Markos_monachos_cps99, Florilegium et opuscula, p1, 36HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, p1, 36'
Markos monachos, Florilegium et opuscula, p1, XXXV Ἑρμηνεία εἰς τὸ πάτερ ἡμῶν – Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς {Mt 6,9} <<<     >>> XXXVII Τοῦ ἁγίου Ἰωάννου τοῦ τῆς κλίμακος – ἀνακεφαλαίωσις πάντων τῶν λόγων αὐτοῦhide dictionary links

(84) XXXVI Πῶς κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν θεοῦ {Gen 1,26} ἄνθρωπος λέγεται

Τὸ λογικὸν καὶ νοερὸν ζῷον, ἄνθρωπος, μόνος κατ᾿ εἰκόνα (86) ἐστὶ καὶ ὁμοίωσιν θεοῦ {Gen 1,26}. Καὶ κατ᾿ εἰκόνα μὲν λέγεται ἄνθρωπος κατὰ τὸ τῆς ψυχῆς ἀξίωμα ἤτοι τὸ ἀκατάληπτον, τὸ ἀθεώρητον, τὸ ἀθάνατον, τὸ αὐτεξούσιον, ναὶ μὴν καὶ τὸ ἀρχικόν· καθ᾿ ὁμοίωσιν δὲ κατὰ τὸν τῆς ἀρετῆς λόγον καὶ τὰς θεωνύμους ταύτας θεομιμήτους πράξεις· ἤτοι φιλανθρώπως πρὸς τὸ ὁμογενὲς διακεῖσθαι καὶ οἰκτείρειν καὶ ἐλεεῖν καὶ ἀγαπᾶν τὸν ὁμόδουλον καὶ εὐσπλαγχνίαν πᾶσαν καὶ συμπάθειαν ἐνδείκνυσθαι. Γίνεσθε γάρ, φησίν, οἰκτίρμονες καθὼς καὶ πατὴρ ἡμῶν οὐράνιος οἰκτίρμων ἐστίν {Lc 6,36}. Καὶ τὸ μὲν κατ᾿ εἰκόνα πᾶς ἄνθρωπος κέκτηται· ἀμεταμέλητα τὰ χαρίσματα τοῦ θεοῦ. Τὸ δὲ καθ᾿ ὁμοίωσιν σπάνιοι, μόνοι οἱ ἐνάρετοι καὶ ἅγιοι οἱ τὴν τοῦ θεοῦ ἀγαθότητα κατὰ τὸ δυνατὸν ἀνθρώποις μιμούμενοι, οὗ καὶ ἡμεῖς ἀξιωθείημεν εὐαρεστήσαντες αὐτῷ δι᾿ ἀγαθοεργίας καὶ μιμηταὶ γενόμενοι τῶν ἀπ᾿ αἰῶνος εὐαρεστησάντων Χριστῷ τῷ θεῷ ἡμῶν· πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. * (87)


183w 0.83837795257568 s