Markos_monachos_cps99, Florilegium et opuscula, p1, 35HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, p1, 35'
Markos monachos, Florilegium et opuscula, p1, XXXIV Ἐκ τῶν κεφαλαίων τοῦ ἁγίου Διαδόχου – περὶ μετανοίας καὶ ἐξομολογήσεως <<<     >>> XXXVI Πῶς κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν θεοῦ {Gen 1,26} ὁ ἄνθρωπος λέγεταιhide dictionary links

(81) XXXV Ἑρμηνεία εἰς τὸ πάτερ ἡμῶν Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς {Mt 6,9}

«Πάτερ» εἰπὼν δείκνυσί σοι τίνων ἀγαθῶν ἠξιώθης, υἱὸς θεοῦ γεγονώς. Ἐν δὲ τὸ εἰπεῖν «ἐν τοῖς οὐρανοῖς» ἔδειξέ σοι τὴν πατρίδα καὶ τὸν οἶκον τὸν πατρικόν· ἐὰν οὖν θέλῃς ἔχειν τὸν θεὸν πατέρα, πρὸς τοὺς οὐρανοὺς ἀεὶ βλέπε καὶ μὴ πρὸς τὴν γῆν. Καὶ πάλιν οὐ λέγεις «πάτερ μου», ἀλλὰ «πάτερ ἡμῶν», ὡς ἂν ἔχοις πάντας ὡς ἀδελφοὺς ἑνὸς πατρός· καὶ ἐπειδὴ πατέρα αὐτὸν καλεῖς, ὡς τέκνον πολιτεύου, ἵνα εὐάρηστος γένῃ τῷ πατρί σου τῷ ἐν τοῖς οὐρανοῖς.

Ἁγιασθήτω τὸ ὄνομά σου {Mt 6,9}

Τουτέστι ποίησόν με ἄμεμπτον καὶ ἄξιον τῆς υἱοθεσίας σου, ὅπως καὶ σὺ δι᾿ ἐμὲ ἁγιάζεσαι καὶ δοξάζεσαι*· ὡς γὰρ βλασφημεῖται δι᾿ ἐμὲ θεός, ὅταν τι πονηρὸν ποιήσω, οὕτως, ὅταν ἐν πάσῃ ἀρετῇ πολιτεύομαι, ἁγιάζεται δι᾿ ἐμέ τουτέστι δοξάζεται. (83) (81)

Ἐλθέτω βασιλεία σου {Mt 6,9}

Τουτέστι δευτέρα παρουσία· γὰρ τὸ συνειδὸς πεπαρρησιασμένον ἔχων σπεύδει* καὶ εὔχεται ἐλθεῖν τὴν ἀνάστασιν καὶ τὴν κρίσιν, * ὅπως συνδοξασθῇ σὺν Χριστῷ καὶ πᾶσι τοῖς ἁγίοις. δὲ τὸν βασιλέα καλῶν ἐλθεῖν πρὸς ἑαυτόν, ὀφείλει εἶναι ὅλος πνευματικός, ὅλος ἅγιος, μήπως, ἐλθὼν καὶ μὴ εὕρῃ τοιοῦτον, ἔξω που ἀπορρίψῃ ὡς ἀνέτοιμον καὶ ἀνάξιον.

Γρηγορίου τοῦ Νύσσης γεννηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς {Mt 6,9}

Ὡς ἄν τις λέγῃ*ὅτι καθάπερ ἐν θρόνοις καὶ ἀρχαῖς καὶ ἐξουσίαις καὶ πάσῃ τῇ ὑπερκοσμίῳ δυνάμει γίνεταί σου τὸ θέλημα, μηδαμοῦ κακίας ἴχνος παρεμποδιζούσης τοῦ ἀγαθοῦ τὴν ἐνέργειαν, οὕτως καὶ ἐν ἡμῖν τὸ ἀγαθὸν θέλημα τελεσθείη, ἵνα πάσης κακίας ἐκποδὼν γενομένης διαπαντὸς τὸ θέλημά σου ἐν ταῖς ψυχαῖς ἡμῶν κατευοδούμενον. * (84)

Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον {Mt 6,9}

Ἐπιούσιον τὸν ἐπὶ τῇ οὐσίᾳ καὶ συστάσει ἡμῶν αὐτάρκη φησίν, ἀναιρεῖ λοιπὸν τὴν περὶ τῆς αὔριον μέριμναν {cf. Mt 6,34 & Prv 3,8}. * 

Τοῦ Χριστοῦ

Καὶ τὸ σῶμα δὲ τοῦ Χριστοῦ ἐπιούσιος ἄρτος λέγεται, οὗ μεταλαμβάνειν ἀκατακρίτως εὐχόμεθα. Ἄρτον ὡρίσθης ζητεῖν τὸν ἐφήμερον καὶ αὐτάρκη, οὐχὶ δὲ χρυσίον χρήματα, ἅπερ πλεονεξίαν γεννῶσι καὶ πᾶσαν ἄλλην ἁμαρτίαν.

Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν >ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν {Mt 6,9}

Ἐπειδὴ καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνομεν, ἱκετεύομεν, ἵνα ἀφήσῃ ἡμῖν· οὕτως δὲ ἀφήσῃ, ὡς καὶ ἡμεῖς. Καὶ ὅρα σοφίαν ἐλέους θεοῦ· ἐφ᾿ ἡμᾶς γὰρ ἀνέθηκε πᾶσαν τὴν κρίσιν καὶ ἐμὲ ἔχει θεὸς παράδειγμα· καὶ ποιῶ ἐγὼ ἐπ᾿ ἄλλῳ, ταῦτα καὶ αὐτὸς ἐπ᾿ ἐμὲ ποιήσει. (85) (84)

Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν {Mt 6,9}

Ἀσθενεῖς ἐσμεν οἱ ἄνθρωποι, διὸ οὐ δεῖ ἐπιρρίπτειν* ἑαυτοὺς τοῖς πειρασμοῖς, ἀλλὰ καὶ ἐμπεσόντας εὔχεσθαι* μὴ καταποθῆναι ὑπὸ τοῦ πειρασμοῦ. γὰρ καταποθεὶς καὶ νικηθεὶς ἐκεῖνος εἰσήχθη εἰς τὸν βόθρον τοῦ πειρασμοῦ, ἀλλ᾿ οὐχ ἐμπεσὼν μέν, νικήσας δέ, τῇ θείᾳ δυνάμει ῥυσθείς.

Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ {Mt 6,9}

Οὐκ εἶπεν «ἀπὸ τῶν πονηρῶν ἀνθρώπων»· οὐ γὰρ ἐκεῖνοι ἀδικοῦσιν ἡμᾶς, ἀλλ᾿ πονηρὸς *  ἐν τῷ κόσμῳ τούτῳ τὴν ἰσχὺν κεκτημένος, οὗ ῥυσθείημεν χάριτι καὶ φιλανθρωπότητι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δόξα σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.


HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, p1, 35'
488w 2.1530590057373 s