Leo_I_cps2, Appendix secunda, p2HOME > '������������������������' in 'Leo_I, Appendix secunda, p2'
Leo I, Appendix secunda, FLAVIANI episcopi Constantinopolis ex libello quem scripsit ad LEONEM Romanum pontificem de incarnationis dispensatione Domini nostri Iesu Christi veri Dei nostri. <<<     >>> FRAGMENTUM III.Ex ms. Vat. Graec. 1455. LEONIS PAPAE AD ANASTASIUM EPISCOPUM THESSALONICENSEMhide dictionary links

(PL 54 1261B) Φλαβιανοῦ ἐπισκόπου Κωνσταντινουπόλεως, ἐκ τοῦ τόμου οὗ ἔγραψε πρὸς τὸν Λέοντα πάπα ᾽Ρώμης περὶ τῆς Ἐνσάοκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

λόγος, φησί, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. (1260C) Ἕτερον δέ τι σκηνὴ, καὶ ἄλλο τὸ κατασκηνοῦν· οὐ λέγω ἄλλος καὶ ἄλλος, ὡς ἐπὶ δύο προσὼπων, ἀλλ' ἕτερον καὶ ἕτερον, ὡς ἐπὶ δύο φύσεων. Πᾶσα γὰρ εὐαγγελικὴ καὶ ἀποστολικὴ παραίνεσις καὶ μαρτυρία περὶ τοῦ Ἐμμανουὴλ εἰς δύο διαιρεῖται τρόπους, πῇ μὲν τὸ μοναδικὸν αὐτοῦ δηλοῦσα πρόσωπον, πῇ δὲ τὰς δύο αὐτοῦ σαφῶς μαρτυροῦσα φύσεις. Καὶ γὰρ ἦν καὶ ἔστι διπλοῦς εἷς καὶ μόνος υἱὸς καὶ χριστὸς καὶ διπλοῦς ἐπ αὐτῷ λόγος, οὐ πρὸ τῆς ἑνώσεως, ἀλλά μετὰ τὴν ἄφραστον ἕνωσιν. Τέλειος αὐτὸς ὥσπερ ἐν θεότητι, οὕτω καὶ ἐν ἀνθρωπότητι. Εἰ γὰρ ἦν ἁπλοῦς πῶς πάσχειν καὶ θνήσκειν ἠδύνατο; πῶς τύπτεσθαι, καὶ προσηλοῦσθαι, καὶ ῥαπίζεσθαι, εἰ μὴ τῇ τοῦ σώματος παθητῇ καὶ γηγενεῖ φύσει; ὥσπερ γὰρ ὁμοούσιος ὢν τῷ Θεῷ καὶ πατρὶ τέλειός ἐστιν ἐκ τελείου Θεὸς, οὕτω καὶ ὁμοούσιος ἡμῖν ὑπάρχων, τέλειος τυγχάνει ἄνθρωπος. γὰρ ἐν μορφῇ Θεοῦ ὢν, μορφὴν δούλου ἔλαβε δι' ἡμᾶς. δὲ μορφὴ Θεοῦ οὐσίαν σημαίνει Θεοῦ, ὥσπερ καὶ μορφὴ τοῦ ἀνθρώπου φύσιν ἀνθρωπίνην δηλοῖ. (1260D) Αἱ μὲν οὖν πληγαὶ καὶ σταυρὸς καὶ θάνατος ἔστι τοῦ ἀνθρώπου, ἐν ἐστιν δεσπότης Θεὸς λόγος· δὲ δόξα καὶ τὸ κράτος ἔστι τοῦ δεσπότου, περὶ ὅν ἐστιν δοῦλος, τουτέστιν ἄνθρωπος. Εἰ οὖν τὸ ἀπαθές ἐστι περὶ τὸ θεῖον, τὰ δὲ πάθη περὶ τὸ ἀνθρώπινον, πῶς ἄν τις τῶν εὐφρονούντων μίαν λέξειε τὰς δὑο αύτοῦ φύσεις; εἰ δὲ μία ἐστὶν, ἄρα ἂν ἡμίθεος ἐσαρκώθη Θεὸς, καὶ ἡμιφυὴς ἀνελήφθη ἄνθρωπος. Ἀλλ' οὐδ' οὕτως διδάσκει τῆς εὐσεβείας θεσμὸς, ὃν διεκρούσατο Εὐτυχὴς ἀρχιμανδρίτης, μίαν κηρύττων φύσιν τῆς ἀκτίστου θεότητος, καὶ τῆς καθ' ἡμᾶς ἀνθρωπότητος τοῦ Χριστοῦ. δὲ πᾶς τῶν ἁγίων χορὸς διττὸν τὴν οὐσίαν εἶναι ἤτοι τὴν φύσιν ὁμολογεῖ τὸν Χριστὸν, οὐ δὲ γὰρ διττὸν τὴν ὑπόστασιν ἤτοι τὸ πρόσωπον· εἰς ἓν γὰρ πρόσωπον, καθὼς καὶ ὑμετέρα διδάσκει ἁγιωσύνη, συνέδραμον αἱ δύο φύσεις, ἅσπερ καὶ εἶπον καὶ σώζεσθαι ἀτρέπτως καὶ ἀδιαιρέτως ἐν Χριστῷ ὁμολογοῦμεν. (1262A) Ἐστὶ γὰρ εἶς καὶ μόνος μονογενὴς υἱος καὶ λόγος τοῦ Θεοῦ, οὐ τῶν δύο φύσεων αὐτοῦ εἰς δυάδα ὑποστάσεων τεμνομένων, ἀλλὰ τοῦ ἀῤῥήτου λόγου εἰς μίαν ὑπόστασιν τὰς δύο φύσεις ἑνώσαντος, ἔνδοθεν μὲν κοσμουμένου τοῦ παναγίου σώματος διὰ τοῦ θείου λόγου, ἔξωθεν δὲ τῷ πνεύματι φρουρουμένου, ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων ἀποδείξῃ. Οὕτω γὰρ καὶ ἐσθίειν αὐτόν φαμεν, οὐ πρὸ τοῦ πάθους μόνον, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν τὴν φύσιν τοῦ σώματος αὐτοῦ πιστεύομεν. Εἰ δὲ τὸ σῶμα εἰς οἱ αἱρετικοὶ διαμφιβάλλουσι, φύσις καὶ οὐσία προσαγορεύεται, εὔδηλον λοιπὸν φυλάττεσθαι ἐν τῷ ἑνὶ Χριστῷ ἑκατέραν φύσιν, τουτέστι τὴν θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ ἐν μὲν τῇ θείᾳ λαβεῖν αὐτὸν τὰ θεοπρεπῆ, ἐν δὲ τῇ ἡμετέρᾳ πάλιν φθέγγεσθαι αὐτὸν τὰ ἀνθρώπινα καὶ πτωχὰ, οὐ φυρμόν τινα, οὐ σύγχυσιν, οὐ διαίρεσιν περὶ τὰς φύσεις ἔχοντα, ἀλλ' ἕνα υἱὸν καὶ Χριστὸν καὶ κύριον καὶ σωτῆρα ὑπάρχοντα τοῖς εὐσεβῶς πιστεύειν εἰς αὐτὸν βουλομένοις. Ταῦτα δὴ τοῦ τόμου περιέχοντος καὶ ἀναγνωσθέντος ἐβδελύξαντο, ἀπώσαντο, ἀναθεμάτισαν τὰ ἐν τούτῳ γεγραμμένα, τε Ἰωάννης καὶ Γρηγόριος. Καὶ μετὰ τὸ καταράσασθαι καὶ ἀναθεματίσαι, προηγάγομεν εἰς μέσον τὰς βίβλους τῶν ἁγίων πατέρων ἐξ ᾧν ὑπῆρχον πᾶσαι αἱ χρήσεις, αἱ ἐν τῷ τόμῳ ὑπάρχουσαι. (1262B) Εἴχομεν καὶ αὐτὰς αὐτόθι μετὰ χεῖρας ηὐτρεπισμένας, καὶ ἐξ ἑκάστης χρήσεως τὸ ἐλέγχειν δεδηλωμένον. Καὶ ὅτε ἀπεδείξαμεν ἐκ τῶν ἰδίων αὐτῶν βίβλων ὅτι οὐ Φλαβιανὸν, ἀλλὰ τοὺς ἁγίους πατέρας κατεράσαντο καὶ ἀνεθεμάτισαν, ἀνέστη λεπτὸς δῆμος ἐσχάτως ἀτιμάζων, καὶ σχεδὸν λιθοβολῆσαι αὐτοὺς θέλων. Οὖτος θρίαμβος, καὶ αἰσχύνη, ἣν καὶ Ἰωάννης καὶ οἱ σὺν αὐτῷ δημοσίως ἔπαθον.


HOME > '������������������������' in 'Leo_I, Appendix secunda, p2'
605w 4.2824099063873 s