Markos_monachos_cps99, Florilegium et opuscula, p1, 38HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, p1, 38'
Markos monachos, Florilegium et opuscula, p1, XXXVII Τοῦ ἁγίου Ἰωάννου τοῦ τῆς κλίμακος – ἀνακεφαλαίωσις πάντων τῶν λόγων αὐτοῦ <<<     >>> XXXIX ῞Ετεροι στίχοιhide dictionary links

(88) XXXVIII Στίχοι


τούσδ᾿ ἀναγνοὺς μὴ ῥᾳθύμως τοὺς λόγους
οὐκ ἂν δεηθήσεται πλειόνων λόγων·
εἷς γὰρ λόγος κράτιστος εἰς σωτηρίαν.

Στίχοι ὡς ἀπὸ τοῦ βιβλίου
Μικρὸν μέν εἰμι τῇ ὁρωμένῃ θέᾳ,
πολὺν δὲ πλοῦτον τοῖς ἐμοῖς δίδω φίλοις,
καὶ τοῦτον ἔνδον τοῖς ἐμοῖς κόλποις φέρω. (91) (88)

Ἐκ τῶν στίχων Νικολάου Κερκύρων
Ψυχὴ διέγνως ὡς τὰ τοῦ βίου πλάνη·
Ψεῦδος φενάκης* τὰ πάντα φλυαρία·
Εὐδοξία, πλοῦτός τε σωροὶ χρημάτων,
Ὕποπτα πάντα ῥῶσις, εὔκλεια, κρότοι.
Τουτέστι πιστὸν ἄρτι, τοῦτο καὶ μόνον,
Τὸ τῶν ὅλων ἄπιστον ὥσπερ ὂν βλέπειν.
Ἐν τῷ πονηρῷ πάντα τὸν κόσμον λέγει
Κεῖσθαι {I Io 5,19} σοφός τις ἐνθέως καὶ πανσόφως.
Γυμνὸς παρῆλθον εἰς τὸ κλαυθμῶνος πέδον,
Καὶ τοῦδε γυμνὸς ἐξελεύσομαι πάλιν,
Ὅθεν τί μοχθῶ καὶ ταράττομαι μάτην {cf. Ecl 2,18 & Ps 38,7},
Γυμνὴν γινώσκων τὴν τελευτὴν τοῦ βίου;
Θᾷττον διδαχθῇς* ἐν μέσῳ πονηρίαν,
Ἤπερ διδάξεις ἀρετὴν τοὺς ἐν μέσῳ.
Ἐμοὶ δὲ τῷ μάλιστα πάντων ἀθλίῳ
Φεύγειν, σιωπᾶν, ἡσυχάζειν
* ἁρμόζει,
γοῦν συνιὼν ἐν πονηραῖς ἡμέραις
Ἔσται σιωπῶν, ὡς παραγγέλλει* λόγος,
Καὶ δεῖ λαβέσθαι τῆς φίλης ἀπραξίας, (92)
προξενεῖν πέφυκεν ἀταραξίαν.
Ἐρημίαν εὕροιμι πρὸς μετοικίαν,
῞Οπου ταραγμὸς οὐ, κυδοιμὸς οὐκ ἔνι,
῞Οπου προσελθὼν ἀγγέλων ζήσεις βίον,
῞Οπου σχολάσας τοῦ θεοῦ μᾶλλον τύχῃς.
Δόξα μεγίστη δόξαν ἀφεῖναι* κάτω,
Γραφαῖς σχολάζειν τῶν τροφῶν βελτίων·
Τρυφὴ κρατίστη προσλαλεῖν τῷ δεσπότῃ·
Ταύτης με, Χριστέ, τῆς τρυφῆς [ἔμ]πλησον* μόνης,
Ὃς* ἐκδιδάσκεις οὐκ ἐπ᾿ ἄρτῳ ζῆν μόνῳ,* 
Ἀλλ᾿ ἐν λόγῳ μάλιστα πιστῶν καρδίας·
Ὃς οὐδὲν οὕτω δῶρον ἀνθρώπου θέλεις
Ὡς λιτόν, ἀπέριττον*ἄσκευον βίον,
Ὡς καὶ διδάσκων πρακτικῶς καὶ πανσόφως,
Ποῦ τὴν κεφαλὴν οὐκ ἔχει, ἔφης, κλίναι {Mt 8,20}.
Τοὺς οὐρανοὺς πέφθακεν, ὃς βιοῖ κάτω
Βίον ταράχου καὶ καθαρὸν βρασμάτων.
Ἔγνων σε, κόσμε, καὶ μόλις πέφευγά σε.
Λαβοῦ, λαβοῦ τῆς χειρός, πλαστουργέ μου,
Ἕρπει γὰρ ἐγγὺς δράκων, ἀλλ᾿ ἀντέχου,
Ὁρᾷς ὅπως σε παντὸς ἀντηλλαξάμην*
Σύ μοι τὰ πάντα τοιγαροῦν γίνου, λόγε,
Δι᾿ ὃν* τὰ πάντα νῦν παρεῖδον ἀθρόως
Εὐπραξίαν, κέρδη τε, συλλόγους, κόσμον.
* 
(93)


305w 3.8408348560333 s