Leo_I_cps2, Epistolae, p147HOME > '������������������������' in 'Leo_I, Epistolae, p147'
Leo I, Epistolae, Ἐπιστολὴ τοῦ εὐσεβεστάτου βασιλέως Μαρκιανοῦ πρὸς Λέοντα ἂρχιεπίσκοπον Ῥώμης. <<<     >>> SYNOPSIS.hide dictionary links

(PL 54 1035B) Τῷ ἐνδοξοτάτῳ καὶ φιλανθρωποτάτῳ υἱῷ Μαρκιανῷ Αὐγούστῳ Λέων ἀρχιεπίσκοπος Ῥώμης.

(1032B)

Πολλὴ μοι αἰτία χαρᾶς γίνεται ἐν πᾶσι τοῖς γράμμασι τῆς σῆς ἡμερότητος· καὶ γὰρ ἐκ μεγίστης φιλανθρωπίας τῆς θείας προνοίας τοῖς πράγμασί σε τοῖς ἀνθρωπίνοις παρεσχημένον εὑρίσκω, ὅτιπερ τῇ ἐκκλησιαστικῇ εἰρήνῃ, καὶ ἑνώσει κατὰ τὸ εὐαγγελικὸν κήρυγμα φυλάττεσθαι εὐσεβεῖ σπουδῇ βοηθεῖν καταξιοῖς, ὡς ἂν τῆς ὑμετέρας πίστεως δόξα μὴ μόνον ἐπὶ τῇ τῶν δημοσίων διοικήσει, ἀλλὰ καὶ ἐπὶ ταῖς ἐκκλησιαστικαῖς πράξεσιν αὐξηθείη, ἐνδοξότατε καὶ φιλανθρωπότατε υἱὲ, αὐτόκρατορ Αὔγουστε. Ὅθεν ἀφράστους τῷ Θεῷ χάριτας ὁμολογῶ, ὅστις ἐν τούτῳ τῷ καιρῷ, ἐν τῶν αἱρετικῶν τὰ σκάνδαλα ἐγείρεσθαι προεγίνωσκεν, (1034A) ὑμᾶς ἐν τῇ βασιλείᾳ καθίδρυσεν, ἐν οἷς εἰς σωτηρίαν τοῦ παντὸς κόσμου, καὶ βασιλικὴ δύναμις, καὶ ἱερατικὴ ἀνθεῖ σπουδή. Καὶ γὰρ ὁπότε ἐξαιρὲτῳ ὑμῶν ἔργῳ γεγένηται, ὥστε συνόδου κατακεκριμένων τῶν ἐκδικούντων τὸ δυσσεβὲς δόγμα πάσας τὰς δυνάμεις ἱερόσυλος πλάνη ἀπολέσει, εἰς νίκην τῆς αὐτῆς ἀνῆκε διαθέσεως, εἰ τὸ κακὸν, ὅπερ ἐν τοῖς ἰδίοις ἡγεμόσιν εὑρίσκεται, καὶ παρ' οἵοις δήποτε ἑτέροις ἐξαλειφθείη· ὅπερ εὐχερέστερον σὴ γαληνότης ὑπολαμβάνει πληροῦν, εἰ ἀνὰ πάσας τὰς ἐκκλησίας τοὺς τύπους τῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι τῷ ἀποστολικῷ θρόνῳ ἀρέσαι διδαχθείη· περὶ οὗ οὐδὲ ὑπόνοια ἐγένετο ἀμφιβολίας, ὁπότε τῇ πίστει ταύτῃ πάντων ὑπογραψάντων σύνεσις προτέθειται, ἥτις παρ' ἐμοῦ κατὰ τὸν τύπον τῆς ἀποστολικῆς διδασκαλίας καί τῆς πατρικῆς παραδόσεως (1034B) ἐξεπέμφθη, καὶ διὰ τοῦ ἐμοῦ ἀδελφοῦ Λουκιανοῦ τοῦ ἐπισκόπου τοιαῦτα καὶ πρὸς τὴν σὴν ἐνδοξότητα, καὶ πρὸς τὸν τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον ἰξαπέσταλται γράμματα, δι' ὧν ἐναργέστατα δείκνυται ἐμὲ τῶν περὶ τῆς καθολικῆς πίστεως ἐν τῇ προλεχθείσῃ συνόδῳ τυπωθέντων ἔχεσθαι. Ἀλλ' ἐπείπερ ἐν τοῖς αὐτοῖς γράμμασι τὰ διὰ τὴν τῆς συνόδου ἀφορμὴν κακῶς ἐπιχειρηθέντα διαβεβλήκει, μᾶλλον ἠθέλησεν προλεχθεὶς ἐπίσκοπος τὴν ἐμὴν εὐχαριστίαν σιωπῆσαι, ἤπερ τὴν ἐμὴν ἀμβιτίονα δημοσιεῦσαι· ἐμοὶ δὲ πολλὴ παῤῥησία, τοῦ Θεοῦ δι' ὑμῶν παρέχοντος, συνεισηνέχθη, ὅτιπερ ἀποδέξασθαι ὑμᾶς τὴν ἐμὴν ἀσφάλειαν, ἣν τοῖς πατρικοῖς κανόσι φυλάττω, τῆς ὑμετέρας εὐσεβείας τοῖς γράμμασιν ἐμηνύσατε. Καὶ δικαίως διπλασιάζεταί μοι χαρὰ, ὁπότε ὑμῖν, ἐνδοξότατε βασιλεῦ, ἀρέσκειν γινώσκω, (1034C) ὡς ἂν καὶ ἐν Νικαίᾳ πίστις τὴν ἰδίαν κατάσχοι πίστιν, καὶ τὰ προνόμια τῶν ἐκκλησιῶν ἀσάλευτα διαμείνοιεν· εἰ καὶ τὰ μάλιστα δὲ περὶ τοῦ λαμπροῦ ἔργου τῆς ὑμετέρας πίστεως οὐδέν μοι σὴ εὐσέβεια ἐμήνυσεν, ὅμως ἐμοὶ διὰ τοῦ σέβοντος ὑμᾶς ἰδικῶς μετ' (1036A) ἐμοῦ τοῦ ἐμοῦ καὶ συνεπισκόπου καὶ ἀδελφοῦ Ἰουλιανοῦ δεδηλῶσθαι σημαίνω, ὡς εὐσεβεῖ κατηξιώσατο ἀπο κρίσει τῶν ἀπείρων μοναχῶν τὰς ψυχὰς καὶ ἐπισχεῖν ὁμοῦ, καὶ διδάξαι, ὥστε μὴ πάντη αὐτοὺς θεία φιλανθρωπία καταλέλοιπεν, αἰσθάνεσθαι, καὶ δεδιδάχθαι αὐτοὺς ὅπερ πιστεύουσι, καὶ εἰδέναι ὅπερ εὐλαβεῖσθαι ὀφείλουσιν. (1034C) Ἐπειδὴ δὲ παντὶ σθένει πείθεσθαι δεῖ τῇ τῆς σῆς εὐσεβείας εὐλαβεῖ προαιρέσει, τοῖς τύποις τῆς συνόδου, οἵτινές μοι περὶ τῆς βεβαιώσεως τῆς καθολικῆς πίστεως, καὶ περὶ τῆς τῶν αἱρετικῶν κατακρίσεως ἤρεσαν, ἡδέως τὴν ἐμαυτοῦ προτέθεικα γνώμην, ἥτις ὡς ἂν εἰς γνῶσιν πάντων τῶν ἱερέων καὶ τῶν ἐκκλησιῶν ἔλθοι, τῆς σῆς ἡμερότητος προτάξει τυπῶσαι καταξιώσει. Χάριν Θεοῦ ἔσεσθαι ἐλπίζω καὶ πιστεύω, ἥτις τὴν οὕτως ὁσίαν τοῦ τοσούτου βασιλέως φροντίδα (1036B) τῆς ἰδίας ἐπιθυμίας τοῦ καρποῦ παρασκευάσει ἐπιτυχεῖν· πρὸς τὸ, πάσης διχονοίας ἀποτμηθείσης, τῆς ἀποστολικῆς πανταχοῦ διδασκαλίας, εἰρήνη, καὶ ἀλήθεια κρατήσει. Τῷ ἀδελφῷ τῷ ἐμῷ Ἰουλιανῷ τῷ ἐπισκόπῳ γινωσκέτω με σὴ γαληνότης τοῦτο ἰδικῶς προστεταχέναι, ἵνα εἴ τι δηποτοῦν αὐτόθι εἰς παραφυλακὴν τῆς πίστεως ἀνήκειν δοκιμάσει, ἐμῷ ὀνόματι τῇ ὑμετέρᾳ εὐσεβείᾳ θαῤῥῶν ὑποβάλλει· ἐπειδὴ ὁμολογουμένως ἐπίσταμαι εἰς πάντων τούτων διόρθωσιν καὶ ἐκδίκησιν, τοῦ Θεοῦ ἐπιτρέποντος, ὑμᾶς ἐπαρκεῖν.


HOME > '������������������������' in 'Leo_I, Epistolae, p147'
546w 2.8412528038025 s