, μηνύουσί τε τῷ βασιλεῖ τὰ εἰρημένα, καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα· ὡς ἀντὶ τῶν ἀπειλῶν ἐκείνων, ἀπολογίαν τε αὐτίκα γράψαι, καὶ τῆς ὀργῆς τὴν αἰτίαν δηλῶσαι· Οὐκ ἔδει γὰρ, ἔφη, ἐμοῦ πλημμελήσαντος, γυναῖκα πάσης εὐφημίας ἀξιωτάτην, τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν· κατ' ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλίσαι· προσετίθει δὲ τοῦτο, ὡς ἀλύει καὶ ἀνιᾶταί τινας ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. Οὕτω μὲν οὖν φιλόχριστος βασιλεὺς, καὶ τοιαῦτα ὑπὸ τοῦ θαυμαστοῦ Ἀμβροσίου πεπαίδευτο, καὶ τοσαύτης παρ' αὐτοῦ τῆς χάριτος, καὶ τῆς πνευματικῆς ὠφελείας ἀπέλαυσεν.

(0065C)

33. δὲ θεῖος οὗτος Ἀμβρόσιος· ὃν εἴρηται τρόπον, ἐν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ ἐν ὀρθοδόξοις δόγμασι διαλάμψας· ζηλωτής τε καὶ ὑπέρμαχος τῆς ἀληθείας γενόμενος, καὶ ἐποικοδομήσας ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν· λόγους τε ὀρθοδοξίας καὶ διδασκαλίας ἐκθέμενος, καὶ πᾶσαν ὑπὸ Ἀρείου καὶ Ἀπολιναρείου καινισθεῖσαν αἵρεσιν ἀπελάσας· πάντα τε τὰ τῆς αὐτοῦ ἐκκλησίας καλῶς διαθέμενος, καὶ εἰς βαθὺ γῆρας ἐλάσας, πλήρης τε ἡμερῶν γενόμενος, ἀνεπαύσατο ἐν εἰρήνῃ, τεθεὶς ἐν τῇ ἐκκλησίᾳ Μεδιολάνων, μνήμην ἀληθῆ τὸν αὐτοῦ βίον καταλιπὼν καὶ τὰ κατορθώματα· ὧν ζηλωτὰς καὶ ἡμᾶς γενέσθαι καταξιώσειε, καὶ τῶν αὐτῶν ἀμοιβῶν ἐκείνῳ καὶ τῶν στεφάνων ἐπιτυχεῖν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δόξα καὶ τὸ κράτος εἰς (0065D) τοὺς αἰώνας τῶν αἰώνων ἀμήν.

(0046D)

1. Cum Valentinianus post Ioviani mortem sceptrum imperii suscepisset, fratrem suum Valentem ex (0047A) Pannonia accersens, summae potestatis consortem fecit: et sceptro Asiae atque etiam Aegypti in eum transcripto, Europam sibi retinuit, et Romam petens, universos Occidentis populos ad veram adduxit Dei cognitionem a pietatis praedicatione ante omnia regnum auspicatus.

2. Etenim Auxentio, qui Arii schisma fuerat amplexus, et Ecclesiam Mediolanensem commissam habens, in multis synodis abdicatus est, vita defuncto, imperator Valentinianus cum episcopos ad se vocasset, apud eos usus est his sermonibus: Aperte nostis, quemadmodum homines decet innutritos divinis verbis, qualem esse hunc conveniat, qui ad honorem episcopatus promoveatur; et qua ratione subditos non verbo tantum, verum et vita regere debeat, et (0047B) exemplar omnis virtutis seipsum proponere, ac demum doctrinae suae testem habere vitae institutionem. Talem igitur et nunc in episcopali throno collocate, ut nos a quibus imperium gubernatur, sincere inclinemus ei capita nostra, et factas ab eo reprehensiones tamquam medicam curationem excipiamus; cum enim simus homines, etiam offendamus omnino necesse est.

3. Religiosum imperatorem Valentinianum ita locutum rogabat conventus, ut ipse suffragium ferret, quippe qui sapientia et pietate ornatus esset. Ille vero: Vires meas, inquit, longe superat talis conatus: at vos qui divina gratia decorati, et hoc eodem splendore donati estis, magis congrue feretis suffragium. Isti igitur hinc exeuntes apud se deliberaverunt. (0047C) Cives porro illius urbis seditionem inter se commovebant, hi quidem illum, illi autem hunc praeponi contendentes. Qui enim Auxentii lue erant infecti, secum sentientibus suffragabantur: illi ex adverso, qui saniori a parte stabant, expetebant fidei consortem habere antistitem.

Itaque divinus Ambrosius in Romanorum clarus senatu, post alia multa honorum fastigia, per id temporis praefecturam Italiae a piis imperatoribus Constantino et Constante obtinuerat. Is erat sane vir vita purus, et virtutis am ator, probatus autem et verbis et opere; sapientia vero quae hauritur e sacris litteris, enutritus, tametsi necdum initiatus esset. Quin etiam eloquentia graecanica et poetica facultate exercitatus erat, aequus pariter et sanus rerum arbiter, nec non (0047D) omnis actionis pravae quaesitor accuratus.

4. Idem certior factus harum turbarum, et ne quid novi accideret veritus, multa cum celeritate Ecclesiam petiit, ambarumque partium motus sopivit. Illi vero, deposita contentione, communem emiserunt vocem, ipsummet beatum Ambrosium ordinari sibi pastorem simul poscentes. Quae imperator cum cognovisset, statim edixit laudabilem eumdem virum et initiari, et consecrari; noverat enim illius mentem magis rectam esse qualibet libra, eiusque suffragium omni regula accuratius. Suspicatus autem est non etiam sine Dei calculo id contigisse, rem coniiciens ex eorum consensione, qui sententiis ante dissidebant.

(0050A)

5. Postquam vero sacratissimi baptismi donum Ambrosius adeptus fuit, et gratiam accepit episcopalem, Salvatori atque Domino huiusmodi hymnum optimus imperator, his enim rebus aderat praesens, dicitur obtulisse: Gratia tibi, Domine omnipotens et Salvator noster, quod huic eidem viro ego quidem corpora commisi, tu vero animas; et iudicium meum ostendisti iustum fuisse.

6. Elapsis porro paucis diebus, cum maiori usus libertate idem hic divus Ambrosius imperatorem alloqueretur, eum arguebat, ut puta ob negotia quaedam a praefectis eius haud recte facta; imperator, Equidem, ait, hanc tuam libertatem pridem noveram, et sciens prudensque non modo non sum refragatus, sed etiam calculum meum una contuli tuae (0050B) ordinationi. Medicare igitur, sicuti divina lex praecipit, vulnera animarum nostrarum.

7. Haec itaque cum Valentinianus magnus et pius imperator Mediolani dixisset atque fecisset, et pulchre quidem constituisset imperium, rectae vero fidei professione refulsisset; sexto decimo imperii anno vita decedit: successores autem relinquit filios suos Gratianum iunioremque Valentinianum, Valente fratre in Orientis regionibus rerum potiente, eo scilicet qui Arianis in perfidia sese coniunxit. Hic quidem cum Gothis pugna congressus atque devictus, in paleariam casam confugiens, igne ibidem interiit: in Gratianum autem Valentiniani quidem filium, Valentis vero ex fratre nepotem recidit universa Romanae ditionis potentia; primum enim a patre non (0050C) modo sceptrum Europae, verum etiam totius Occidentis relictum cepit: deinde vero, cum sine liberis Valens emedio sublatus esset, Asiam quoque, et quidquid in Africa reliqui erat, is obtinuit. Quoniam autem patris exemplo colebat pietatem, episcopos omnes, quos Valens in gratiam Arianae haeresis patria eiectos extorres fecerat, ab exsilio ipse revocavit. Idem etiam cum a barbaris, dum Valens imperaret, bello victoribus devastatam esse Thraciam comperisset, relicta Italia, in Pannoniam venit.

8. Sub idem tempus Theodosius quoque, cum ob maiorum nobilitatem, tum ob propriam generositatem celeberrimus erat: et aequalium suorum invidentia pulsus, in Hispaniis agebat, ubi et natus fuerat (0050D) et educatus. Ignorans igitur imperator Gratianus quid facto opus esset; inflati enim ex victoria barbari propemodum invicti erant et habebantur: militarem Theodosii peritiam malorum fore depulsionem arbitratus est. Et confestim ex Iberia, quae Hispania etiam nominatur, hominem accersens, ac bello praeficiens, cum exercitu collecto misit. Hic autem invictis armis, orthodoxa nimirum fide circummunitus, magna cum fiducia adversus hostilem aciem procedit. Et Thraciam ingressus, is quidem per vim praelio vicit: barbari vero ne vel primum sustinentes impetum, statim omnes simul terga dederunt; et multa eorum non solum a Romanis caedes facta est, verum etiam iam a se ipsis: quanto enim (0051A) maiores erant horum copiae, tanto magis sibi potius quam hostibus damnum inferebant.

9. His itaque prope omnibus ita deletis, pauci admodum, qui potuerunt se occultare, Danubium traiiciunt Laetus igitur Gratianus quod belli summam credidisset Theodosio, imperatorem eum statim declarat, et ei ditionis, qui Valens ante potiebatur, sceptrum committit. Et ipse quidem ad Italiae administrationem transivit, illum autem ad concessum dimittit imperium. Regalem igitur Theodosius capescens dignitatem, concordiae Ecclesiarum, quam maxime poterat, curam gerebat, et episcopos propriae ditionis, ut convenirent Constantinopolim, exhortatus est; haec enim sola referta fuerat ariana peste, cum illae partes quae ad occasum erant positae, (0051B) ab isto morbo liberae essent. Nam Constantino atque Constante Constantini Magni filiis paternam fidem intemeratam conservantibus, et rursus Valentiniano pietatem domesticam neutiquam prodente, Orientalis portio variis locis hanc luem admisit, quae cum Alexandriae prius coepisset, in ulteriores plagas progrediebatur.

10. Haec quidem Gratiano adhuc superstite agebantur. Postea vero cum ipse indolem suam in rebus bellicis iam ostenderet, ac civitates cum modestia atque iustitia regeret, per insidias vita excessit, filios quidem qui regno succederent, nullos relinquens, fratrem vero admodum iuvenem, et patri cognominem, successorem imperii faciens. Tum vero quidam Maximus, spreta Valentiniani pueritia, (0051C) Occidentalis imperii thronum usurpavit.

11. Per id etiam temporis Iustina, magni quidem Valentiniani coniux, mater autem iunioris, quae doctrinae Arianae semen dudum exceperat, illud filio manifestavit. Zelum enim mariti sui erga fidem orthodoxam perspectum habens, quoad ille in vivis fuit, latere conata est: cum vero mentem filii teneram esse atque mobilem non ignoraret, fraudem suam in medium proferre non dubitavit. Hic vero suggestiones matris utiles putans; et propter aetatem escam illecebrosam naturae intuitus, derepente incidit in laqueum. Quapropter magnus Ambrosius, qui omnem quidem arianam fallaciam ex Italia iam pridem expulerat, cum acciperet puerum quoque Valentinianum in ipsam incidere, iuvenis animam ab (0051D) ea liberare, quantum in ipso erat, satagebat. Hic autem virum illum suspectum habebat quasi adversarium, et adversus eum perinde ac professum hostem paratus erat.

12. Hic porro in memoriam ei revocabat paternam pietatem, et ut quam acceperat haereditatem, integram conservaret, obtestabatur: docebat autem quodnam dogmatum discrimen esset, et quemadmodum haec quidem omnia Christi doctrinae, apostolorumque praedicationi apte congruerent, illa e contrario spiritualem oppugnarent legislationem. At vero puer, utpote qui puer esset, et a matre decepta blanditiis illectus; et verbis armabatur, et militibus armatis Ecclesiae ambitus circumcingebat.

(0054A)

13. Postea vero quam maximum illum praeliatorem, divinum Ambrosium eorum quae ab illo fiebant, nihil deterruit (is enim ista tamquam puerorum terriculamenta existimabat), ille impendio moleste ferens, ipsum extra templorum limina exire iussit. Hic autem, Sponte mea, inquit, illud facere, atque ovium caulas lupis prodere, etiamsi sanguis profundendus sit, minime feram. Verum si tuae voluntatis est intus me interfici, gladium, inquit, vel securim mihi admove; huiusmodi necem ego amplectar quam libentissime. Et ista quidem divus Ambrosius.

14. exacto autem spatio temporis non exiguo, certior factus est Maximus eorum conatuum, quos contra clarissimum veritatis praeconem attentarant. (0054B) Mittit igitur Valentiniano, qui eum a bello adversus pietatem ipsam suscepto discedere moneret, hortareturque paternam ne abiiceret religionem. Nisi autem morem gereret, gravissimum eidem bellum minitabatur, et re quidem ipsa collecto exercitu, Mediolanum versus promovit; hanc enim sedem Valentinianus elegerat ad habitandum. Hic vero irruptionem eius cum accepisset, in Illyriam fuga se contulit, hac ipsa experientia compertum habens, quantum materna consilia ipsi prodessent.

15. At imperator Theodosius ubi rescivit et quae Maximus adversus iuniorem Valentinianum moliebatur, et rursus quaenam ad eum idem scripsisset, litteris significat iuveni fugienti non esse quod quis admiraretur, si regi timor, tyranno robur coniunctus (0054C) esset: Nam pietati, inquit, rex bellum intulit, tyrannus vero auxiliatus est; et ille quidem ipsam deserens, nudus aufugit: hic e contrario illa armatus, victoriam refert ex denudato: pietati enim ipsius legistator adiutor fuit.

16. Haec igitur per epistolam, cum longo tractu esset dissitus, nuntiavit: postquam vero in auxilium venit, et illum, proprio quidem relicto imperio, in suo praesentem vidit; primum quidem medicinam adhibuit eius animae, et impietatis, qua laborabat, morbum expellens, in pietatem patriam ipsum reduxit. Deinde illum confidere iubens, et contra tyrannum inferens signa, illi quidem sine sanguine reddit imperium, tyrannum autem supplicio afficit. Enim vero violare se credidit inita pacta cum Gratiano, (0054D) nisi ab illis, qui hunc principem trucidaverant, poenas repeteret. Atque idem imperator fidelissimus, etiam adversus gentilium errores omnem contulit diligentiam, legesque pro nulgavit, quibus idolorum templa destrui praecipiebat.

17. Etenim Constantinus Magnus, omni laude ac praedicatione quam dignissimus, pietate ornavit imperium: ac totum orbem etiam tunc insanientem videns, daemonibus quidem sacrificare omnino prohibuit, eorum autem fana stare permisit, ab eis arceri quemlibet iubens. Et quidem huius filii paternis institere vestigiis: Iulianus vero renovavit impietatem, nec non erroris iam exsoleti vehementiorem flammam accendit. At Iovianus adeptus imperium, rursus idolorum (0055A) cultum proscripsit. Et magnus quoque Valentinianus iisdem plane legibus usus, Europam rexit. Quod vero ad Valentem, cunctis quidem aliis adorare permisit, quomodo vellent; et quae adorabant, palam colere: in hos autem solos, a quibus dogmata apostolica propugnabantur, bellum gerere non intermisit. Omni ergo tempore quo is regnavit, ignis altari superpositus accendebatur, et libationes atque hostias idolis offerebant, et in plateis convivia publica celebrabant, et qui peragebant Bacchi orgia, cum caprinis pellibus currebant, canes secum trahentes, et insanientes, et debacchantes, et committentes alia huiusmodi, quae nequitiam magistri sui palam facerent.

18. Fidelissimus autem imperator Theodosius isthaec (0055B) omnia e medio ita sustulit, ac si ab initio non exstitissent: in quorum vicem Christianis instituit alia plura. Sed enim eius qui a primis retro temporibus hostis hominum est, omnia retia non nisi aegre effugiuntur; saepius enim aliquis cum luxuriae morbum evaserit, avaritiae laqueo forsan capitur: si autem illa fuerit maior aliunde rursus livoris vorago subnascitur: et licet hanc denuo transilierit, plagas iracundiae offendet praeparatas: et sexcentas alias hominibus tendiculas instruit malignus ille, qui in hominum venatur perniciem. Sane quidem corporeos motus machinis adversus animam ab eo fabricatis habet cooperantes: mens autem illa quae vigilans fuerit, sola superat, propensione in res divinas machinationum illius malitiam reprimens. Quapropter (0055C) cum humanae naturae particeps esset imperator ille admirabilis, perturbationum illius expers non semper fuit. Verum excessus nescio quis irae legitimae coniunctus, crudele quiddam parturiit, atque iniustum; de quo videlicet statim dicetur. Neque enim tantum reprehensionem habet admirabilis imperatoris, sed etiam praedicationem memoria admodum dignam: maxime vero generosi illius Ambrosii libertatem huc succedentem, ac multum illum, quo utebatur in rebus ad pietatem pertinentibus, animi fervorem. Quidquid illud sit, tamen declarabit oratio.

19. Thessalonica civitas magna est, ac populis frequens, attributa quidem Macedonibus, Thessaliae autem, atque Achaiae caput, quemadmodum et aliarum (0055D) multarum, quotquot subiiciuntur Illyriae praefecto. Seditione igitur illic exorta, quidam magistratuum lapidati sunt, et per vias tracti, vitamque turpissimo exitu finierunt. Rex igitur eorum quae acciderant, nuntiis excandescens, ea non moderate tulit: sed omnem stomachum contra omnes effundens, et iniustos exerens gladios, insontes cum nocentibus interfecit, nimirum septem millia, ut memoratur; cum nullum prorsus ab eo iudicium praemissum esset.

20 Calamitatem hanc adeo lugendam ubi rescivit magnus Ambrosius, venienti Mediolanum imperatori, et in templum Dei ex more ingredi cupienti, eminus obviam progrediens, ne portas quidem templi intrare (0058A) permisit: Nescis, inquiens, imperator, uti videtur, nefariae caedis, quae peracta est, magnitudinem: neque post ipsum iracundiae tuae finem, ratione cognovisti quale facinus ausus fueris? Enim vero te fortasse non sinit imperialis potentia crimen cognoscere, sed rationi obiecta auctoritas lumen adimit. Verumtamen natura necesse est habeat ipsa se perspectam, et simul tum quod inest illi mortalis ac fluxi, tum progenitricem illam glebam, unde facti sumus, et in quam dissolvimur: non vero purpurae flore fascinata, operti corporis ignorare debet infirmitatem. Subditis qui eadem tecum natura constant, imperas, o Rex, imo etiam conservis tuis; unus enim Dominus et rex omnium est, omnium videlicet creator. Quibus ergo oculis communis domini templum adspicies, quibusve pedibus sanctum hoc pavimentum (0058B) premes? quomodo autem manus extendes, calenti adhuc sanguine stillantes, aut quomodo talibus manibus excipies sacrosanctum Domini corpus, et ori etiam pretiosum sanguinem admovebis; cum per irae impotentiam tantum sanguinis contra ius omne ac fas effuderis? Abscede igitur, et ne aggrediaris priorem culpam secunda cumulare; et excipe illud vinculum quod coelitus iudicio suo Deus universorum dominus confirmat. Erit autem illud tibi medicinale, ac sanitatis conciliator; nisi forte insanabile vulnus perpeti elegeris.

21. Imperator parens his sermonibus (nam cum a puero in legibus divinis esset educatus, quae ad sacerdotes pertinerent, quaeve ad reges, perspicue noverat), gemitus ac lacrymas simul profundens, in palatium se recepit. Octavo autem mense ab hinc (0058C) elapso, venit quidem Salvatoris nostri natale festum, Theodosius vero in regia sedens amarissime flebat. Id Rufinus quidam tunc temporis magister palatii cum pervidisset, ad eum accedens, homo videlicet domino utilis ac familiaris, causam rogabat. Tum vero ille acerbe gemens, et calidioribus manans fletibus: Tu quidem, inquit, ludis, Rufine; mea enim mala non sentis. Ego autem gemo atque deploro meam ipsius calamitatem, dum mecum reputo divinum templum famulis etiam atque mendicis apertum esse, ingressumque illuc tutum ac liberum patere illis, ut proprium dominum ipsi conveniant: mihi autem hoc interdicitur, et praeterea coelum etiam interclusum est. Memini quippe Dominicae vocis, qua promulgatur: Quidquid ligaveritis super terram, erit ligatum et in coelis.

(0058D)

22. Rufinus vero medicinam regi ministrare volens, ac tempestivum beneficium illi praebere: Curram, inquit, si tibi placet, et episcopo id persuadebo multis precibus, ut te a vinculis istis absolvat. Sed non ille persuadebitur, ait imperator; quam enim iustum Ambrosii iudicium sit, compertum habeo. Nec porro ille umquam committet, ut imperialis potentiae respectu divinam legem transgrediatur. At postea quam adhibitis pluribus aliis rationibus, Rufinus promittebat a magno Ambrosio rem se haud dubie impetraturum, iussit imperator quam citissime illum abire. Ipse autem spe inescatus, post non multum temporis secutus est, ut qui Rufini promissionibus fidem haberet. Confestim vero allocutus Rufinum Divus Ambrosius: (0059A) Canum, inquit, impudentiam, Rufine, imitaris; et neque erubescis, neque pertimescis, cum tanta rabie adversus imaginem Dei saevieris? Ubi vero reposuit Rufinus, et imperatorem brevi spatio interiecto venturum dixit, incensus divino zelo divinus Ambrosius: Ego, inquit, o Rufine, praedico me prohibiturum, ne vel ipsum templi vestibulum calcet: sin autem is regiam potestatem in tyrannidem vertat, me necem excepturum cum voluptate.

23. His auditis, Rufinus et Ambrosii mentem imperatori per quemdam illico nuntiavit, et ut maneret in palatio, exhortatus est. Imperator vero, qui ad medium forum iam pervenerat, cum haec audivit: Ego pergam, inquit, et insaniae meae poenas exsolvam. Postquam vero in sacrum septum iam ventum fuit, (0059B) in Dei quidem aedes non erat ingressus, verum in salutatoria domo consederat, suis se vinculis solvi flagitans.

24. Ille vero tyrannicum vocabat eius adventum, ac Theodosium contra Deum furere, nec non ipsius leges calcare pronuntiabat. Imperator autem in contritione cordis ac spiritu humilitatis: Non audacia efferor, inquit, adversus leges, nec sacrum limen contra ius et fas terere aggredior: sed obsecro te, ut me vinculorum nexu liberes, et clementia communis Domini ob oculos tibi posita, mihi non praecludas illam ianuam, quam Dominus ipse cunctis aperuit poenitentibus. Qualem ergo, Episcopus ait, poenitentem ostendisti post tantum scelus? quibusve medicamentis vulnera ista ad sanandum difficillima (0059C) coire fecisti? Ad haec imperator in contrito spiritu rursus retulit: Tuum est omnino et praecipere, et commiscere medicamina. Tum vero divus Ambrosius: Quandoquidem, inquit, irae propriae permittis iudicium; et non ratio, sed animi aestus sententiam fert: legem huiusmodi velim sancias, quae decretum quodvis irae impetu, otiosum reddat ac superfluum: capitis vero sententiae vel exsilii triginta dies scriptae maneant, rationis iudicium opperientes. Exactis autem triginta diebus, qui exararunt decreta illa, eadem exhibeant: et iracundia tamdiu requieta, secum ipsa ratio iudicans, priorem expendat cognitionem, examinetque iustane illa sit, an secus habeat. Siquidem porro iniquam inveniat, discerpat scripta, et sententiam irritam reddat: sin autem aequa fuerit, ita maneat; nec triginta dierum (0059D) numerus labefactabit recte iudicata.

25. Admonitionem hanc imperator ultro admittens, et secum optime agi sibi persuadens, continuo iussit legem praescribi. quam et litteris propriae manus ratam ac firmam esse voluit. His ita factis, divus Ambrosius imperatoris vinculum solvit: imperator autem sumpta in templum intrandi fiducia, non stans, neque in genua procumbens, Dominum precabatur: sed in solum nudum deiectus ac prostratus, Davidicam illam emisit vocem: Adhaesit, inquiens, pavimento anima mea: Vivifica me secundum verbum tuum (Ps. CXVIII, 25) . Et crines manibus vellens, et faciem contundens, et profusis lacrymis irrigans pavimentum, veniam consequi properabat. Postquam (0062A) autem ad offerenda sacrae mensae munera vocavit tempus, cum fletibus non minus copiosis surgens, gradus altaris scandit: oblatione vero porrecta, intra cancellos, ut illi moris erat, mansit. Sed nullo modo, ut haec dissimularet, abs se impetravit sacer Ambrosius: at locorum discrimen illum edocuit. Et primum quidem, num quid postularet, interrogabat. Imperatore autem respondente, participationem divinorum mysteriorum sese praestolari, ministrum adhibens archidiaconum clare professus est: Interiora, o Imperator, nisi unis sacerdotibus non sunt adeunda. Egredere igitur, et eamdem cum aliis laicis stationem serva; purpura enim reges, nequaquam vero sacerdotes facit.

26. Hanc autem compellationem similiter boni (0062B) consulens fidelissimus Theodosius, contra exposuit non temeritate intra cancellos se remansisse, verum quia Constantinopoli hoc didicerat. Tantae virtutis et imperator et episcopus luce fulgebant! Equidem enim utrumque suspicio, hunc videlicet generosam ob libertatem, illum vero propter facilem obedientiam: et huius quidem zelum ferventem, illius vero fidem sinceram. Quin haec etiam, quae imperator sub admirando illo Ambrosio edidicerat Mediolani, reversus Constantinopolim ipsa observavit, neque illorum omisit quidquam.

27. Etenim quodam die festo eum denuo vocante in Dei templum, ubi sacrae mensae dona obtulit, statim regressus est. Ecclesiae autem praeside, is vero erat tunc Nectarius, interrogante: Quare tu intus (0062C) non remansisti! Imperator moleste ferens: Quid inter imperatorem, inquit, et episcopum sit discriminis, vix tandem didici; quoniam veritatis magistrum difficulter inveni, Ambrosium scilicet, qui solus digne vocatur episcopus. Usque adeo correptio prodest, quae ab homine virtute claro proficiscitur.

28. Alia quoque imperatori fuit utilitatis cansa. enim vero ipsius coniux adsidue illum admonebat divinae legis, in qua se ipsam diligenter et accurate exercuerat. Nec enim illam imperii potestas extollebat, sed in ea magis accendebat Dei amorem; magnitudo enim beneficii erga eiusdem auctorem maius amoris incentivum excitabat. Quare statim ab initio eorum qui corporea caecitate aut membrorum omnium debilitate afflicti erant, omnimodam gerebat (0062D) curam, non domesticorum aut satellitum opera utens, at ipsa operi manus adhibens; et in ipsorum tuguria ingredi non dedignata, unicuique necessaria suppeditabat. Ipsa etiam Ecclesiarum circumeundo invisens hospitia, ministrabat aegrotis, eisque obsequium et curam adhibebat, ollas nimirum fervefaciens, iusculum praegustans, patinam afferens, porrigens panem, pocula proluens, et alia exercens omnia, quae famulorum, atque ancillarum opera iudicantur. Solebat autem