Markos_monachos_cps99, Florilegium et opuscula, p1, 9HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, p1, 9'
Markos monachos, Florilegium et opuscula, p1, VIII Ἐκ τοῦ λόγου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου τοῦ εἰς τὸ πλὴν μάτην ταράσσεται ἄνθρωπος {Ps 38,7} <<<     >>> X Τοῦ μεγάλου Βασιλείουhide dictionary links

(26) IX Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου

Μακάριος μὲν οὖν, ὅστις ταῦτα διακρίνων καὶ διαιρῶν τῇ τομῇ τοῦ λόγου τῇ διαιρούσῃ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διατίθεται, τὰ ἄνω ζητεῖ, καὶ σταυρούμενος κόσμῳ {Gal 6,14} μετὰ Χριστοῦ Χριστῷ συνανίσταται, καὶ Χριστῷ συνανέρχεται τῆς οὐκέτι μεταπιπτούσης ζωῆς. * 

Καὶ τάχα που τοῦτο καὶ μακάριος ἐννοῶν Μιχαίας καὶ τῶν χαμαὶ ἑρπομένων καὶ δοκούντων ἀγαθῶν ἐξανιστάμενος, ἐγγίσατε, φησίν, ὄρεσιν αἰωνίοις· ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις {Mi 2,9s.}. * 

Ἀρχὴ σοφίας {cf. Ps 110,10}, φησὶν Σολομών, κτῆσαι σοφίαν τί τοῦτο λέγων ἀρχὴ σοφίας; Τὸν φόβον {cf. Ps 110,10}. Οὗ γὰρ φόβος θεοῦ, ἐκεῖ ἐντολῶν τήρησις· οὗ δὲ ἐντολῶν τήρησις, σαρκὸς κάθαρσις· οὗ δὲ κάθαρσις, ἔλλαμψις· ἔλλαμψις* δὲ πόθου πλήρωσις. * 

Οὐδενὶ γὰρ οὕτω χαίρει θεὸς ὅσον ἀνθρώπου διορθώσει καὶ σωτηρίᾳ, ὑπὲρ οὗ πᾶσα γραφὴ καὶ ἅπας θεῖος λόγος. * 

Οὐδεὶς γὰρ ἀνακλιθήσεται ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ τῶν ὑπεροπτικῶν ῥᾳθυμίων, οὐδὲ τῶν ῥυπαρῶς ἀλλὰ τῶν νυμφικῶς (27) ἐστολισμένων. * Σπουδάσωμεν τοίνυν ἀπεντεῦθεν ἄξιοι γενέσθαι τῆς τῶν οὐρανῶν βασιλείας ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δόξα σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων, ἀμήν.

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ φιλοπτωχίας· σκόπει ταῦτα ὅλα περὶ ἐλεημοσύνης

Οὐδενὶ οὕτω τῶν πάντων ὡς ἐλέῳ θεὸς θεραπεύεται· οὐδὲ ἄλλῳ τινὶ μᾶλλον φιλανθρωπίᾳ τὸ φιλάνθρωπον ἀντιδίδοται. * 

Εἰ γὰρ ἀτιμάζων πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν {Prv 17,5}, τιμᾷ πάντως τὸν ποιητὴν περιέπων τὸ ποίημα. ἐλεῶν πτωχὸν θεῷ δανείζει {Prv 19,17}, φησίν. Τίς οὐ δέχεται τοιοῦτον χρεώστην ἀποδώσοντα ἐν καιρῷ μετὰ τῆς ἐπικαρπίας τὸ δάνειον; Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι {Prv 15,27}. * 

Καθαρθῶμεν οὖν ἐλεήσαντες λευκανθῶμεν, οἱ μὲν ὡς ἔριον, οἱ δὲ ὡς χιὼν {cf. Is 1,18} κατὰ τὴν ἀναλογίαν τῆς εὐσπλαγχνίας. * (28)

Μακάριοι οἱ ἐλεήμονες, φησίν, ὅτι αὐτοὶ ἐλεηθήσονται {Mt 5,7}· καὶ μακάριος συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα {Ps 40,2}· καὶ χρηστὸς ἀνὴρ οἰκτείρων καὶ κιχρῶν {Ps 111,5}· καὶ ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει δίκαιος {Ps 36,26}. Μὴ εἴπῃς· ἐπάνηκε* ἀπελθὼν καὶ αὔριον δώσω {Prv 3,28} σοι· οὐ δέχεται ἀναβολὴν φιλανθρωπία· διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου καὶ ταῦτα μετὰ προθυμίας {Is 58,7}· γὰρ ἐλεῶν, φησίν, ἐν ἱλαρότητι {Rm 12,8}. * 


HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, p1, 9'
361w 4.4167518615723 s