Leo_II_cps2, Epistolae, p1HOME > '������������������������' in 'Leo_II, Epistolae, p1'
>>> Leo II, Epistolae, Exemplar divinae iussionis domini Constantini, directae ad synodum apostolicae sedis antiquae Romae per eosdem qui illinc missi fuerant ad synodum. hide dictionary links

(PL 96 0393B) Ἀντίγραφον θείας σάκρας τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως Κωνσταντίνου γενομένης πρὸς Λέοντα τὸν ἁγιώτατον καὶ μακαριώτατον πάπαν τῆς πρεσβυτέρας Ῥώμης, σταλείσης διὰ τῶν ἐκεῖθεν ἀποσταλέντων συνοδικαρίων παρὰ περιόντος Ἀγάθωνος τοῦ τῆς ὁσίας μνήμης. Ἀπελύθη μηνὶ Δεκεμβρίῳ ιγ'. ἰνδικτιῶνος δεκάτης.

(0387C)

Λέοντι τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ τῆς ἀρχαίας καὶ περιδόξου πόλεως Ῥώμης, καὶ οἰκουμενικῷ παπᾳ.

Τῆς τῶν οὐρανῶν ἀκατάληκτου βασιλείας τε καὶ μακαριότητος ἐφιέμενοι, καὶ πρὸς τὴν πνευματικὴν υἱοθεσίαν τὸν φιλευσεβῆ σκοπὸν ἡμῶν διευθύνοντες, ἐκεῖνα διαμελετῶμεν καὶ πράττομεν, ὅσα τοῦ σπουδαζομένου τυχεῖν ὑποτίθεται. Τί οὖν Κύριος ἐν Εὐαγγελίοις ἐπηγγείλατο; « Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ (0387D) Θεοῦ κληθήσονται. » Ταύτης δὴ τῆς ἐπαγγελίας τῆς καὶ πρὸς θείαν ἡμᾶς ἀναβιβαζούσης συγγένειαν, καὶ τὴν τῆς υἱοθεσίας χαριζομένης εὐγένειαν ἐντὸς γενέσθαι βουλόμενοι, καὶ τὸν περιστέψαντα ἡμᾶς Χριστὸν αὐτὸν ἐκμιμούμενοι, καὶ τὸ πᾶν ἐν ἑαυτῷ τῷ Θεῷ καταλλάξαντα, πρὸς εἰρήνην τε καὶ ὁμόνοιαν τὴν ἡμετέραν φιλόχριστον (0390A) πολιτείαν ἄγειν σπουδάζομεν· ἐξαιρέτως δὲ τῆς τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν εὐταξίας φροντίζομεν, καὶ τὴν τῆς πίστεως ἕνωσιν διὰ παντὸς ἐμπορεύεσθαι προνοούμεθα. Λίαν τοίνυν καὶ οὐ μετρίως ἐχαλεπαίνομεν, καὶ τὸ λοιπὸν οὐκ ἐφέρομεν τὴν τοσαύτην τῷ χρόνῳ διάστασιν συνακμάσασαν, ὥστε καὶ τοὺς ἀπίστους τοῖς φιλοχρίστοις ἐπιγελᾷν, καὶ εὐφροσύνην ἡεῖσθαι τὴν τῶν Χριστιανῶν εἰς ἀλλήλους ἀπέχθειαν· τὴν πρὸς ἐκείνους γὰρ ἀφέντες ἀντιπαράταξιν, κατ' ἀλλήλων τὰς γλώσσας ἠκονημένῳ ξυρῷ ταῖς δυσφημίαις ἐξώπλιζον, καὶ τὴν πίστιν ταῖς διχονοίαις συγκατεδίχαζον. Ταῦτα πρὸ τῶν ἡμετέρων χρόνων ἀρξάμενα, καὶ εἰς τοσοῦτον κακίας ἐλάσαντα, ὥστε καὶ τὸ πάθος ἀνίατον μένειν δοκεῖν, στῆσαι μὲν ἦν χαλεπὸν, μὴ στῆσαι δὲ χαλεπώτερον. Καὶ παρώργιζον μὲν Θεὸν, παρώργιζον (0390B) δὴ καὶ τὴν ἡμῶν ἡμερότητα. Οὐκ ἄλλως τοίνυν τὴν συνέχουσαν νόσον τὰς Ἐκκλησίας τοῦ Θεοῦ θεραπεῦσαι διέγνωμεν, εἰ μήπως δὴ τοὺς τοῦ Θεοῦ μὲν ἱερεῖς καὶ θεράποντας, τῶν δὲ τοιούτων θεραπευτὰς εἰς ἐπίσκεψιν προτρεψόμεθα. Πολλάκις γὰρ Ἐκκλησία ταῖς εἰσβολαῖς τῶν αἱρέσεων ἐπικινδύνως ἐνόσησεν, ἀλλ' οὐχ ἑτέρως ἐδέξαατο τῆς ὀρθοδοξίας τὴν ἴασιν, εἰ μὴ ταῖς τῶν εὐσεβῶν καὶ φιλοχρίστων βασιλέων προσκλήσεσι, ταῖς δὲ τῶν Θεοφόρων ἱερέων συννεύσεσί τε καὶ συνελεύσεσι. Διὸ δὴ τὴν μὲν τοῦ ἐν ἁγίοις πάπα Ἀγάθωνος μακαριότητα δἰ εὐσεβῶν ἡμῶν κεραιῶν στεῖλαί τινας τοὺς τὸ πρόσωπον αὐτοῦ ἐπέχοντας προετρέψαμεν. τοὺς δὲ λοιποὺς ἁγιωτάτους προέδρους διηγορεύσαμεν τοὺς ὑπ' αὐτὸν ἕκαστον ὁσιωτάτους ἱερεῖς συγκαλέσαντα, πάντας ὁμοῦ κατὰ τὴν θεοφύλακτον ἡμῶν καὶ (0390C) βασιλίδα συναγείρεσθαι πόλιν· ὥστε τοῦ μὲν σεσηπηκότος σκανδαλίζοντος μέλους τὸ ἀλυσιτελὲς ἐκτεμεῖν, ἡνίκα μὴ βούλητε μάλιστα τὸ θεραπεύεσθαι δέχεσθαι· τὸ δἐ λοιπὸν ἅπαν καταῤῥῶσαι σῶμα Χριστοῦ τοῖς τῆς εὐσεβείας δόγμασί τε καὶ καταπλάσμασι. Συμφέρει γὰρ εὐαγγελικῶς εἰπεῖν, ἵνα ἓν μέλος ἀπόληται. Καὶ σώζηται τῆς Ἐκκλησίας ὅλης τὸ πλήρωμα· καὶ δὴ κατὰ τὴν ἡμετέραν πρόσκλησίν τε καὶ πρόσταξιν τῶν τε τοῦ μέρους τῆς ὑμετέρας μακαριότητος, τῶν τε συνθρόνων αὐτῇ μετ' αὐτὴν ἁγιωτάτων πατριαρχῶν, καὶ τῶν λοιπῶν ἁπάντων ὁσιωτάτων ἐπισκόπων τῇ ἡμετέρα συνελθόντων τε καὶ συνεδρευσάντων φιλευσεβεῖ γαληνότητι τὸν περὶ πίστεως διεγυμνάζομεν λόγον. Αὐτίκα γοῦν τὴν πρὸς τὸ ἡμετερον κράτος τοῦ ἐν ἁγίοις πάπα Ἀγάθωνος ἀναφορὰν οἱ τὸ πρόσωπον αὐτοῦ ἐπέχοντες προκομίσαντες, (0390D) φαμὲν δὴ, Ἀβουνδάντιος, Ἰωάννης, καὶ Ἰωὰννης οἱ ἁγιώτατοι ἐπίσκοποι· Θεόδωρος καὶ Γεώργιος οἱ Θεοφιλέστατοι πρεσβύτεροι, καὶ Ἰωάννης Θεοφιλέστατος ἀρχιδιάκονος, καὶ Κωνσταντῖνος εὐλαβέστατος ὑποδιάκονος, καὶ Θεόδωρος Θεοφιλέστατος πρεσβύτερος τῆς ἐκκλησίας Ῥαβέννης, καὶ οἱ σὺν αὐτοῖς τῇ ἡμετέρᾳ γαλήνῃ ταύτην ἀνέτειναν, ἣν εἰς ἐπήκοον πάντων ἀναγνωσθῆναι κελεύσαντες τῆς ὑγιοῦς τε καὶ ἀνοθεύτου πίστεως ἐν αὐτῇ τὸν χαρακτῆρα κατωπτρισάμεθα. Τάς τε γὰρ εὐαγγελικάς τε καὶ ἀποστολικὰς φωνὰς ἀνακρίναντες, τά τε παρὰ τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων συγκροτηθέντα καὶ ὁρισθέντα ταύτῃ συγκρούσαντες, καὶ ἅσπερ ἔφερε χρήσεις τοῖς πατρικοῖς παραβαλόντες συντάγμασι, καὶ μηδὲν εὑρηκότες ἀσύμφωνον, ἀπαραχά (0391A) ρακτον τῆς ἀληθοῦς ὁμολογίας ἐν αὐτῇ τὸν λόγον κατενοήσαμεν. Καὶ ὥσπερ αὐτὸν τὸν ἐξάρχοντα τοῦ ἀποστολικοῦ χοροῦ τὸν πρωτοκάθεδρον Πέτρον τοῖς νοητοῖς κατενοήσαμεν ὄμμασι τὸ τῆς οἰκονομίας ὅλης θεολογοῦντα μυστήριον, καὶ διὰ τῶν γραμμάτων τῷ Χριστῷ προσφθεγγόμενον· « Σὺ εἶ Χριστὸς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. » Αὐτὸν γὰρ ὅλον Χριστὸν ὑμῖν τὸ ἱερὸν αὐτοῦ γράμμα τῷ λόγῳ διέγραφεν· ὅπερ ἅπαντες ἀσπασίως τε καὶ εἰλικρινῶς ἐδεξάμεθα, καὶ οἷον αὐτὸν Πέτρον ταῖς τῆς ψυχῆς ἀγκάλαις ὑπεδεξάμεθα. Μόνος δὲ σὺν οἷς ὑπεσύρετο Μακάριος μὴ μακάριος ἀπεστάτησεν, ὃς τῆς Ἀντιοχέων προήδρευσε· καὶ τοῦ μὲν ζυγοῦ τοῦ Χριστοῦ ἀπεναντίας ἑαυτὸν ὑπεξήγαγε, τῆς δὲ ἱερατικῆς ὁμηγύρεως ἀπεσκίρτησε· μηδὲ γὰρ ὅλως συνθέσθαι τοῖς πανιέροις Ἀγὰθωνος κατένευσε γράμμασιν, ὥσπερ ἂν (0391B) ε' καὶ κατ' αὐτοῦ τοῦ κορυφαίου Πέτρου μαινόμενος. Πολλὴ μὲν οὖν παραίνεσις, πολλὴ δὲ καὶ παράκλησις αὐτῷ προσεφέρετο. Πάσης γὰρ ἐπιστροφῆς ὁδὸν ὑπεδείξαμεν· τί μὲν οὐ λέγοντες; τί δὲ οὐ τεχναζόμενοι τῶν, ὅσα μάλιστα μὲν. . . . . τοῦ ἱερατικοῦ συλλόγου χωρίζουσι. Διεπόμεθα γὰρ αὐτῷ [ἴσ. , ἐλυπούμεθα γὰρ αὐτῷ], πῶς γὰρ οὐχί; καὶ τοῖς οἰκτιρμοῖς τὸ σπλάγχνον ἐσπαρασσόμεθα, διασπωμένῳ τῆς τοῦ Κυρίου ἀγέλης. Ἀλλ' ὄψις πόρνης ἐγένετο αὐτῷ, καὶ τὸ τῆς ἀναισχυντίας ἐνεδύσατο πρόσωπον, καὶ σὺν τῇ παρακλήσει καὶ τὴν εὐσέβειαν ἀπεκρούσατο· οὐ γὰρ συνῆκε τοῦ συνιέναι· καὶ λόγον ὅσιον ἐβδελύξατο. Καὶ τί μηκύνομεν τὴν περὶ τούτων ἐξήγησιν, περὶ ὧν διηγεῖται λεπτομερέστερον τῶν πεπραγμένων δύναμις; δἰ ὧν σταλέντων ὑμῖν τῶν (0391C) κινηθέντων ἁπάντων τὴν εἴδησιν ἀνιχνεύετε. Ἐπεὶ δὲ οὕτως ἐσκλήρυνε, καὶ νεῦρον σιδηροῦν τὸν τράχηλον ἀνετείνατο, καὶ τὸ πρόσωπον ἀπεχάλκωσε, τά τε ὦτα τοῦ μὴ ἀκούειν ἐβάρυνε, καὶ τὴν καρδίαν ἔταξεν ἀπειθῆ τοῦ μὴ εἰσακοῦσαι τοῦ νόμου· νόμος γὰρ ἐκ Σιὼν ἐκπορεύεται, τῆς ἀποστολικῆς ἀκρωρείας τὰ δόγματα· διά τοι ταῦτα καὶ ἁγία τε καὶ οἰκουμενικὴ σύνοδος τὸν αὐτὸν φρενοβλαβῆ Μακάριον σὺν τοῖς αὐτῷ συναιρέταις τοῦ μὲν ἱερατικοῦ σχὴματος ἀπεγύμνωσε. Κοινῇ δὲ πάντες δἰ ἐγγράφου δεήσεως τὴν ἡμετέραν γαλένην ἱκέτευσαν πρὸς τὴν ὑμετέραν τούτους παραπέμψαι μακαριότητα. Τοῦτο δὴ καὶ πεπράχαμεν, καὶ πρὸς ὑμᾶς ἐκείνους ἐστάλκαμεν, τῇ ὑμετέρᾳ πατρικῇ κρίσει τὸ πᾶν περὶ αὐτῶν ἐπιτρέψαντες. Θεῖον δὲ καὶ σεβάσμιον ὅρον ἁγία σύνοδος ἐξεβόησεν, καὶ συνυπεγράψαμεν, (0391D) καὶ δἰ εὐσεβῶν ἡμῶν ἡδίκτων τοῦτον ἐπεκυρώσαμεν, προτρέψαντες ἅπαντα τὸν φιλόχριστον ἡμῶν λαὸν τῇ ἐν αὐτοῖς ἐγγεγραμμένῃ πίστει συνέπεσθαι, καὶ μηδὲν τὸ παράπαν ἐφευρίσκειν αἱρεσιούργημα. Καὶ δόξα τῷ ποιοῦντι δεδοξασμένα Θεῷ, τῷ παρ' ὑμῖν τὴν πίστιν ἀπαρεγχείρητον διασώσαντι. Πῶς γὰρ οὐκ ἔμελλεν, ἐν πέτρᾳ τὴν Ἐκκλησίαν ἐθεμελίωσε, τὸ πύλαις ᾅδου ταῖς αἱρετικαῖς ἐνεδρεύσεσι μὴ κατισχυθήσεσθαι προηγόρευσεν; ἐξ ἧς ὥσπερ ἐξ οὐρανίων ἁψίδων τῆς ἀληθοῦς ὁμολογίας λόγος ἀνέλαμψε, καὶ τὰς ψυχὰς τῶν φιλοχρίστων ἐφώτισε, καὶ τὴν ὀρθοδοξίαν κατεψυγμένην ἀνεζωπύρησε. Ταῦτα κατὰ σκοπὸν Θεοῦ συννεύσαντος διηνύσαμεν, καὶ εἰς μίαν ποίμνην τὰ τοῦ Χριστοῦ πρόβατα συνηλάσαμεν, οὐκέτι μὲν οὖν τοῖς μισθωτοῖς και οὐκ οὖσι ποιμέσιν ἐξαπατώμενα, καὶ διὰ (0394A) τοῦτο τοῖς λύκοις ἀλώσιμα· ἑνὶ δὲ καὶ μόνῳ ποιμένι τῷ καλῷ ποιμαινόμενα, καὶ ὑμεῖς συμποιμαίνειν ἐτάχθητε, καὶ ὑπὲρ τῶν προβάτων τιθέναι τὴν ψυχὴν διετάχθητε. Οὐκοῦν ἀνδρίζου, καὶ ἴσχυε, καὶ τὴν τοῦ λόγου ῥομφαίαν περίζωσαι· καὶ θείῳ ζήλῳ ταύτην παράθηξον, καὶ στῆθι ἑδραῖος τῆς εὐσεβείας ὑπέρμαχος, καὶ πᾶσαν αἱρετικὴν ἀκοὴν καὶ εἰσήγησιν ἐκτεμεῖν προθυμήθητι, καθὰ καὶ Πέτρος, τὸ πρότερον τὸ τῆς Ἰουδαϊκῆς ἀκροάσεως αἰσθητήριον τῇ μαχαίρᾳ πατάξας ἀφείλετο, τῆς νομικῆς τε καὶ ἀνδραποδώδους συναγωγὴς προδιαγράφων τὴν κώφευσιν· ἀνάτεινον τὴν ἀξίνην τοῦ Πνεύματος, καὶ πᾶν δένδρον καρπὸν ἐκφύον αἱρέσεως κατηχήσεσι μεταφύτευσον, κανονικαῖς ἐπιτιμήσεσιν ἔκκοψον, καὶ εἰς τὸ πῦρ τῇ μελλούσης γεεννης παράπεμψον, ἵνα πάντοθεν (0394B) τῶν τὴν πίστιν λυμαινομένων ἐκτεμνομένων, ἐῤῥωμένον καὶ ὁλόκληρον τῆς Ἐκκλησίας τὸ σῶμα, τῇ εἰρήνῃ τοῦ Πνεύματος συσφιγγόμενόν τε καὶ συναρμολογούμενον· ἧς ἀκλονήτου μενούσης κλονεῖται μὲν τῶν δυσμενῶν στάσις τε καὶ ἀντίστασις, ἐρείδεται δὲ τῇ πέτρᾳ τῆς πίστεως θρόνος τῆς ἡμῶν γαληνότητος, ἰθύνεται δὲ πρὸς τὸ συμφέρον τοῦ ἡμετέρου κράτους τὰ βουλεύματα καὶ κινήματα, τῆς ὅλης δὲ πολιτείας Ῥωμαϊκῆς κατάστασις συγγαληνιᾷ τῇ γαλήνῃ τῆς πίστεως. Προτρέπομεν δὲ τὴν ὑμετέραν πανίερον κορυφὴν ἀνυπερθέτως ἐκπέμψαι τὸν παρ' αὐτῆς ὁριζόμενον ἀποκρισιάριον, ἐφ' τοῦτον κατὰ τὴν βασιλίδα, καὶ θεοφύλακτον ἡμῶν διάγειν πόλιν, καὶ ἐν τοῖς ἀνακύπτουσιν εἴτε δογματικοῖς, εἴτε κανονικοῖς καὶ ἁπλῶς ἐκκλησιαστικοῖς ἅπασι πράγμασι τὸ τῆς ὑμετέρας ἁγιωσύνης ἐξεικονίζειν πρόσωπον. Ἔῤῥωσο ἐν Κυρίῳ, μακαριώτατε, καὶ ὑπερεύχεσθαι τοῦ ἡμετέρου κράτους συντονώτερον διανάστηθι.

ὑπογραφὴ τοῦ εὐσεβεστάτου βασιλεως.

Τὸ Θεῖόν σε περιφυλάξῃ ἐπὶ πολλοὺς χρόνους, ἁγιώτατε καὶ μακαριωτατε Πάτερ.


HOME > '������������������������' in 'Leo_II, Epistolae, p1'
>>> Leo II, Epistolae, Exemplar divinae iussionis domini Constantini, directae ad synodum apostolicae sedis antiquae Romae per eosdem qui illinc missi fuerant ad synodum.
1253w 2.327085018158 s