Iustinianus_I_Augustus_cps2, Adversus Origenem, p5HOME > '������������������������������������������������������������' in 'Iustinianus_I_Augustus, Adversus Origenem, p5'
hide dictionary links

(PL 69 0225) Ἐν ὀνόματι Θεοῦ καὶ πατρὸς, καὶ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, καὶ τοῦ ἁγίου πνεύματος. Αὐτοκράτωρ Καίσαρ Φιλόχριστος Ἰουστινιανὸς, Ἀλαμανικὸς, Γοτθικὸς, Φραγκικὸς, Γερμανικὸς, Ἀντικὸς, Ἀλανικὸς, Οὐανδαλικὸς, ἀφρικανὸς, εὐσεβὴς, εὐτυχὴς, ἔνδοξος, νικητὴς, τροπαιοῦχος, ἀεισέβαστος, Αὔγουστος, ἅπαντι τῷ πληρώματι τῆς καθολικῆς καὶ ἀποστολικῆς ἑκκλησίας.

(0225C)

Εἰδότες ὡς οὐδὲν οὕτω θεραπεύει τὸν φιλάνθρωπον Θεὸν, ὡς τὸ ἓν καὶ τὸ αὐτὸ φρονεῖν πάντας τοὺς Χριστιανοὺς περὶ τὴν ὀρθὴν καὶ ἁμώμητον πίστιν, καὶ μὴ εἶναι σχίσματα ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ· ἀναγκαῖον ἡγησάμεθα πᾶσαν πρόφασιν ἀναιροῦντες τοῖς σκανδαλιζομένοις, σκανδαλίζουσι τὴν τῆς ὁρθῆς πίστεως ὁμολογίαν, τὴν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ κηρυττομένην, φανερὰν διὰ τοῦ παρόντος ἠδίκτου ποιήσασθαι, πρὸς τὸ καὶ τοὺς τὴν ὀρθὴν πίστιν ὁμολογοῦντας ἐν βεβαίῳ ταύτην φυλάττειν, καὶ τοὺς πρὸς ταύτην φιλονεικοῦντας, μανθάνοντας τὴν ἀλήθειαν, σπουδάσαι ἑνωθῆναι τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ. (0227A)

Ὁμολογοῦμεν τοίνυν πιστεύειν εἰς πατέρα, καὶ υἱὸν, καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα, ἤτοι φύσιν καὶ οὐσίαν καὶ δύναμιν καὶ ἐξουσίαν ἐν τρισὶν ὑποστάσεσιν, ἤτοι προσώποις δοξάζοντες, εἰς βεβαπτίσμεθα, εἰς πεπιστεύκαμεν, καὶ οἷς συντετάγμεθα, τὰς μὲν ἰδιότητας χωρίζοντες, ἑνοῦντες δὲ τὴν θεότητα. Μονάδα γὰρ ἐν τριάδι, καὶ τριάδα ἐν μονάδι προσκυνοῦμεν, παράδοξον ἔχουσαν τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν· μονάδα μὲν κατὰ τὸν τῆς οὐσίας ἤγουν θεότητος λόγον· τριάδα δὲ κατὰ τὰς ἰδιότητας ἤγουν ὑποστάσεις, ἤτοι πρόσωπα· διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν' οὕτως ἔιπωμεν, καὶ συνάπτεται διηρημένως, ἓν γὰρ ἐν τρισὶν θεότης, καὶ τὰ τρία ἓν, ἐν οἷς θεότης· τόγε ἀκριβέστερον εἰπεῖν, θεότης, Θεὸν ἕκαστον, ἂν θεωρῆται μόνον τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα. (0227B) Θεὸν τὰ τρία μετ' ἀλλήλων νοούμενα τῷ ταυτῷ τῆς [ἵσ. δυνάμεως] κινήσεως καὶ τῆς φύσεως· ἐπειδὴ χρὴ καὶ τὸν ἕνα Θεὸν ὁμολογεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις κηρύττειν, ἤγουν τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. Καὶ οὔτε τὴν ἕνωσιν [ἴσ· ὁμολογοῦντες] σύγχυσιν ἐργαζόμεθα κατὰ Σαβέλλιον, ἓν πρόσωπον τριώνυμον λέγοντα τὴν τριάδα, τὸν αὐτὸν πατέρα, καὶ υἱὸν, καὶ ἅγιον πνεῦμα, οὔτε διαιροῦντες [ἴσ. τὰς ἰδιότητας] ἀλλοτριοῦμεν τῆς τοῦ Θεοῦ πατρὸς οὐσίας τὸν υἱὸν, καὶ τὸ πνεῦμα τὸ ἅγιον, κατὰ τὴν Ἀρείου μανίαν, εἰς τρεῖς διαφόρους οὐσίας κατατέμνοντες τὴν θεότητα. Εἷς τοίνυν Θεὸς πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς υἱὸς μονογενὴς, δι' οὗ τὰ πάντα· καὶ ἓν πνεῦμα ἅγιον, ἐν τὰ πάντα. (0227C)

Ὁμολογοῦμεν δὲ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ Θεοῦ, Θεὸν λόγον, τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα, οὐ ποιηθέντα, ἐπ' ἐσχάτων τῶν ἡμερῶν δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου, καὶ τῆς ἁγίας ἐνδόξου θεοτόκου, καὶ ἁειπαρθένου Μαρίας, καὶ γεννηθέντα ἐξ αὐτῆς, ὅς ἐστι κύριος Ἰησοῦς Χριστὸς εἷς τῆς ἁγίας τριάδος, ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, παθητὸς σαρκὶ, ἀπαθὴς αὐτὸς θεότητι. Οὔτε γὰρ ἕτερός τίς ἐστι παρὰ τὸν Θεὸν λόγον τὸ πάθος καὶ τὸν θάνατον ἀναδεδεγμένος· ἀλλ' αὐτὸς ἀπαθὴς καὶ ἀΐδιος τοῦ Θεοῦ λόγος γεννήσεως σαρκὸς ἀνθρωπίνης ἀνασχόμενος, τὰ πάντα πεπλήρωκε. (0227D) Διὸ οὐκ ἄλλον τὸν Θεὸν λόγον τὸν θαυματουργήσαντα, καὶ ἄλλον τὸν Χριστὸν τὸν παθόντα ἐπιστάμεθα· ἀλλ' ἕνα καὶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ λόγον σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, καὶ τοῦ αὐτοῦ τάγε θαύματα, καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπεμεινε σαρκὶ, ὁμολογοῦμεν· οὔτε γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν, ἀλλ' αὐτὸς Θεὸς λόγος τὸ ἴδιον σῶμα δέδωκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄνθρωπον πίστις καὶ ἐλπὶς ἡμῶν ᾖ, ἀλλ' εἰς αὐτὸν τὸν Θεὸν λόγον τὴν ἡμετέραν πίστιν ἔχωμεν. Καὶ Θεὸν τοίνυν αὐτὸν ὁμολογοῦντες οὐκ ἀθετοῦμεν τὸ εἶναι αὐτὸν καὶ ἄνθρωπον· καὶ ἄνθρωπον λέγοντες αὐτὸν, οὐκ ἀρνούμεθα τὸ εἶναι αὐτὸν καὶ Θεόν. Εἰ γὰρ Θεὸς μόνον ἦν, πῶς ἔπασχε; πῶς ἐσταυροῦτο καὶ ἀπέθνησκεν; ἀλλότρια γὰρ ταῦτα Θεοῦ. Εἰ δὲ ἄνθρωπος μόνον, πῶς διὰ τοῦ πάθους ἐνίκα; πῶς ἔσωζε; πῶς ἐζωοποίει; ταῦτα γὰρ ὑπὲρ ἄνθρωπον ἦν. Νῦν δὲ αὐτὸς πάσχει, καὶ σώζει, καὶ διὰ τοῦ πάθους νικᾳ, αὐτὸς Θεὸς. (0229A) αὐτὸς ἄνθρωπος τὸ συναμφότερον, οὕτως ἓν ἑκάτερον, ὡς μόνον. Ὅθεν ἐξ ἑκατέρας φύσεως, τουτέστιν ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἕπα Χριστὸν σύνθετον λέγοντες, σύγχυσιν τῇ ἑνώσει οὐκ ἐπεισάγομεν. Καὶ ἐν ἑκατέρᾳ δὲ φύσει, τουτέστιν ἐν θεότητι καὶ ἀνθρωπότητι, τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ λόγον σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα γινώσκοντες, διαίρεσιν μέν τινα [ἴσ. ἀνὰ μέρος] ἀμερὸς, τομὴν οὐκ ἐπιφέρομεν τῇ μιᾷ αὐτοῦ ὑποστάσει· τὴν δὲ διαφορὰν τῶν φύσεων, ἐξ ὧν καὶ συνετέθη, σημαίνομεν, οὐκ ἀνῃρημένην διὰ τὴν ἕνωσιν, ἐπειδὴ ἑκατέρα φύσις ἐστὶν ἐν αὐτῷ. Συνθέσεως γάρ ὁμολογουμένης, καὶ τὰ μέρη ἐν τῷ ὅλῳ ὑπάρχει, καὶ τὸ ὅλον ἐν τοῖς μέρεσι γινώσκεται. (0229B) Οὔτε γὰρ θεία φύσις εἰς τὴν ἀνθρωπίνην μετεβλήθη, οὔτε δὲ ἀνθρωπίνη φύσις εἰς τὴν θείαν ἐτράπη· νοουμένης δὲ μᾶλλον, καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ τε καὶ λόγῳ πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν καθ' ὑπόστασιν. δὲ καθ' ὑπόστασιν ἕνωσις δηλοῖ, ὅτι Θεὸς λόγος, τουτέστιν μία ὑπόστασις ἐκ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, οὐ προϋποστάντι ἀνθρώπῳ ἡνώθη, ἀλλ' ἐν τῇ γαστρὶ τῆς ἁγίας παρθένου ἐδημιούργησεν ἑαυτῷ ἐξ αὐτῆς ἐν τῇ ἰδίᾳ ὑποστάσει σάρκα ἑψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ, ὅπερ ἐστὶ φύσις ἀνθρωπίνη· ταύτην δὲ τὴν καθ' ὑπόστασιν τοῦ Θεοῦ λόγου πρὸς τὴν σάρκα ἕνωσιν διδάσκων ἡμᾶς καὶ Θεῖος ἀπόστολος, λέγει, « Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. » Διὰ γὰρ τοῦ εἰπεῖν, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, τὴν τοῦ λόγου ὑπόστασιν ὑπάρχουσαν ἔδειξεν ἐν οὐσίᾳ Θεοῦ. (0229C) Διὰ δὲ τοῦ εἰπεῖν, μορφὴν δούλου ἔλαβεν, οὐσίᾳ ἀνθρώπου, καὶ οὐχ ὑποστάσει, ἤτοι προσώπῳ ἑνωθῆναι τὸν Θεὸν λόγον ἐσήμανεν. Οὔτε γὰρ εἶπε, τὸν ἐν μορφῇ δούλου ὑπάρχοντα ἔλαβεν, ἵνα μὴ προϋποστάντι ἀνθρώπῳ ἑνωθῆναι δείξῃ τὸν λόγον, καθὼς Θεόδωρος καὶ Νεστόριος ἀσεβοῦντες ἐβλασφήμησαν, σχετικὴν τὴν ἕνωσιν λέγοντες. Ἡμεῖς δὲ τῇ θείᾳ γραφῇ, καὶ τοῖς ἁγίοις πατράσιν ἑπόμενοι ὁμολογοῦμεν, ὅτι Θεὸς λόγος σὰρξ ἐγένετο, ὅπερ ἑστὶ καθ' ὑπόστασιν ἑαυτῷ ἑνῶσαι φύσιν ἀνθρωπίνην. Διὸ καὶ εἷς ὑπάρχει κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐν ἑαυτῷ ἔχων τὸ τέλειον τῆς θεϊκῆς φύσεως, καὶ τὸ τέλειον τῆς ἀνθρωπίνης φύσεως· καὶ ἔστι μονογενὴς μὲν καὶ λόγος ὡς ἐκ Θεοῦ πατρὸς γεννηθεὶς, καὶ πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελφοῖς αὐτὸς, ὅτε γέγονεν ἄνθρωπος· γὰρ υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονε. Καὶ μείνας ὅπερ ἦν, οὐ μετέβαλεν ὅπερ γέγονεν. (0229D) Ὅθεν καὶ δύο γεννήσεις τοῦ αὐτοῦ μονογενοῦς Θεοῦ λόγου ὁμολογοῦμεν· τὴν μὲν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς ἀσωμάτως, τὴν δὲ ἐπ' ἐσχάτων τῶν ἡμερῶν τοῦ αὐτοῦ ἐκ τῆς ἁγίας ἐνδόξου θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας σαρκωθέντος, καὶ ἐνανθρωπήσαντος. γὰρ ἐκ πατρὸς ἐκλάμψας ὑπὲρ ἔννοιαν, ἔκ μητρὸς ἀνέτειλεν ὑπὲρ λόγον. Καὶ ὢν Θεὸς ἀληθὴς ἄνθρωπος γέγονεν ἀληθῶς. Διὰ τοῦτο κυρίως καὶ κατὰ ἀγήθειαν θεοτόκον τὴν ἁγίαν, ἔνδοξον, καὶ ἀειπάρθενον Μαρίαν ὁμολογοῦμεν. (0231A) Οὐχ ὡς τοῦ Θεοῦ λόγου τὴν ἀρχὴν ἐξ αὐτῆς λαβόντος, ἀλλ' ὅτι ἐπ' ἐσχάτων τῶν ἡμερῶν πρὸ τῶν αἰώνων μονογενὴς Θεὸς λόγος σαρκωθεὶς ἐξ αὐτῆς ἀτρέπτος ἐνηνθρώπησε· καὶ ἀόρατος ὢν ἐν τοῖς ἑαυτοῦ, ὁρατὸς γέγονεν ἐν τοῖς παρ' ἡμῖν· καὶ ἁπαθὴς ὢν Θεὸς οὐκ ἀπηξίωσε παθητὸς εἶναι ἄνθρωπος, καὶ ἀθάνατος, νόμοις ὑποκεῖσθαι θανάτου. Τοῦτον τὸν ἐν Βηθλεὲμ γεννηθέντα ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, ὁμοιωθέντα ἀνθρώποις, καὶ σταυρωθέντα ὑπὲρ ἡμῶν τῶν ἀθρώπων ἐπὶ Ποντίου Πιλάτου, ἐκήρυξαν οἱ ἄγιοι ἀπόστολοι αὐτὸν εἶναι Θεὸν, αὐτὸν ἄνθρωπον, αὐτὸν υἱὸν ἀνθρώπου, αὐτὸν ἐξ οὐρανοῦ, αὐτὸν ἀπὸ γῆς, αὐτὸν ἀπαθῆ, αὐτὸν παθητόν. γὰρ γεννηθεὶς ἄνωθεν ἐκ τοῦ πατρὸς λόγος ἀῤῥήτως, ἀφράστως, ἀκαταλήπτως, ἀϊδίως αὐτὸς ἐν χρόνῳ γεννᾶται κάτωθεν ἐκ παρθένου Μαρίας, ἵνα οἱ κάτωθεν πρότερον γεννηθέντες, ἄνωθεν ἐκ δευτέρου γεννηθῶσι, τουτέστιν ἐκ Θεοῦ. Αὐτὸς οὖν μητέρα μόνον ἔχει ἐπὶ τῆς γῆς, καὶ ἡμεῖς πατέρα μόνον ἔχομεν ἐν οὐρανῷ. (0231B) Λαβὼν γὰρ τὸν θνητὸν πατέρα τῶν ἀνθρώπων τὸν Ἀδὰμ, ἔδωκε τοῖς ἀνthgr;ρώποις τὸν ἑαυτοῦ πατέρα ἀθάνατον κατὰ τὸ λεγόμενον, « Δέδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. » Ὅθεν καὶ θανάτου κατὰ σάρκα γεύεται υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἴνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς αὐτοῦ μεταλάβωσι διὰ τὸν κατὰ πνεῦμα αὐτῶν πατέρα τὸν Θεόν. Αὐτὸς οὖν κατὰ φύσιν υἱός ἐστι τοῦ Θεοῦ, ἡμεῖς κατὰ χάριν. Καὶ πάλιν αὐτὸς κατ' οἰκονομίαν καὶ δι' ἡμᾶς υἱὸς γέγονε τοῦ Ἀδὰμ, ἡμεῖς δὲ κατὰ φύσιν ἐσμὲν υἱοὶ τοῦ Ἀδάμ. Πατὴρ γὰρ αὐτοῦ ἐστὶν Θεὸς κατὰ φύσιν, ἡμῶν δὲ κατὰ χάριν. Καὶ Θεὸς αὐτοῦ γέγονε κατ' οἰκονομίαν, διότι ἄνθρωπος, ἡμῶν δὲ κατὰ φύσιν δεσπότης ἐστὶ καὶ Θεός. Καὶ διὰ τοῦτο λόγος, ὅς ἐστιν υἱὸς τοῦ Θεοῦ πατρὸς, ἑνωθεὶς σαρκὶ γέγονε σὰρξ, ἵνα οἱ ἄνθρωποι ἑνωθέντες τῷ πνεύματι, γένωνται ἓν πνεῦμα. (0231C) Αὐτὸς οὖν ἀληθινὸς υἱὸς τοῦ Θεοῦ τοὺς πάντας ἡμᾶς φορεῖ, ἵνα οἱ πάντες ἕνα φορέσωμεν Θεὸν· καὶ ἔστι καὶ μετὰ τὴν ἐνανθρώπησιν εἷς τῆς ἁγίας τριάδος μονογενὴς υἱὸς τοῦ Θεοῦ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, σύνθετος ἐξ ἑκατέρας φύσεως. Σύνθετον δὲ τὸν Χριστὸν ὁμολογοῦμεν τῇ τῶν ἁγίων πατέρων ἀκολουθοῦντες διδασκαλίᾳ. Ἐπὶ γὰρ τοῦ κατὰ Χριστὸν μυστηρίου κατὰ σύνθεσιν ἕνωσις τὴν σύγχυσιν καὶ διαίρεσιν ἀποβάλλεται· καὶ φυλάττει μὲν τὴν ἑκατέρας φύσεως ἱδιότητα, μίαν δὲ ὑπόστασιν, ἤτοι πρόσωπον τοῦ Θεοῦ λόγου καὶ μετὰ τῆς σαρκὸς δείκνυσι, καὶ ἔστιν εἷς καὶ αὐτὸς τέλειος ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι, οὐχ ὡς δυσὶν ὑποστάσεσιν ἤτοι προσώποις, ἀλλ' ἐν θείᾳ φύσει καὶ ἀνθρωπίνῃ γνωριζόμενος· ἵνα εἷς καθ' ἑκάτερα, τέλειος Θεὸς, καὶ τέλειος ἄνθρωπος, αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἷς τῆς ἁγίας τριάδος συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. (0231D) Οὔτε γὰρ τετάρτου προσώπου προσθήκην ἐπεδέξατο ἁγία τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας τριάδος Θεοῦ λόγου. Ταύτην τὴν καλὴν παρακαταθήκην, ἢν παρὰ τῶν ἁγίων πατέρων εἰλήφαμεν, φυλάττομεν, ἐν ζῶμεν καὶ πολιτευόμεθα, καὶ ἣν συνέκδημον λάβοιμεν, εἰς πατέρα, καὶ Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἅγιον πνεῦμα ὁμολογίαν. (0233A)

Ταύτα οὕτως ὁμολογοῦντες πρὸς ταὶς ἄλλαις τοῦ ἐν ἁγιοις Κυρίλλου περὶ τῆς ὀρθῆς πίστεως διδακαλίας, καὶ τὸ εἰρημένον παρ' αὐτοῦ, μίαν φύσιν τοῦ Θεοῦ λόγου σεσαρκωμένην, δεχόμενοι ὁμολογοῦμεν, ὅτι ἐκ τῆς θείας φύσεως, καὶ τῆς ἀνθρωπίνης εἷς Χριστὸς ἀπετελέσθη, καὶ οὐ μία φύσις, καθώς τινες κακῶς τὴν λέξιν ἐκλαμβάνοντες λέγειν ἐπιχειροῦσιν. Ἀμέλει τοι καὶ αὐτὸς πατὴρ, ὁσάκις μίαν φύσιν εἶπε τοῦ λόγου σεσαρκωμένην, ἐπὶ τούτου τῷ τῆς φύσεως ὀνόματι ἀντὶ ὑποστάσεως ἐχρήσατο. Καὶ ἐν οἷς λόγοις εἶπε ταύτην τὴν λέξιν, ἐν τοῖς ἐφεξῆς ὡς ἐπὶ τὸν πλεῖστον ἐπήγαγε, ποτὲ μὲν υἱὸν, ποτὲ δὲ λόγον μονογενῆ· ἅπερ οὐ φύσεως, ἀλλ' ὑποστάσεως ἢτοι προσώπου ἐστὶ δηλωτικά. (0233B) τοίνυν ὑπόστασις τοῦ λόγου σαρκωθεῖσα οὐ μίαν φύσιν, ἀλλ' ἕνα Χριστὸν σύνθετον ἀπετέλεσε τὸν αὐτὸν Θεόν τε καὶ ἄνθρωπον· Θεὸν δὲ καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογοῦντας, μίαν φύσιν ἤτοι οὐσίαν ἐπ' αὐτῷ λέγειν ἀσεβές· ἀδύνατον γὰρ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ μίαν καὶ τὴν αὐτὴν φύσιν, ἤτοι οὐσίαν, καὶ πρὸ αἰώνων εἶναι καὶ ἐν χρόνῳ, ἀπαθῆ καὶ παθητὸν, ὅπερ ἐπὶ τῆς μιᾶς αὐοῦ ὑποστάσεως ἤτοι προσώπου ὀρθῶς ὁμολογοῦμεν. Ἐξ αὐτῶν δὲ τῶν εἰρημένων τοῦ αὐτοῦ ἐν ἁγίοις Κυρίλλου ἀποδείξομεν τὴν περὶ τῆς εἰρημένης λέξεως σαφεστάτην αὐτοῦ διδασκαλίαν· ἐν γὰρ τῇ πρώτῃ πρὸς Σούκενσον ἐπιστολῇ εἰπὼν μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην, εὐθὺς ἐπήγαγεν· « Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν, εἴς γε μόνον τὸ ὁρᾷν τοῖς τῆς ψυχῆς ὄμμασι, τίνα τρόπον ἐνηνθρώπηκεν μονογενὴς, δύο τὰς φύσεις εἶναί φαμεν τὰς ἑνωθείσας, ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον τὸν τοῦ Θεοῦ πατρὸς λόγον ἐνανθρωπήσαντα, καὶ σεσαρκωμένον. (0233C) » Διὰ τούτων δὲ πατὴρ τὸν τρόπον τῆς ἐνανθρωπήσεως παραστῆσαι βουλόμενος, καὶ τὸ ἀδιαίρετον καὶ ἀσύγχυτον φυλάττων, καὶ τὸν ἀριθμὸν τῶν συνελθουσῶν φύσεων ἔδειξε, καὶ ἕνα Χριστὸν ἐκήρυξεν, ἀλλ' οὐχὶ μίαν φύσιν θεότητος καὶ σαρκὸς. Καὶ ἐν τῇ δευτέρᾳ πρὸς τὸν αὐτὸν Σούκενσον ἐπιστολῇ τὰ παραπλήσια διδάσκων [λέγει] γράφει οὕτως· « Εἰ μὲν γὰρ μίαν εἰπόντες τὴν τοῦ λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ, σεσαρκωμένην, ἀλλ' οἷον ἔξω θέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος λόγος προσποιουμένοις ἐρωτᾷν, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι, τὸ, πῶς ὑφέστηκεν καθ' ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἐν ἀνθρωπότητι τελειότης, καὶ τῆς καθ' ἡμᾶς οὐσίας δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν, σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες. Τοῦ γὰρ ἐκβάλλοντος τὴν οἰκονομίαν, καὶ ἀρνουμένου τὴν σάρκωσιν, ἦν τὸ ἐγκαλεῖσθαι δικαίως ἀφαιρουμένου τὸν υἱὸν τῆς τελείας ἀνθρωπώτητος. (0233D) Εἰ δὲ, ὡς ἔφην, ἐν τῷ σεσαρκῶσθαι λέγειν αὐτὸν, σαφής ἐστι καὶ ἀναμφίβολος ὁμολογία τοῦ, ὅτι γέγονεν ἄνθρωπος, οὐδὲν ἔτι κωλύει νοεῖν, ὡς εἷς ὑπάρχων καὶ μόνος υἱὸς Χριστὸς, αὐτὸς Θεός ἐστι καὶ ἄνθρωπος, ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος· ὀρθότατα δὲ καὶ πάνυ συνετῶς σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους ἐκτέθειται λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ Θεοῦ, καθὸ νοεῖται καὶ ἔστι Θεὸς, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος, ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει. Δεῖ γὰρ ἀναγκαίως ἀμφότερα σώζεσθαι τῷ ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῷ, τὸ καὶ μὴ πάσχειν θεϊκῶς, καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως. αὐτοῦ γὰρ πέπονθε σάρξ. (0235A) » Καὶ ἐν τῷ τρισκαιδεκάτῳ δὲ κεφαλαίῳ τῶν σχολίων αὐτὸς ἐν ἁγίοις Κύριλλος ὁμοίως ἀποβαλλόμενος τοὺς τε δύο υἱοὺς εἰσάγοντας, τούς τε μίαν φύσιν λέγοντας θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ, γράφει οὕτως· « Οὐ διοριστέον οὖν ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς, καὶ εἰς Θεὸν ἰδικῶς, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν κύριόν φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν, καὶ ἀσυγχύτως ἀλλήλαις τηροῦντες αὐτάς. » Εἰ τοίνυν, καθὼς διδάσκει ἐν ἁγίοις Κύριλλος, εἷς ἐστιν κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τέλειος ἐν θεότητι, καὶ τέλειος αὐτὸς ἐν ἀνθρωπότητι, καὶ οὐκ ἔπαθε τῇ θείᾳ φύσει, ἀλλὰ τῇ χοϊκῇ φύσει, οἶδε δὲ καὶ τὴν τῶν φύσεων διαφορὰν, καὶ τὸ ἀσυγχύτους αὐτὰς ἀλλήλαις ἐν μιᾷ ὑποστάσει φυλάττεσθαι, δῆλον ὅτι τὸν αὐτὸν ἐν τῇ θείᾳ φύσει καὶ τῇ ἀνθρωπίνῃ λέγει πατὴρ γνωρίζεσθαι, καὶ ἑκατέραν φύσιν ἐν αὐτῷ εἶναι, ἐξ ὧν καὶ συνετέθη. (0235B) Καὶ οὐκ ἂν τις οὕτω μανείη, ὡς ὀρθῶς νομίσαι φρονεῖν τοὺς λέγοντας μίαν εἶναι φύσιν, ἤτοι οὐσίαν σαρκὸς καὶ θεότητος τοῦ Χριστοῦ, τὴν αὐτὴν θείαν καὶ χοϊκὴν, παθητὴν καὶ ἀπαθῆ. (0235C)

Ἐπειδὴ δὲ καὶ ἑτέρωθεν κατασκευάζειν ἐπιχειροῦσί τινες τὸ μίαν εἴναι φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, τὸ τοῦ ἀνθρώπου παράδειγμα προβαλλόμενοι, καὶ λέγοντες, ὤσπερ ἐξ ἑτεροφυῶν ψυχῆς καὶ σώματος συνεστὼς ἄνθρωπος μία φύσις λέγεται, οὕτω καὶ ἐκ δύο φύσεων, θεότητος καὶ ἀνθρωπότητος, τὸν Χριστὸν λέγοντες, ὀφείλομεν μίαν φύσιν ἐπ' αὐτῷ λέγειν· ἐκεῖνο πρὸς αὐτοὺς ἐροῦμεν, ὅτι μὲν ἄνθρωπος κᾂν ἐκ διαφόρων συνέστηκε, τουτέστι ψυχῆς καὶ σώματος, ὅμως διὰ τοῦτο μία φύσις λέγεται, ἐπειδὴ κοινῶς κατὰ πασῶν τῶν ὑποστάσεων, ἤγουν προσώπων τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγομένων κατηγορεῖται. Εἰ καὶ τὰ μάλιστα γὰρ ἑκάστη ὑπόστασις, ἤτοι πρόσωπον, οἷον Πέτρος, καὶ Παῦλος, τοῖς ἰδιώμασιν ἀπ' ἀλλήλων διαχωρίζονται, ἀλλ' ὄμως οὐ τῇ φύσει διαιροῦνται· ἀμφότεροι γὰρ ἄνθρωποι· καὶ πάλιν οὔτε ψυχὴ χωρὶς σώματος, οὔτε σῶμα χωρὶς ψυχῆς [ἄνθρωπός ἔστιν] ἀνθρωπότητος, ἀλλ' ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἐκ ψυχῆς καὶ σώματος ἐδημιουργήθη. Πᾶν δὲ κτίσμα, εἰ καὶ ἐκ διαφόρων συνέστηκεν, ἀλλ' οὖν μίαν ἐκείνην ἔχειν λέγεται φύσιν, καθ' ἣν παρὰ τοῦ Θεοῦ ἐδημιουργήθη. (0235D) δὲ Χριστὸς οὐχ οὕτως· οὔτε γὰρ μίαν φύσιν, ἤγουν οὐσίαν δηλοῖ κοινῶς κατὰ πολλῶν ὑποστάσεων, ἤτοι προσώπων κατηγορουμένην, ὤσπερ ἄνθρωπος· εἰ γὰρ τοῦτο ἦν, πολλοὶ Χριστοὶ εὑρεθήσονται, καθ' ὧν τὸ κοινὸν τῆς φύσεως κατηγορῆται, ὄπερ καὶ λέγειν ἐστὶν ἀσεβές· ἀλλ' οὔτε ἀπ' ἀρχῆς ἐκ θεότητος καὶ ἀνθρωπότητος, ὥσπερ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, Χριστὸς ἐδημιουργήθη, ἵνα τοῦτο φύσις Χριστοῦ· ἀλλὰ Θεὸς ὢν πρὸ αἰώνων λόγος, καὶ τῆς αὐτῆς φύσεως, ἤτοι οὐσίας ὑπάρχων τῷ πατρὶ, καὶ δημιουργὸς ἁπάντων, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἀνθρώπου φύσιν καθ' ὑπόστασιν ἑνώσας ἑαυτῷ, γέγονεν ἄνθρωπος, μὴ ἐκστὰς τοῦ εἶναι Θεός.

Ἔστιν οὖν Χριστὸς μία ὑπόστασις, ἤτοι πρόσωπον, καὶ ἔχει τὸ τέλειον ἐν ἑαυτῷ τῆς τε θείας καὶ ἀκτίστου φύσεως, καὶ τὸ τέλειον τῆς ἀνθρωπίνης καὶ κτιστῆς φύσεως. (0237A) Πῶς οὖν, ἐν δύο φύσεις γνωρίζονται, ἄκτιστος καὶ κτιστὴ, ἐπὶ τούτου μίαν φύσιν ἤτοι οὐσίαν λέγεσθαι δυνατόν; Εἰ γὰρ καὶ μία ὑπόστασις ἤτοι πρόσωπον Χριστὸς, ἀλλ' ὁμοούσιος τῷ πατρὶ Θεῷ, καὶ ὁμοούσιος ἡμῖν αὐτὸς, οὐ μὴν κατὰ μίαν καὶ τὴν αὐτὴν φύσιν, ἤτοι οὐσίαν· εἰ δὲ μία φύσις ἤτοι οὐσία ἦν Χριστὸς, ἄσαρκος ὢν μόνῳ τῷ Θεῷ καὶ [πατρὶ L. sic leg. in chronico Alex.] πνεύματί ἐστιν ὁμοούσιος, ἐπειδὴ μία τῆς θεότητος οὐσία, ἤτοι φύσις· ψιλὸς ὢν ἄνθρωπος, μόνοις ἡμῖν ἐστιν ὁμοούσιος, ἐπειδὴ μία φύσις τῆς ἀνθρωπότητος· τραπεῖσα ἑκατέρα φύσις ἑτεροφυής ἐστιν. Ἀπετέλεσε παρὰ τὰς συνελθούσας, καὶ κατ' αὐτοὺς οὔτε Θεὸς ἔμεινεν, οὔτε ἄνθρωπος γέγονεν Χριστός· καὶ διὰ τοῦτο οὔτε τῷ πατρὶ, οὔτε ἡμῖν ἐστιν αὐτὸς ὁμοούσιος. Τὸ δὲ οὕτω φρονεῖν πάσης πεπλήρωται ἀσεβείας. (0237B) Καὶ ταῦτα λέγομεν οὐκ ἀγνοοῦντες, ὅτι καὶ τινες τῶν ἁγίων πατέρων τῷ τοῦ ἀνθρώπου ὑποδείγματι ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου ἐχρήσαντο· ἀλλ' ἐκεῖνοι μὲν, ἵνα δείξωσιν, ὅτι καθάπερ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος εἷς ἀποτελεῖται, καὶ οὐχὶ δύο ἄνθρωποι, οὕτω καὶ Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος συντεθεὶς εἷς ἐστι, καὶ οὐκ εἰς δύο Χριστοὺς, δύο υἱοὺς μερίζεται. Οὗτοι δὲ τῷ τοῦ ἀνθρώπου ὑποδείγματι κέχρηνται, ἵνα μίαν φύσιν ἤτοι οὐσίαν θεότητος καὶ ἀνθρωπότητος τοῦ Χριστοῦ εἰσάγωσιν, ὅπερ ἀπεδείξαμεν ἀλλότριον εἶναι τῆς εὐσεβείας. (0237C) Ἀλλὰ διὰ τοῦτο ἐλεγχόμενοι, ὡς παρὰ τὴν ὀρθὴν τῶν πατέρων διδασκαλίαν ἀναπλάττουσιν ἐν ἑαυτοῖς μίαν φύσιν, ἤτοι οὐσίαν θεότητος καὶ σαρκὸς, ἐφ' ἕτερα μεταβαίνουσι λέγοντες, μὴ δεῖν ἀριθμὸν φύσεων ἐπὶ Χριστοῦ λέγειν, ὡς τοῦ ἀριθμοῦ διαίρεσιν εἰσάγοντος· Ἴστωσαν τοίνυν ὅτι ἀριθμὸς ὅταν μὲν ἐπὶ διαφόρων προσώπων, ὑποστάσεων λέγεται, τῶν πραγμάτων αὐτῶν τὴν ἀνὰ μέρος ἔχει διαίρεσιν, οἷον ὡς ἐπὶ δύο πλειόνων ἀνθρώπων· ὅταν δὲ ἐπὶ ἡνωμένων πραγμάτων, τηνικαῦτα μόνῳ λόγῳ καὶ θεωρίᾳ, οὐ μὴν αὐτῶν τῶν πραγμάτων ἔχει τὴν διαίρεσιν, οἷον ἐπὶ μιᾶς ὑποστάσεως ἀνθρώπου ἐκ ψυχῆς καὶ σώματος συνεστώσης· δύο γὰρ καὶ ἐνταῦθα φύσεις θεωροῦνται, ἑτέρα μὲν τῆς ψυχῆς, καὶ ἑτέρα τοῦ σώματος· καὶ ὅμως οὐ διὰ τοῦτο εἰς δύο ἀνθρώπους διαιρεῖται, ἀλλ' ἕνα ἴσμεν τὸν ἄνθρωπον, καὶ μίαν αὐτοῦ τὴν ὑπόστασιν. (0237D) Καὶ ἐπὶ τοῦ κατὰ Χριστὸν τοίνυν μυστηρίου τῆς ἑνώσεως γενομένης, εἰ καὶ διάφορα θεωρεῖται τὰ ἑνωθέντα, ἀλλ' οὖν οὐ πραγματικῶς, καὶ ἀνὰ μέρος ἀλλήλων διΐστανται τὰ ἐξ ὧν κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνετέθη· τὴν τοι διαφορὰν κατανοοῦντες, καὶ ταύτην σημᾶναι βουλόμενοι, τὸν ἀριθμὸν παραλαμβάνομεν, καὶ δύο τὰς ἐν Χριστῷ φύσεις εἶναί φαμεν, καὶ οὐ διὰ τοῦτο εἷς Χριστὸς εἰς δύο Χριστοὺς, δύο υἱοὺς διαιρεῖται· καὶ μαρτυρεῖ τοῖς παρ' ἡμῶν εἰρημένοις ἐν ἁγίοις Γρηγόριος Θεολόγος ἐν τῷ πρὸς Κληδόνιον πρώτῳ λόγῳ γράφων οὕτως· « Εἴ τις εἰσάγει δύο υἱοὺς, ἕνα μὲν τὸν ἐκ τοῦ Θεοῦ καὶ πατρὀς, δεύτερον δὲ ἐκ τῆς μητρὸς, ἀλλ' οὐχὶ ἕνα καὶ τὸν αὐτὸν, τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι. Φύσεις μὲν γὰρ δύο, Θεὸς καὶ ἄντρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο, οὐδε θεοί. (0239A) Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι· εἰ καὶ οὕτως Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου, καὶ τὸ ἐκτὸς προσηγόρευσε· καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν σωτὴρ, εἴπερ μὴ ταυτὸν τὸ ἀόρατον τῷ ὁρατῷ καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον, οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γὲνοιτο. »

Ἰδοὺ διὰ τούτων σαφῶς διδάσκει ἐν ἁγίοις Γρηγόριος, ὅτι ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου μὲν ἐπὶ προσώπων τὸν ἀριθμὸν λέγων, ὡς ἀσεβὴς κατακρίνεται· δὲ ἐπὶ τῶν φύσεων ἐξ ὧν εἷς συνετέθη Χριστὸς, τοῦτον παραλαμβάνων ὀρθῶς ὁμολογεῖ· ὡς τὴν μὲν διαφορὰν τῶν συνελθουσῶν φύσεων διὰ τούτου σημαίνων, διαίρεσιν δὲ τὴν ἀνὰ μέρος κατ' οὐδένα τρόπον ποιούμενος. (0239B) Ὥσπερ γὰρ ἑτέρα φύσις τῆς ψυχῆς, καὶ ἑτέρα σώματος, καὶ ὅμως εἷς κατὰ σύνθεσιν ἄνθρωπος ἀποτελεῖται, καὶ οὐ δύο· οὕτω καὶ ἐν Χριστῷ εἰ καὶ δύο φύσεις θεωροῦνται, ἑτέρα μὲν τῆς θεότητος, ἑτέρα δὲ τῆς ἀνθρωπότητος, ἀλλ' οὐ διὰ τοῦτο δύο Χριστοὶ, δύο υἱοὶ εἰσάγονται. Ὥστε τὸν ἀριθμὸν τῶν ἐν Χριστῷ φύσεων κατὰ τὸν εἰρημένον τρόπον παραιτούμενοι λέγειν, δῆλοί εἰσι τὴν διαφορὰν τούτων ἀρνούμενοι, καὶ σύγχυσιν ἐπεισάγοντες τῇ οἰκονομίᾳ. Εἰ δὲ τὴν διαφορὰν ὁμολογοῦσιν, ἀνάγκη πάντως ἐπὶ ταύτῃ καὶ τὸν ἁριθμὸν τῶν ἀσυγχύτως συνελθουσῶν φύσεων εἰς μίαν ὑπόστασιν λέγειν αὐτοὺς. Ὥπου γὰρ διαφορὰ φυλάττεται, ταύτῃ πάντως καὶ ἀριθμὸς ἕπεται. (0239C) Εἰς σύστασιν dgr;ὲ τῶν παρ' ἡμῶν εἰρημένων τῇ τῶν ἁγίων πατέρων μαρτυρίᾳ χρώμενοι, δείξομεν αὐτοὺς λεγεῖν, ὅτι ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οἱ μὲν λόγοι διαιροῦνται κατὰ τὴν διαφορὰν τῶν φύσεων, θεότητος καὶ ἀνθρωπότητος, ἐξ ὧν καὶ συνετέθη, καὶ τὸν ἀριθμὸν ἐπὶ τούτου παραλαμβάνουσιν, οὐ μὴν πραγματικῶς ἀνὰ μέρος τὴν τῶν φύσεων ποιοῦνται διαίρεσιν εἰς δύο ὑποστάσεις, ἤτοι δύο πρόσωπα.

Λέγει γὰρ ἐν ἁγίοις Κύριλλος ἐν τῇ ἑρμηνείᾳ τοῦ Λευιτικοῦ οὕτως· « Ὥλον δὴ πάλιν ἐν τούτοις περιάθρει σαφῶς τοῦ σωτῆρος ἡμῶν τὸ μυστήριον, καὶ τὸν διὰ τοῦ ἁγίου βαπτίσματος καθαρισμόν. Δύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελεύει ζῶντα καὶ καθαρὰ, ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπόν τε ὁμοῦ καὶ Θεὸν εἰς δύο φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστῃ πρέποντα λόγον, διαιρούμενον· λόγος γὰρ ἦν ἐκ Θεοῦ πατρὸς ἀναλάμψας ἐν σαρκὶ τῇ ἐκ γυναικὸς, πλὴν οὐ μεριζόμενος· εἷς γὰρ ἐξ ἀμφοῖν Χριστός. » Καὶ πάλιν αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῇ πρὸς Ζούκενσον δευτέρᾳ ἐπιστόλῇ γράφει οὕτως· « Ἀλλ' ἡγνόησαν, ὅτι ὅσα κατὰ μόνην τὴν θεωρίαν διαιρεῖσθαι φιλεῖ, ταῦτα οὐ πάντως καὶ εἰς ἑτερότητα τὴν ἀνὰ μέρος ὁλοτρόπως καὶ ἰδικῶς ἀποφοιτήσειεν ἂν ἀπ' ἀλλήλων. (0239D) » Καὶ ἐν ἁγίοις Βασίλειος ἐν τῷ τετάρτῳ κατ' Εὐνομίου λόγῳ ἑρμηνεύων τὸ - Κύριος ἔκτισέ με, καὶ πρὸ πάντων βουνῶν γεννᾷ με - γράφει οὕτως· « Ληπτέον οὖν τὸ μὲν ἐγέννησεν, ἐπὶ τοῦ Θεοῦ υἱοῦ· τὸ δὲ ἔκτισεν, ἐπὶ τοῦ τὴν μορφὴν τοῦ δούλου λαβόντος. Ἐν πᾶσι δὲ τούτοις οὐ δύο λέγομεν, Θεὸν ἰδίᾳ, καὶ ἄνθρωπον ἰδίᾳ· εἷς γὰρ ἦν· ἀλλὰ κατ' ἐπίνοιαν τὴν ἑκάστου φύσιν λογιζόμενοι. » Καὶ ἐν ἁγίοις δὲ Γρηγόριος θεολόγος ἐν τῷ περὶ υἱοῦ δευτέρῳ λόγῳ διδάσκων. ἡμᾶς, ὅπως δεῖ τὰς ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ φύσεις κατ' ἐπίνοιαν διακρίνειν, γράφει οὕτως· « Ἡνίκα αἱ φύσεις διΐστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τά ὀνόματα. (0241A) Παύλου λέγοντος ἄκουσον· - Ἵνα Θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πατὴρ τῆς δόξης· Χριστοῦ μὲν Θεὸς, τῆς δὲ δόξης πατήρ. Εἰ γὰρ καὶ τὸ συναμφότερον ἓν, ἀλλ' οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. » Καὶ ἐν ἀγίοις δὲ Γρηγόριος Νύσσης ἐπίσκοπος ἐν τῷ κατ' Εὐνομίου τετάρτῳ λόγῳ τὰ αὐτὰ ἡμᾶς διδάσκων, γράφει οὕτως· « Καὶ ὡς ἂν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυρὸν πάθος προστρίβοιτο, δι' ἑτέρων τρανώτερον τὴν τοιαύτην ἐπανορθοῦται πλάνην, μεσίτην αὐτὸν Θεοῦ καὶ ἀνθρώπου, Θεὸν καὶ ἄνθρωπον αὐτὸν ὀνομάζων, ἵνα ἐκ τοῦ τὰ δύο περὶ τὸ ἓν λέγεσθαι τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον, περὶ μὲν τὸ θεῖον ἀπάθεια, περὶ δὲ τὸ ἀνθρώπινον κατὰ τὸ πάθος οἰκονομία. (0241B) Τῆς οὖν ἐπινοίας διαιρούσης τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνωμένον, τῷ δὲ λόγῳ διακρινόμενον, ὅταν μὲν τὸ ὑπερκείμενον, καὶ ὑπερέχον πάντα νοῦν κηρύσσῃ, τοῖς ὑψηλοτέροις κέχρηται τῶν ὀνομάτων, ἐπὶ πάντων Θεὸν, καὶ μέγαν Θεὸν, καὶ δύναμιν Θεοῦ, καὶ σοφίαν, καὶ τὰ τοιαῦτα καλῶν. Ὥταν δὲ τὴν ἀναγκαίως διὰ τὸ ἡμέτερον ἀσθενὲς συμπαραληφθεῖσαν τῶν παθημάτων πεῖραν περιγράφῃ τῷ λόγῳ, ἐκ τοῦ ἡμετέρου κατονομάζει τὸ συναμφότερον, ἄνθρωπον αὐτὸν προσαγορεύων, οὐ κοινοποιῶν πρὸς τὴν λοιπὴν φύσιν διὰ τῆς φωνῆς τὸν δηλούμενον, ἀλλ' ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι. (0241C) »

Τούτων οὕτως ἀποδεδειγμένων διὰ τῆς τῶν πατέρων διδασκαλίας, παυσάσθωσαν οἱ τὸν ἀριθμὸν τῶν ἐν Χριστῷ φύσεων πρόφασιν τῆς οἰκείας πλάνης ποιούμενοι, καὶ τῷ διὰ τούτου τὴν διαφορὰν ἀρνεῖσθαι, σύγχυσιν εἰσάγειν ἐπιχειροῦντες. Πῶς γὰρ οὐκ ἀναγκαῖος ἀριθμὸς, ἐπὶ σημασίᾳ τῆς διαφορᾶς τῶν ἑνωθεισῶν εἰς μίαν ὑπόστασιν φύσεων, καὶ οὐκ ἐπὶ τῇ ἀνὰ μέρος διαιρέσει αὐτῶν, οἱ πατέρες ἐχρήσαντο; Ἀποδεδειγμένου τοίνυν πανταχόθεν, ὡς ἀσεβές ἐστι τὸ λέγειν, μίαν φύσιν, ἤτοι οὐσίαν θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ, κἀκεῖνο ἐροῦμεν, ὡς οὐδὲ καθὸ μίαν ὑπόστασιν λέγομεν τῆς θεότητος, καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, οὕτω δυνατὸν καὶ μίαν φύσιν λέγειν Χριστοῦ. Ἐπειδὴ μὴ ταυτὸν φύσις τε καὶ ὑπόστασις. (0241D) Πάντες γὰρ οἱ ἅγιοι πατέρες συμφώνως ἡμᾶς διδάσκουσιν, ἄλλο εἶναι φύσιν ἤτοι οὐσίαν, καὶ μορφὴν, καὶ ἄλλο ὑπόστασιν ἤτοι πρόσωπον· καὶ τὴν μὲν φύσιν, ἤτοι οὐσίαν καὶ μορφὴν τὸ κοινὸν σημαίνειν, τὴν δὲ ὑπόστασιν ἤτοι πρόσωπον, τὸ ἰδικόν· εἰ δὲ φήσωσί τινες, ὅτι ὥσπερ μία ὑπόστασις σύνθετος εἴρηται ἐπὶ Χριστοῦ, οὕτω δεῖ καὶ μίαν φύσιν σύνθετον λέγειν, ἀποδείξομεν καὶ τοῦτο ἀλλότριον εἶναι τῆς εὐσεβείας. Μίαν γὰρ φύσιν θεότητος, ἤτοι οὐσίαν λέγοντες, τρεῖς ἐπ' αὐτῆς δοξάζομεν ὑποστάσεις ἐν ἑκάστῃ ὑποστάσει τὴν αὐτὴν φύσιν, ἤτοι οὐσίαν γνωρίζοντες· καὶ εὐσεβῶς ἐκ τῶν τριῶν ὑποστάσεων μίαν ὑπόστασιν τὴν τοῦ λόγου πρὸς τὴν σάρκα συντεθεῖσθαί φαμεν. Οὐδεὶς γάρ ποτε ἐτόλμησεν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ εἰπεῖν, ὅτι ὥσπερ τρεῖς ὑποστάσεις, οὔτω καὶ τρεῖς φύσεις εἰσὶ τῆς ἁγίας τριάδος, ὥστε καὶ δύνασθαι λέγειν μίαν φύσιν ἐκ τῶν τριῶν φύσεων συντεθεῖσθαι πρὸς σάρκα· τρεῖς γὰρ φύσεις ἐπὶ τῆς ἁγίας τριάδος μόνος Ἄρειος τολμήσας εἰπεῖν ὡς βλάσφημος κατεκρίθη. Διὰ τοῦτο τοίνυν κατὰ τὸν ὀρθὸν λόγον δύο φύσεων ἕνωσιν λέγομεν, καὶ μίαν ὑπόστασιν. (0243A) Ἐπειδὴ τοῦ Θεοῦ υἱὸς κατὰ τὴν ὑπόστασιν ἕτερος ὢν παρὰ τὸν πατέρα, τῆς αὐτῆς δὲ φύσεως ὢν τῷ πατρὶ, ἐν τῇ ἰδίᾳ ὑποστάσει ἐδημιούργησεν ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ, ὅπερ δηλοῖ ἀνθρωπίνῃ φύσει ἑνωθῆναι τὸν τοῦ Θεοῦ λόγον, καὶ οὐχ ὑποστάσει ἤτοι προσώπῳ τοῦδέ τινος· ἔστι τοίνυν τοῦ Θεοῦ λόγος καὶ σαρκωθεὶς μία ὑπόστασις ἐν ἑκατέρᾳ φύσει γνωριζόμενος, ἐν δὲ τῇ θείᾳ, ἐν ὑπῆρχε κατὰ τὸ, - Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, - καὶ ἐν τῇ ἀνθρωπίνῃ κατὰ τὸ, - Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος. - Καὶ διὰ τοῦτο εὐσεβῶς εἴποι τις ἂν μίαν ὑπόστασιν τοῦ Θεοῦ λόγου σύνθετον, ἤπερ μίαν φύσιν σύνθετον· ἐπειδὴ ὅτε καθ' ἑαυτὴν ἁπλῶς φύσις λέγεται, μὴ προσκειμένου ταύτῃ ἰδικοῦ τινος προσώπου, ἀόριστόν τι, καὶ ἀνυπόστατον δηλοῖ· τὸ δὲ ἀόριστον πρὸς οὐδὲν συντεθῆναι δύναται. (0243B) Εἰ δέ τις καὶ μετὰ τοὺς τοιούτους λόγους πρὸς φιλονεικίαν μόνην ὁρῶν, ἀντιθεῖναι ἐπιχειρήσει λέγων, ὅτι κατὰ τὸν ἀποδοθέντα τῆς φύσεως λόγον χρὴ καὶ τὴν ἀνθρωπίνην φύσιν τοῦ Χριστοῦ ἰδίαν ὑπόστασιν, ἤτοι πρόσωπον ἴδιον ἔχειν, πρόδηλός ἐστιν τοιοῦτος, ὅτι προϋποστάντι ἀνθρώπῳ ἑνωθῆναι λέγει τὸν λόγον, καὶ σχετικὴν γεγενῆσθαι τὴν ἕνωσιν. Δύο γὰρ ὑποστάσεων, ἤτοι προσώπων καθ' ὑπόστασιν γενέσθαι ἕνωσιν ἀδύνατον. Ὥστε ταῦτα λέγων, τὸ δυνατὸν τοῦ Θεοῦ λόγοις ἀνθρωπίνης σοφίας κενῶσαι σπουδάζων, ἀγνοεῖ τὸ μέγα τῆς εὐσεβείας μυστήριον, ὅπερ καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· οὔτε γὰρ ἀνθρωπίνη φύσις τοῦ Χριστοῦ ἁπλῶς ποτε λέγεται, ἀλλ' οὔτε ἰδίαν ὑπόστασιν, ἦτοι πρόσωπον ἔσχεν, ἀλλ' ἐν τῇ ὑποστάσει τοῦ λόγου τὴν ἀρχὴν τῆς ὑπάρξεως ἔλαβεν. (0243C) Ὅθεν αὐτὸν τὸν Θεὸν λόγον ἀτρέπτως ἄνθρωπον γεγενῆσθαι ὁμολογοῦμεν, καὶ οὐκ εἰς ἄνθρωπόν τινα αὐτὸν ἐληλυθέναι· καὶ τοῦ αὐτοῦ Θεοῦ λόγου σαρκωθέντος τὴν ἐκ παρθένου γέννησιν εἶναι, καὶ διἀ τοῦτο θεοτόκον εἶναι τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν. Διὰ τοῦτο καὶ πρὸ τῆς σαρκώσεως τοῦ Θεοῦ λόγου, καὶ μετὰ τὴν αὐτοῦ σάρκωσιν τρεῖς ὑποστάσεις λέγομεν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τῆς ἁγίας τριάδος τετάρτης ὑποστάσεως, ἤτοι προσώπου προσθήκην μὴ ἐπιδεξαμένης. Ἐκ τούτων τοίνυν πάντων διελέγχονται οἱ λέγοντες πρὸ τῆς ἑνώσεως δύο φύσεις, ὡς προϋποστάντα λέγουσιν ἄνθρωπον, καὶ οὕτως ἑνωθῆναι τῷ Θεῷ λόγῳ, κατὰ τὴν μανίαν Θεοδώρου, καὶ Νεστορίου τῶν ἀσεβῶν· οἱ δὲ λέγοντες μὴ χρῆναι λέγειν μετὰ τὴν ἕνωσιν δύο φύσεις ἐπὶ Χριστοῦ, ἀλλὰ μίαν φύσιν, σύγχυσιν, καὶ φαντασίαν εἰσάγοντες [εἰσάγουσι] κατὰ Ἀπολινάριον, καὶ Εὐτυχέα τοὺς ἀσεβεῖς. Ἀλλ' οὗτοι μὲν ταῦτα. (0243D) Οἱ δὲ ἃγιοι πατέρες μετὰ τὴν τοῦ λόγου ἐνανθρώπησιν θεωρήσαντες τὰ ἐξ ὧν Χριστὸς, καὶ ὅτι ἁσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ὀρθότατα τὰς δύο φύσεις τήν τε θείαν, καὶ ἀνθρωπίνην ἐν τῷ Χριστῷ εἶναι εἰρήκασιν. Οὔτε γὰρ πρὸ τῆς ἐνανθρωπήσεως δύο φύσεις ἦσαν τοῦ κυρίου, οὐδὲ μετὰ τὴν ἐνανθρώπησιν αἱ δύο μία γεγόνασιν, εἰ καὶ ἐν μιᾷ ὑποστάσει γνωρίζονται.

Ταῦτα δὲ καὶ ἐκ τῶν θείων γραφῶν, καὶ ἐκ τῆς τῶν πατέρων διδασκαλίας διδαχθέντες πρὸς ἀνατροπὴν τῶν συγχεόντων, καὶ τεμνόντων τὸ τῆς θείας οἰκονομίας μυστήριον, εἰκότως ἐγράψαμεν, καὶ οὐ τῷ σαφηνίζειν τὰ ἐξ ὧν ἐστι, καὶ ἐν οἷς γνωρίζεται Χριστὸς, σύγχυσιν διαίρεσιν τῇ θείᾳ οἰκονομίᾳ εἰσάγομεν. Ἀμέλει δοξολογίαν καὶ τὸν τῆς ἑνώσεως λόγον προφέροντες, ἕνα Χριστὸν καὶ υἱὸν καὶ κύριον τὸν τοῦ Θεοῦ λόγον σεσαρκωμένον, καὶ ἐνανθρωπήσαντα ὁμολογοῦμέν τε, καὶ προσκυνοῦμεν σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Τούτων οὕτως ὑπὸ τῆς τοῦ Θεοῦ καθολικῆς ἐκκλησίας ὁμολογουμένων, γινώσκειν βουλόμεθα πάντας τοὺς Χριστιανοὺς, ὅτι ὥσπερ ἕνα Θεὸν καὶ κύριον ἔχομεν, οὕτω καὶ μίαν πίστιν. Εἷς γάρ ἐστιν ὅρος πίστεως, τὸ ὁμολογεῖν καὶ ὀρθῶς δοξάζειν πατέρα, καὶ Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ, καὶ ἅγιον πνεῦμα. (0245B) Ταύτην τὴν ὁμολογίαν φυλάττομεν, εἰς ἣν καὶ ἐβαπτίσθημεν, δωρηθεῖσαν μὲν παρὰ τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, παρ' αὐτῶν δὲ κηρυχθεῖσαν ἐν ὅλῳ τῷ κόσμῳ. Οἱ δὲ τριακόσιοι δέκα καὶ ὀκτὼ πατέρες ἅγιοι οἱ συναχθέντες ἐν Νικαίᾳ κατὰ Ἀρείου, καὶ τοῦτον μετὰ τῆς αὐτοῦ ἀσεβείας καταδικάσαντες, τὴν αὐτὴν ὁμολογίαν, σύμβολον καὶ [ἅγιον L.] μάθημα τῆς πίστεως παραδεδώκασι τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ· καὶ μετ' ἐκείνους οἱ ἑκατὸν πεντήκοντα ἅγιοι πατέρες οἱ συναχθέντες ἐν Κωνσταντινουπόλει κατὰ Μακεδονίου τοῦ πνευματομάχου, καὶ Μάγνου τοῦ Ἀπολιναριστοῦ, καὶ τούτους καταδικάσαντες μετὰ τῆς αὐτῶν ἀσεβείας, ἀκολουθοῦντές τε κατὰ πάντα τῷ αὐτῷ ἁγίων συμβόλῳ τῷ παρὰ τῶν τριακοσίων δεκαοκτὼ ἁγίων πατέρων παραδοθέντι, ἐτράνωσαν τὰ περὶ τῆς θεότητος τοῦ ἁγίου πνεύματος. (0245C) Ἔτι δὲ καὶ οἱ ἐν Ἐφέσῳ συναχθέντες τὸ πρότερον ἅγιοι πατέρες κατὰ Νεστορίου τοῦ δυσσεβοῦς, καὶ οἱ ἐν Χαλκηδόνι ἅγιοι πατέρες κατὰ Εὐτυχοῦς τοῦ δυσσεβοῦς, ἀκολουθήσαντες κατὰ πάντα τῷ εἰρημένῳ ἁγίῳ συμβόλῳ, ἤτοι μαθήματι τῆς πίστεως, κατεδίκασαν τοὺς προειρημένους αἱρετικοὺς μετὰ τῆς αὐτῶν ἀσεβείας, καὶ τῶν ὅμοια αὐτοῖς φρονησάντων, καὶ φρονούντων. Καὶ πρὸς τούτοις ἀνεθεμάτισαν τοὺς ἕτερον ὅρον πίστεως ἤτοι σύμβολον· καὶ μάθημα παραδιδόντας τοῖς προσιοῦσι τῷ ἁγίῳ βαπτίσματι, ἐξ οἱασδήποτε αἱρέσεως ἐπιστρέφουσι παρὰ τὸν παραδοθέντα, ὡς εἴρηται, ὑπὸ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων, καὶ τρανωθέντα ὑπὸ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων. Τούτων οὕτως ἐχόντων συνείδομεν καὶ κεφάλαια ὑποτάξαι τήν τε τῆς πίστεως ὀρθὴν ὁμολογίαν ἐν συντόμῳ, τήν τε τῶν αἱρετικῶν κατάκρισιν περιέχοντα. (0245D)

Εἴ τις οὐχ ὁμολογεῖ πατέρα, καὶ υἱὸν, καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα, ἤγουν φύσιν καὶ οὐσίαν, μίαν τε δύναμιν καὶ ἐξουσίαν ἐν τρισὶν ὑποστάσεσιν, ἤγουν προσώποις προσκυνουμένην, τοιοῦτος ἀνάθεμα ἔστω.

Εἴ τις οὐχ ὁμολογεῖ τὸν πρὸ αἰώνων, καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα Θεὸν λόγον ἐπ' ἐσχάτων τῶν ἡμερῶν [κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ L.] σαρκωθέντα ἐκ τῆς ἁγίας [ἐνδόξου L.] θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, καὶ ἄνθρωπον γενόμενον γεννηθέντα ἐξ αὐτῆς, καὶ διὰ τοῦτο τοῦ αὐτοῦ Θεοῦ λόγου εἶναι τὰς δύο γεννήσεις, τήν τε πρὸ αἰώνων ἀσωμάτως, καὶ τὴν ἐπ' ἐσχάτων τῶν ἡμερῶν κατὰ σάρκα, τοιοῦτος ἀνάθεμα ἔστω. (0247A)

Εἴ τις λέγει ἄλλον εἶναι τὸν Θεὸν λόγον τὸν θαυματουργήσαντα, καὶ ἀλλὸν τὸν Χριστὸν τὸν παθόντα· τὸν Θεὸν λόγον συνεῖναι τῷ Χριστῶ λέγει γενομένῳ ἐκ γυναικὸς, ἐν αὐτῷ εἶναι ὡς ἄλλον ἐν ἄλλῳ, ἀλλ' οὐχὶ ἕνα καὶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ λόγον σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, καὶ τοῦ αὐτοῦ τὰ θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκὶ, τοιοῦτος ἀνάθεμα ἔστω. (0247B)

Εἴ τις λέγει κατὰ χάριν, κατ' ἐνέργειαν, κατ' ἀξίαν, κατ' ἰσοτιμίαν, κατ' αὐθεντίαν, ἀναφορὰν, σχέσιν, δύναμιν, τὴν ἕνωσιν τοῦ Θεοῦ λόγου πρὸς ἄνθρωπον γεγενῆσθαι, καθ' ὁμωνυμίαν, καθ' ἣν οἱ Νεστοριανοὶ καὶ τὸν Θεὸν λόγον Χριστὸν καλοῦντες, καὶ τὸν ἄνθρωπον κεχωρισμένως Χριστὸν ὀνομάζοντες κατὰ μόνην τὴν προσηγορίαν ἕνα Χριστὸν λέγουσιν· εἴ τις λέγει κατ' εὐδοκίαν τὴν ἕνωσιν γεγενῆσθαι, καθὼς Θεόδωρος αἱρετικὸς αὐταῖς λέξεσι λέγει, ὡς ἀρεσθέντος τοῦ θεοῦ λόγου τῷ ἀνθρώπῳ ἀπὸ τοῦ εὖ καὶ καλὰ δόξαι αὑτῷ περὶ αὐτοῦ, οὐχὶ καθ' ὑπόστασιν τοῦ Θεοῦ λόγου πρὸς τὴν σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ τὴν ἕνωσιν ὁμολογεῖ, καὶ διὰ τοῦτο μίαν αὐτοῦ τὴν ὑπόστασιν σύνθετον, τοιοῦτος ἀνάθεμα ἔστω. (0247C)

Εἴ τις kgr;ατὰ ἀναφορὰν, καταχρηστικῶς θεοτόκον λέγει τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν, ἀνθρωποτόκον, Χριστοτόκον, ὡς τοῦ Χριστοῦ μὴ ὄντος Θεοῦ, ἀλλὰ μὴ κυρίως καὶ κατ' ἀλήθειαν θεοτόκον αὐτὴν ὁμολογεῖ, διὰ τὸ τὸν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα Θεὸν λόγον ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐξ αὐτῆς σαρκωθῆναι καὶ γεννηθῆναι, τοιοῦτος ἀνάθεμα ἔστω.

Εἴ τις οὐχ ὁμολογεῖ τὸν ἐσταυρωμένον σαρκὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν Θεὸν εἶναι ἀληθινὸν, καὶ κύριον τῆς δόξης, καὶ ἕνα τῆς ἁγίας τριάδος, τοιοῦτος ἀνάθεμα ἔστω.

Εἴ τις ἐν δυσὶ φύσεσι λέγων μὴ ὡς ἐν θεότητι, καὶ ἐν ἀνθρωπότητι τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ λόγον σαρκωθέντα ὁμολογεῖ, μηδὲ ἐπὶ τῷ σημᾶναι τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν καὶ συνετέθη, ἀλλ' ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φωνὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· ὡς κεχωρισμένας καὶ ἰδιοϋποστάτους εἶναι τὰς φύσεις, καθὼς Θεόδωρος καὶ Νεστὸριος βλασφημοῦσιν, τοιοῦτος ἀνάθεμα ἔστω. (0247D)

Εἴ τις ἐπὶ τοῦ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστι τοῦ σαρκωθέντος Θεοῦ λόγου τὸν ἀριθμὸν τῶν φύσεων ὁμολογῶν μὴ τῇ θεωρίᾳ τὴν διαφορὰν τούτων, ἐξ ὧν καὶ συνετέθη, λαμβάνει, ὡς ταύτης οὐκ ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλ' ἐπὶ διαιρέσει τῆ ἀνὰ μέρος τῷ ἀριθμῷ κέχρηται, τοιοῦτος ἀνάθεμα ἔστω.

Εἴ τις λέγων, μίαν φύσιν τοῦ Θεοῦ λόγου σεσαρκωμένην, οὐκ οὕτως αὐτὸ ἐκλαμβάνει, ὡς ὅτι ἐκ τῆς θείας φύσεως, καὶ τῆς ἀνθρωπίνης εἷς Χριστὸς ἀπετελέσθη ὁμοούσιος τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοόυσιος ἡμῖν αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, ἀλλ' ὅτι τῆς θεότητος, καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ μία φύσις, ἤτοι οὐσία ἀπετελέσθη, κατὰ τὴν Ἀπολιναρίου καὶ Εὐτυχοῦς κακοπιστίαν, τοιοῦτος ἀνᾴθεμα ἔστω. (0249A)

Ἐπίσης γὰρ καὶ τοὺς ἀνὰ μέρος διαιροῦντας, ἤτοι τέμνοντας, καὶ τοὺς συγχέοντας τὸ τῆς θείας οἰκονομίας μυστήριον τοῦ Χριστοῦ ἀποστρέφεται, καὶ ἀναθεματίζει καθολικὴ ἐκκλησία.

Εἴ τις μὴ ἀναθεματίζει Ἄρειον, Εὐνόμιον, Μακεδόνιον, Ἀπολινάριον, Νεστόριον, Εὐτυχέα, καὶ τοὺς τὰ ὅμοια τούτοις φρονοῦντας, φρονήσαντας, ἀνάθεμα ἔστω. (0249B)

Εἴ τις ἀντιποιεῖται Θεοδώρου τοῦ Μοψουεστίας τοῦ εἰπόντος, ἄλλον εἶναι τὸν Θεὸν λόγον, καὶ ἄλλον τὸν Χριστὸν, ὑπὸ παθῶν ψυχῆς καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον, καὶ ἐκ προκοπῆς ἔργων βελτιωθέντα, καὶ βαπτισθέντα εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος λαβεῖν, καὶ υἱοθεσίας ἀξιωθῆναι, καὶ κατ' ἰσότητα βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ Θεοῦ λόγου προσκυνούμενον, καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις, καὶ ἀναμάρτητον παντελῶς γενόμενον· καὶ πάλιν εἰρηκότος τὴν ἕνωσιν τοῦ Θεοῦ λόγου πρὸς τὸν Χριστὸν τοιαύτην γεγενῆσθαι, οἵαν εἶπεν ἀπόστολος ἐπὶ ἀνδρὸς καὶ γυναικός, « Ἔσονται οἱ δύο εἰς σάρκα μίαν. » Καὶ πρὸς ταῖς ἄλλαις ἀναριθμήτοις αὐτοῦ βλασφημίαις τολμήσαντος εἰπεῖν, ὅτι μετὰ τὴν ἀνάστασιν ἐμφυσήσας κύριος τοῖς μαθηταῖς, καὶ εἰπών, « Αάβετε πνεῦμα ἅγιον, » οὐ δέδωκεν αὐτοῖς πνεῦμα ἅγιον, ἀλλὰ σχήματι μόνον ἐνεφύσησεν. (0249C) Οὗτος δὲ καὶ τὴν ὁμολογίαν Θωμᾶ, τὴν ἐπὶ τῇ ψηλαφήσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς τοῦ κυρίου μετὰ τὴν ἀνάστασιν, λέγων, « τό κύριός μου καὶ Θεός μου, » εἶπε μὴ εἰρῆσθαι περὶ τοῦ Χριστοῦ παρὰ τοῦ Θωμᾶ, οὐδὲ γὰρ εἶναι λέγει τὸν κύριον Θεὸν, ἀλλ' ἐπὶ τῷ παραδόξῳ τῆς ἀναστάσεως ἐκπλαγέντα τὸν Θωμὰν ὑμνῆσαι τὸν Θεὸν τὸν ἐγείραντα τὸν Χριστόν. Τὸ δὲ χεῖρον, ὅτι καὶ ἐν τῇ τῶν πράξεων τῶν ἀποστόλων γενομένῃ παρ' αὐτοῦ δῆθεν ἑρμηνείᾳ συγκρίνων αὐτὸς Θεόδωρος τὸν Χριστὸν Πλάτωνι, καὶ Μανιχαίῳ, καὶ Ἐπικούρῳ, καὶ Μαρκίωνι, λέγει, ὅτι ὥσπερ ἐκείνων ἕκαστος εὑράμενος οἰκεῖον δόγμα τοὺς αὐτῷ μαθητεύσαντας πεποίηκε καλεῖσθαι Πλατωνικοὺς, καὶ Μανιχαίους, καὶ Ἐπικουρείους, καὶ Μαρκιωνιστὰς, τὸν ὅμοιον τρόπον καὶ τοὺ Χριστοῦ εὑραμένου τὸ δόγμα, ἐξ αὐτοῦ τοὺς Χριστιανοὺς καλεῖσθαι. Εἴ τις τοίνυν ἀντιποιεῖται Θεοδώρου τοῦ τὰ τοιαῦτα βλασφημήσαντος, ἀλλὰ μὴ ἀναθεματίζει αὐτὸν, καὶ τὰ αὐτοῦ συγγράμματα, καὶ τοὺς τὰ ὃμοια αὐτῷ φρονοῦντας, φρονήσαντας, ἀνάθεμα ἔστω. (0249D)

Εἴ τις ἀντιποιεῖται τῶν συγγραμμάτων Θεοδωρίτου, ἅπερ ἐξέθετο ὑπὲρ Νεστορίου τοῦ αἱρετικοῦ, καὶ κατὰ τῆς ὀρθῆς πίστεως, καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἁγίας συνόδου, καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου, καὶ τῶν ιβ' αὐτοῦ κεφαλαίων, ἐν οἷς ἀσεβέσι συγγράμμασι σχετικὴν λέγει τὴν ἕνωσιν τοῦ Θεοῦ λόγου πρὸς τόν τινα ἄνθρωπον· περὶ οὗ βλασφημῶν λέγει, ὅτι ἐψηλάφησε Θωμᾶς τὸν ἀναστάντα, καὶ προσεκύνησε τὸν ἐγείραντα, καὶ διὰ τοῦτο ἀσεβεῖς καλεῖ τοὺς τῆς ἐκκλησίας διδασκάλους, τοὺς καθ' ὑπόστασιν τὴν ἕνωσιν τοῦ Θεοῦ λόγου πρὸς τὴν σάρκα ὁμολογοῦντας· καὶ πρὸς τούτοις θεοτόκον ἀπαρνεῖται τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν. (0251A) Εἴ τις τοίνυν τὰ εἰρημένα συγγράμματα Θεοδωρίτου ἐπαινεῖ, ἀλλὰ μὴ ἀναθεματίζει αὐτὰ, ἀνάθεμα ἔστω· διὰ ταύτας γὰρ τὰς βλασφημίας τῆς ἐπισκοπῆς ἐξεβλήθη, καὶ μετὰ ταῦτα ἐν τῂ ἁγίᾳ συνόδῳ τῇ ἐν Χαλκηδόνι συνωθήθη πάντα τὰ ἐναντία τοῖς μνημονευθεῖσιν αὐτοῦ συγγράμμασι ποιῆσαι, καὶ τὴν ὀρθὴν πίστιν ὁμολογῆσαι.

Εἴ τις ἀντιποιεῖται τῆς ἀσεβοῦς ἐπιστολῆς τῆς λεγομένης παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην τὸν αἱρετικὸν, τῆς ἀρνουμένης τὸν Θεὸν λόγον ἄνθρωπον γεγενῆσθαι, καὶ λεγούσης μὴ τὸν Θεὸν λόγον ἐκ τῆς παρθένου σαρκωθέντα γεννηθῆναι, ἀλλὰ ψιλὸν ἄνθρωπον ἑξ αὐτὴς γεννηθῆναι, ὃν ναὸν ἀποκαλεῖ, ὡς ἄλλον εἶναι τὸν Θεὀν λόγον, καὶ ἄλλον τὸν ἄνθρωπον· πρὸς τούτοις δὲ ἐνυβριζούσης τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον, ὡς χωρὶς ζητήσεως καὶ κρίσεως Νεστόριον καταδικασάσης, καὶ τὸν ἐν ἁγίοις Κύριλλον αἱρετικὸν ἀποκαλούσης, καὶ ἀσεβῆ τὰ ιβ'· αὐτοῦ κεφάλαια· Νεστόριον δὲ καὶ Θεόδωρον μετὰ τῶν αὐτοῦ ἀσεβῶν συγγραμμάτων ἐπαινούσης, καὶ ἐκδικούσης. (0251B) Εἴ τις τοίνυν τὴν εἰρημένην ἀσεβῆ ἐπιστολὴν ἐκδικεῖ, ὀρθὴν αὐτὴν εἶναι λέγει, μέρος αὐτῆς, ἀλλὰ μὴ ἀναθεματίζει αὐτὴν, ἀνάθεμα ἔστω.

Τῆς τοιαύτης τοίνυν ἐπιστολῆς δικαίως ἀναθεματισθείσης διὰ τὰς περιεχομένας ἐν αὐτῇ βλασφημίας, οἱ τὰ Νεστορίου, Θεοδώρου ἀσεβῶς φρονοῦντες ἐπιχειροῦσι λέγειν, ταύτην δεδέχθαι παρὰ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου, τοῦτο δὲ λέγουσι τὴν μὲν ἁγίαν σύνοδον συκοφαντοῦντες, τῷ δὲ ταύτης προσχήματι σπουδάζοντες τῆς ὀφειλομένης κατακρίσεως ἐλευθερῶσαι Θεόδωρον καὶ Νεστόριον, καὶ τὴν ἀσεβῆ ἐπιστολὴν, περὶ ἧς Ἴβας πολλάκις κατηγορηθεὶς οὐκ ἐτόλμησεν οἰκειώσασθαι διὰ τὰς περιεχομένας ἐν αὐτῇ βλασφημίας. Καὶ ταῦτα ἀποδείξομεν ἐν τῶν διαφόρως περὶ τούτου κεκινημένων. (0251C) Ἐν γὰρ τοῖς παρὰ Φωτίου, καὶ Εὐσταθίου πεπραγμένοις ἐν Τύρῳ κατηγορούμενος προλεχθεὶς Ἴβας περὶ τῶν ὕβρεων τοῦ ἐν ἁγίοις Κυρίλλου φανερῶς κατὲθετο, μετὰ τὴν ἕνωσιν τῶν ἀνατολικῶν πρὸς τὸν ἐν ἁγίοις Κύριλλον μηδὲν ὕβρεως ἐχόμενον εἰρηκέναι περὶ αὐτοῦ· δὲ ἐπιστολὴ πεπληρωμένη τῶν εἰρημένων βλασφημιῶν, ἐφ' αἷς κατηγορεῖται Ἴβας, πολλὰς κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου περιέχουσα παρίστησιν, ὅτι μετὰ τὴν ἕνωσιν τὴν πρὸς τοὺς ἀνατολικοὺς γέγονεν, ἐξ οὗ δείκνύται Ἴβας ἀπαρνησάμενος ταύτην. Ὅθεν οἱ μνημονευθέντες Φώτιος, καὶ Εὐστάθιος διὰ τὴν τῶν ἐγκαλούντων πληροφορίαν ἐγγράφως διοτύπωσαν, τὸν εἰρημένον Ἴβαν πάντα τὰ ἐναντία τῇ ἐπιστολῇ πρᾶξαι, καθὼς περὶ τούτου δοθεῖσα παρ' αὐτῶν ἐπίκρισις δείκνυσιν. Ἀλλὰ μὴ πληρώσας Ἴβας τὰ παρ' ἐκείνων ἐπικριθέντα ἐξεβλήθη τῆς ἐπισκοπῆς διὰ τὰς βλασφημίας τῆς εἰρημένης ἐπιστολῆς, καὶ Νόννος ἀντ' αὐτοῦ ἐχειροτονήθη, ὃς καὶ συνεκαθέσθη τῇ ἁγίᾳ Χαλκηδόνι συνόδῳ. (0251D) Περὶ τῶν αὐτῶν τοίνυν καὶ ἐν Χαλκηδόνι κατηγορηθεὶς μνημονευθεὶς Ἴβας μετὰ τὴν ἀνάγνωσιν τῆς ἀσεβοῦς ἐπιστολῆς οὐκ ἐτόλμησε ταύτην οἰκειώσασθαι, ἀλλ' εὐθὺς αὐταῖς λέξεσιν ἐπήγαγεν, ὅτι ἀλλότριός εἰμι τῶν ἐπαγομένων μοι. Ὅθεν ἁγία σύνοδος, μὴ ἀρκεσθεῖσα τῇ ἀρνήσει Ἴβα τῇ ἐπὶ τῇ ἀσεβεῖ ἐπιστολῇ συνώθησεν αὐτὸν τἀναντία ταύτῃ πρᾶξαι, τουτέστι τὴν ἐν αὐτῇ ἀθετουμένην πίστιν ὀρθὴν ὁμολογῆσαι, καὶ τὴν ἁγίαν ἐν Ἐφέσῳ πρώτην σύνοδον δέξασθαι, καὶ τὸν ἐν ἁγίοις Κύριλλον πατέρα καὶ διδάσκαλον ἐπιγράψασθαι, τὰ ἐν τῇ ἀσεβεῖ ἐπιστολῇ ὑβριζόμενα· καὶ Νεστόριον καὶ τὸ ἀσεβὲς αὐτοῦ δόγμα ἀναθεματίσαι. Ἁπερ ἀσεβὴς ἐπιστολὴ ἐπαινεῖ καὶ ἐκδικεῖ. (0253A) Εἰ τοίνυν καὶ αὐτὸς Ἴβας διαφόρως κατηγορηθεὶς περὶ τῆς ἀσεβοῦς ἐπιστολῆς, οὐκ ἐτόλμησεν αὐτὴν οἱκειώσασθαι, ἀλλὰ καὶ ἁγία ἐν Χαλκηδόνι σύνοδος πάντα τὰ ἐναντία ταύτης παρεσκεύασεν αὐτὸν πρᾶξαι, πῶς εἶχεν αὐτὴ ἁγία σύνοδος τὴν εἰρημένην ἐπιστολὴν δέξασθαι, καὶ τῷ κρίματι τῆς περιεχομένης αὐτῇ ἀσεβείας ὑποπεσεῖν, ἀφ' ἧς Ἴβαν ἐλευθερῶσαι ἐσπούδασεν; ἐπειδὴ δὲ πάσας ὑπερβαίνοντες τὰς περιεχομένας τῇ ἐπιστολῇ βλασφημίας οἱ αἱρετικοὶ, τοῦτο μόνον ἐξ αὐτῆς προφέρουσι τὸ πρὸς ἀπάτην τῶν ἀπλουστέρων παρὰ τοῦ τὴν ἐπιστολὴν γράψαντος εἰρημένον, τουτέστι δύο φύσεις, μίαν δύναμιν, ἓν πρόσωπον, ἀποδείξομεν αὐτὸν, καὶ ἐν τούτῳ τὴν ἰδίαν ἀσέβειαν παραμιγνῦντα. (0253B) Τίνος γὰρ ἂν λέγοι δύο φύσεις, καὶ ἓν πρόσωπον ἀπαρνούμενος τὸν Θεὸν λόγον σαρκωθῆναι ἐκ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ τεχθῆναι ἐξ αὐτῆς; ἀλλὰ πρόδηλον ὡς ἑκάστῃ φύσει ἴδιον πρόσωπον ἀπονέμει, καθὼς Θεόδωρος καὶ Νεστόριος ἐν τοῖς ἰδίοις λόγοις βλασφημοῦντες ἐξέθεντο, οὓς καὶ ἐκδικεῖ γράψας τὴν ἐπιστολὴν μετὰ τῆς αὐτῶν ἀσεβείας. Ἐκεῖνοι γὰρ φανερῶς λέγουσι δύο πρόσωπα τοῦ Θεοῦ λόγου, καὶ τοῦ Χριστοῦ, ὃν ψιλὸν ἄνθρωπον ἀποκαλοῦσι. Κατὰ σχετικὴν δὲ συνάφειαν, καὶ τὴν αὐτὴν ἀξίαν τε καὶ τιμὴν ἓν πρόσωπον ἀναφαίνεσθαι λέγουσιν. Ἀλλὰ καὶ τῶν δύο φύσεων μίαν δύναμιν, ἤτοι δυναστείαν λέγων γράψας τὴν ἐπιστολὴν φανερός ἐστιν, ὡς καὶ ἐν τούτῳ ἀκολουθεῖ τοῖς