Markos_monachos_cps99, Florilegium et opuscula, p1, 37HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, p1, 37'
Markos monachos, Florilegium et opuscula, p1, XXXVI Πῶς κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν θεοῦ {Gen 1,26} ὁ ἄνθρωπος λέγεται <<<     >>> XXXVIII Στίχοιhide dictionary links

(87) XXXVII Τοῦ ἁγίου Ἰωάννου τοῦ τῆς κλίμακος ἀνακεφαλαίωσις πάντων τῶν λόγων αὐτοῦ

Πίστις βεβαία ἀποταγῆς μήτηρ· τὸ δὲ ἐναντίον πρόδηλον. Ἐλπὶς ἀκλινὴς ἀπροσπαθείας θύρα· τὸ δὲ ἐναντίον πρόδηλον. Ἀγάπη θεοῦ ξενιτείας ὑπόθεσις· τὸ δὲ ἐναντίον πρόδηλον.

Ὑποταγὴν ἔτεκεν ἑαυτοῦ κατάγνωσις καὶ ὑγιείας ὄρεξις. Ἐγκρατείας μήτηρ θανάτου ἔννοια καὶ μνήμη παγία χολῆς καὶ ὄξους {Mt 27,34} δεσπότου καὶ θεοῦ. Σωφροσύνης βοηθὸς ἡσυχία· πυρώσεως θραῦσις νηστεία. Λογισμῶν πονηρῶν καὶ αἰσχρῶν συντριμμὸς διανοίας ἀντίπαλος.

Πίστις καὶ ξενιτεία θάνατος φιλαργυρίας. Συμπάθεια δὲ καὶ ἀγάπη προέδωκαν καὶ σῶμα. Προσευχὴ ἐκτενὴς ὄλεθρος ἀκηδίας. Μνήμη δὲ κρίσεως προθυμίας πρόξενος, θυμοῦ ἴαμα, ἀτιμίας ἀγάπη.

Ἀκτημοσύνη λύπης πνιγμοσύνη. Ἀπροσπάθεια δὲ αἰσθητῶν θεωρία νοητῶν. Σιωπὴ καὶ ἡσυχία κενοδοξίας πολέμιοι. Εἰ δὲ μέσος ὑπάρχεις, ἀτιμίαν μέτελθε.

Ὥσπερ ὄφιν ἀδύνατον τὴν ἑαυτοῦ παλαιότητα ἐκδύσασθαι μὴ ἐν στενῇ ὀπῇ εἰσδύντα, οὕτω καὶ ἡμᾶς τὰς παλαιὰς προλήψεις καὶ τὸν τοῦ παλαιοῦ ἀνθρώπου χιτῶνα οὐ μὴ ἀποβάλλωμεν*, (88) ἐὰν μὴ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν {cf. Mt 7,13} τῆς ἀτιμίας καὶ τῆς νηστείας προθύμως διέλθωμεν. * 

Νοῦς νηστευτοῦ προσεύξεται νηφόντως, δὲ τοῦ ἀκρατοῦς εἰδώλων ἀκαθάρτων πεπλήρωται· κοιλίας κόρος ἐξήρανε πηγάς, αὕτη δὲ ξηρανθείσα ἐγέννησεν ὕδατα. Τῷ μὲν πλατυνομένῳ συνεστάλη τὰ δάκρυα, ἐξεβλύσθη δὲ ταῦτα τῷ τὴν στενὴν ὁδὸν ἀγαπήσαντι.

Θλιβομένης κοιλίας ταπεινοῦται καρδία· θεραπευομένης δὲ ταύτης γαυριᾷ λογισμός.

Θλίβε κοιλίαν καὶ πάντως κλείσεις καὶ στόμα· νευροῦται γὰρ γλῶσσα ὑπὸ πλήθους βρωμάτων.

Ἐὰν τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν {cf. Mt 7,13} ὁδεύειν Χριστῷ συνετάξω, στένωσον τὴν γαστέρα· ταύτης δὲ πλατυνομένης καὶ θεραπευομένης, τὰς συνθήκας ἠθέτησας.

Ἐπίσκεψε καὶ ἀκούσεις τοῦ λέγοντος· πλατεῖα καὶ εὐρύχωρος ὁδὸς τῆς κοιλίας ἀπάγουσα εἰς τὴν ἀπώλειαν τῆς πορνείας, καὶ πολλοί εἰσιν οἱ πορευόμενοι δι' αὐτῆς. Τί στενὴ πύλη καὶ τεθλιμμένη ὁδὸς {cf. Mt 7,13} τῆς νηστείας εἰσάγουσα εἰς τὴν ζωὴν τῆς ἁγνείας, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς.

Ἄρχων δαιμόνων πεσὼν ἑωσφόρος καὶ ἄρχων παθῶν λαιμὸς τῆς κοιλίας. (89) (88)

Μὴ πλανῶ· οὐ μὴ τοῦ Φαραὼ ἐλευθερωθήσῃ, οὐδὲ τὸ ἄνω πάσχα θεάσῃ, ἐὰν μὴ πικρίδας καὶ ἄζυμα φάγῃς {cf. Ex 12,8 et Nm 9,11} διαπαντός· πικρίδες εἰσὶν * τῆς νηστείας βία καὶ κακοπάθεια, ἄζυμα δὲ τὸ μὴ φυσώμενον* φρόνημα.

Τῇ σῇ ἀναπνοῇ κολληθήτω λόγος τοῦ λέγοντος· ἐγὼ δὲ ἐν τῷ τοὺς δαίμονας παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου καὶ προσευχή μου εἰς κόλπον ψυχῆς μου {Ps 43,13} ἐκεκόλλητο. * 

Ὥσπερ οἱ λεγόμενοι καρκίνοι εὐεπιχείρητοι τυγχάνουσι, διὰ τὸ ποτὲ μὲν ἔμπροσθεν, ποτὲ δὲ ὄπισθεν βαδίζειν, οὕτω καὶ ψυχὴ ποτὲ μὲν γελῶσα, ποτὲ δὲ τρυφῶσα, ποτὲ δὲ πενθοῦσα οὐδὲν ὠφελῆσαι δύναται.

Ὥσπερ οὐ τίκτει πῦρ χιόνα, οὕτως οὐδὲ τὴν ἐνταῦθα ζητῶν τιμὴν τῆς ἐκεῖ ἀπολαύσει ποτέ.

Ὥσπερ μὴ ἔχων ὁδηγὸν εὐχερῶς ἐν τῇ ὁδῷ πλανᾶται κἂν λίαν φρόνιμος καθέστηκεν, οὕτω καὶ αὐτεξουσίως τὴν μοναδικὴν ὁδὸν πορευόμενος εὐχερῶς ἀπόλλυται, κἂν πᾶσαν τὴν σοφίαν τοῦ κόσμου ἐπίσταται.

Ὥσπερ οἱ ὑπνώττοντες εὐχερῶς συλῶνται, οὕτω καὶ οἱ πλησίον κόσμου τὴν ἀρετὴν μετερχόμενοι. (90) (88)

Ἀρχὴ μετανοίας ἀρχὴ σωτηρίας ἀρχὴ δὲ σωτηρίας θεοῦ φόβος.

Φόβος δὲ τίκτει τήρησιν ἐνταλμάτων, οὐρανίων λέγω καὶ ἐπιγείων· ἐνταλμάτων φυλακὴ ἀγάπης τεκμήριον· ἀγάπης δὲ ἀρχὴ πλῆθος ταπεινώσεως.

Πλῆθος δὲ ταπεινώσεως θυγάτηρ ἀπαθείας. Ταύτης δὲ κτῆσις* ἀγάπης πλήρωμα, εἴτ᾿ οὖν τελεία ἐνοίκησις θεοῦ τοῖς δι᾿ ἀπαθείας καθαροῖς τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται {Mt 5,8} δόξα εἰς τοὺς αἰῶνας. * 


HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, p1, 37'
527w 6.1894450187683 s