Markos_monachos_cps99, Florilegium et opuscula, p1, 32HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, p1, 32'
Markos monachos, Florilegium et opuscula, p1, XXXI Τοῦ αὐτοῦ – ὅτι θάνατος ψυχῆς ὑπάρχει ἡ καταλαλιά <<<     >>> XXXIII Τοῦ ἁγίου Συμεών – ὅρα φρικτὴν ἀπόφασιν, καὶ μὴ λέγε τινὰ «μωρέ»hide dictionary links

(76) XXXII Περὶ γλωσσαλγίας τοῦ ὁσίου πατρὸς ἡμῶν Ἐφραίμ

Ποιήσας Μωυσῆς τὸν θεὸν γενόμενον {cf. Nm 20,12 et Dt 32,51} εἷς λόγος ἀπεστέρησε τῆς γῆς τῆς ἐπαγγελίας, πόσῳ μᾶλλον στερήσει τῆς βασιλείας καὶ ἠκονημένη καὶ ἐκτεταμένη [ἡ] ἡμετέρα γλῶσσα; * (77)

Ἐπὶ ταύτῃ τῇ ἐγγυτάτω κρίσει βεβαιωθήσεται μέλλουσα δίκη κατὰ τὸν λόγον τοῦ σωτῆρος, ὃς εἶπεν, ὅτι καὶ ὑπὲρ ἀργοῦ λόγου {cf. Mt 12,36}, λόγον ἔχομεν ἀπαιτηθῆναι· ἀπὸ πολυλογίας, φησίν, οὐκ ἐκφεύξεται ἁμαρτία· φειδόμενος δὲ χειλέων νοήμων ἔσται {Prv 10,19}. φυλάσσων τὸ στόμα αὑτοῦ τηρεῖ τὴν ἑαυτοῦ* ψυχήν, δὲ προπετὴς πτοήσει ἑαυτόν {Prv 13,3}· ὃς οὐ φυλάσσει τὸ στόμα αὐτοῦ, ἀπολλύει πάντα τὸν καρπὸν αὐτοῦ. Ἐν τίνι κατορθώσει τις τὴν ὁδὸν αὐτοῦ ἐνώπιον τοῦ θεοῦ; Ἐν τῷ φυλάξαι τοὺς λόγους τοῦ κυρίου· δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.

Περὶ ματαίας ἀκοῆς τοῦ αὐτοῦ

Πόθεν ἔσχεν εἰσαγωγὴν θάνατος; * 

Ἀπόκρισις

Τοῦ ὄφεως λαλήσαντος πρὸς τὴν Εὔαν· λοιπὸν δύναται πονηρὸς ἀναιρεῖν τὸν σιγῶντα διὰ τοῦ λαλοῦντος· καὶ τὸν μὴ δυνάμενον σφάξαι διὰ τοῦ στόματος ἀναιρεῖ διὰ τοῦ ὠτός, καὶ τὸν τῇ πράξει πάλιν ἀθῷον ἐὰν μὴ νήφῃ φονεύει τοῖς λογισμοῖς. * 

Δίδου τὸ στόμα τῷ ψεύστῃ τῷ καταλάλῳ φιλῆσαι, καὶ μὴ δῷς αὐτῷ τὴν σὴν ἀκοήν· βέλτιον δὲ ποιήσεις ἐὰν ἐκφύγῃς (78) καὶ τὴν ὀσμὴν καὶ τὸ γεῦμα τὸ ὀλέθριον. Καὶ τὸν καπνὸν πολλάκις φεύγομεν ὀξέως, τοὺς δὲ ψεύστας καὶ λοιδόρους οὐ φεύγομεν· καὶ οὐαὶ ἡμῖν, ὅτι οὐχ ὁρῶμεν τὴν πτῶσιν ἡμῶν. Ἕκαστον τῶν μελῶν ὀφείλομεν δεόντως φυλάξασθαι ἀπὸ τῶν βλαβερῶν. Μὴ δυνάμενον γὰρ τὸ* στόμα μοιχεῦσαι, δύναται ἐπιορκῆσαι, λοιδορῆσαι. Καὶ ἐὰν ἓν μέλος τοῦ ἀνθρώπου ἐστὶν ἀθῷον καὶ τὸ ἄλλο* ὑπεύθυνον, ὅλος κατάδικος λοιπὸν εὑρίσκεται {cf. Mt 5,29}. * 

Παράδειγμα τοῦ αὐτοῦ

Λάβε ὑπόδειγμα παρὰ τοῦ πολεμάρχου, οὗ* πᾶν τὸ σῶμα περιφρούρηται ἐν θώρακι σιδηρῷ. Συμβαίνει οὖν, ὅτι τιτρώσκεται διὰ τῆς χαύνης κατασκευῆς πόσῳ μᾶλλον τὸ ἶσόν τις πάθῃ* ἐκ τοῦ ὠτὸς τῆς ἀνεωγμένης θύρας. Τοιαύτη γὰρ μεγάλη ἐστὶν θύρα τοῦ ὠτός, ὡς τὸν τηλικοῦτον θάνατον δι' αὐτῆς εἰσελθεῖν εἰς τὸν κόσμον· καταπίνων γὰρ πάσας τὰς γενεὰς ἀκόρεστος μένει. Ἀποκλειστέον οὖν τὰ ὦτα θυρώμασι (79) καὶ μοχλοῖς, ἵνα μὴ εἰσέλθῃ κακηγορία. Μὴ καταφρονήσῃς καταλαλιᾶς ὡς μικροῦ τινος, * ἀλλὰ φεῦγε ταύτην ὡς ἀπὸ προσώπου ὄφεως.

μὴ συνεδριάζων μετὰ λοιδόρων οὗτος μετὰ ἀγγέλων αὐλισθήσεται. μὴ μολύνων τὸ στόμα αὐτοῦ τὰ ὦτα λοιδορίαις, τούτου νοῦς κατοικητήριον γίνεται τοῦ ἁγίου πνεύματος. * 

Τίς δώσει μοι ἐπὶ στόματος φυλακὴν καὶ ἐπὶ χειλέων μου σφραγίδα πανοῦργον, ἵνα μὴ πταίσω δι᾿ αὐτῶν καὶ γλῶσσα μου ἀπολέσει με; * 


HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, p1, 32'
404w 1.750568151474 s