Ioannes_Scotus_Erigena_cps2, Versus, 1c, 20HOME > '������������������������' in 'Ioannes_Scotus_Erigena, Versus, 1c, 20'
Ioannes Scotus Erigena, Versus, 1c, 19 <<<    hide dictionary links

(PL 122 1240A) 20.


Τῷ κυρίῳ Καρόλῳ Ἰωάννης χαίρειν. (1240B)
[Τῷ κυρίῳ] βασιλεῖ Καρόλῳ ζωή τε φάος τε.
Ὀρθόδοξος ἄναξ Φράγκων τῷ δόξα τιμή τε,
Θεσπέσιος καὶ ἀγαθὸς πιστὸς καὶ ἄκρος τε μόναρχος,
Ἐλπὶς τῆς πατρίδος, τῆς ἄξιος ἀθανασίας,
Ὤν δὲ φέρων στέφανον χρύσεον, διαδήματα πατρῶν,
Ἐν χερσὶν σκῆπτρον. ῥάβδος γὰρ τῆς βασιλείας.
Χριστὲ, σῶσον δοῦλον σου, τόν μου κύριον εἴπω,
Τὸν Κάρολον, μεγάλην ἡμῶν πολλῶν τε κορυφήν,
Ὃς σοφὸς, ὃς δυνατὸς πάνυ σώφρων τε κράτος τε,
Εὐπρεπὴς εὔμορφος φαίνων ὡςεὶ κλυτὸς ἄρκος,
Ὅσιον οὐράνιον στίλβων διαδήματος ἄστρον,
Ἥλιος ὡς λαμπρὸς, φῶς φωςφόρον ὅστ' ἀνέηκε.
Δὸς ἐμῷ Καρόλῳ ζωὴν εἰς τοὺς πάντας αἰῶνας.
Εὔχετε ταῦτ' ἄλλοι νῦν, εὔχε σὺ Φράγκια πᾶσα.

106w 0.66152000427246 s