Markos_monachos_cps99, Florilegium et opuscula, 16, 8HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, 16, 8'
Markos monachos, Florilegium et opuscula, 16, VII Μαρτυρίαι πρὸς ἀσφάλειαν τῶν εἰρημένων <<<     >>> IXhide dictionary links

(118) VIII

Φρίξομεν πάντες ἐννοοῦντες, ὅτι ἐὰν ἓν λίπῃ* ἡμῖν, οὐκ ἐσμὲν τέλειοι δοῦλοι τοῦ Χριστοῦ εὐαγγελίῳ· ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ᾿ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω, καὶ οἶδα, ὅτι ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός {Io 12,48-50} ἐστιν.

Ὁρᾷς, ὅτι μετὰ τοῦ ἁγίου εὐαγγελίου, ἤγουν τῶν ἐντολῶν τοῦ κυρίου, ἔχομεν κριθῆναι πάντες. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πᾶσα μὲν ἐντολὴ δεσποτικὴ οὕτως ἁπλῶς ἐν τῷ εὐαγγελίῳ ἅμα φέρεται, τὰς δὲ περὶ νηστείας ἐντολὰς μετὰ ἀσφαλείας καὶ δεσμῶν ἐκανόνισαν οἱ θεοκήρυκες ἀπόστολοι ἐν τῇ σεπτῇ βίβλῳ τῶν θείων κανόνων αὐτῶν, γινώσκοντες, ὅτι πρώτη παράβασις δι᾿ ἀκρασίαν γέγονε, καθὼς γέγραπται· ὡραῖος ἦν* εἰς ὅρασιν καὶ καλὸς εἰς βρῶσιν {cf. Gn 2,9} ἐμὲ θανατώσας καρπός. (119) (118)

Ἐλθὼν οὖν κύριος ἡμῶν καὶ θέλων ἰᾶσθαι τὴν πρώτην ἐκείνην πτῶσιν καὶ τὸν πτερνιστὴν ἡμῶν διάβολον καταβαλεῖν* μετὰ τὸ ἅγιον βάπτισμα, ἐξῆλθεν ἐν τῇ ἐρήμῳ καὶ μετὰ νηστείας ἀκροτάτης ἐνίκησε* τὸν ἐχθρὸν ἡμῶν, ἰασάμενος τὴν πρώτην ἐκείνην πληγήν. Καὶ εἰ ἐκθέμενος τὸν νόμον νηστεύει οὐ νηστεύει τις ἐκ τῶν τηρούντων τὸν νόμον, οὐ χρήζει νηστεῦσαι καὶ διενυκτέρευεν {Lc 6,12} ἀεὶ αὐταῖς προσευχαῖς, καθὼς καὶ ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ λέγει καὶ ἐκεῖνος [ἐ]προσηύχετο μὴ δεόμενος ἐλέους πῶς ἡμᾶς οἱ ὑπόχρεοι ἐν πολλαῖς ἀμελεῖν ἐνδέχεται κἂν πρὸς βραχὺ τοῦ αἰτεῖν διὰ προσευχῆς ἔλεος παρὰ τῷ θεῷ; Διὸ καὶ διδάσκων ἔλεγεν· προσέχετε μήποτε βαρηθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς {Lc 21,34}· καὶ πάλιν· ἀγρυπνεῖτε καὶ προσεύχεσθε {cf. Eph 6,18}· καὶ πάλιν, τοῦτο τὸ γένος οὐκ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ {Mt 17,21}. ῞Οθεν καὶ οἱ θεοκήρυκες ἀπόστολοι μετὰ δεσμῶν τέθεικαν καὶ ἐπιτιμιῶν* τὰς περὶ νηστείας ἐντολὰς διὰ τοὺς κοιλιοδούλους καὶ καταφρονητὰς τῶν θείων προσταγμάτων. Ὤμωσε δέ τινας καὶ θρηνεῖ θεῖος ἀπόστολος Παῦλος καὶ ἐχθροὺς ἀποκαλεῖ τοῦ δεσποτικοῦ σταυροῦ λέγων οὕτως· πολλοὶ περιπατοῦσιν*οὓς πολλάκις ἔλεγον, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν θεὸς κοιλία καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν οἱ τὰ ἐπίγεια φρονοῦντες {Phil 3,18s.}. (120) (118)

Κανὼν ξθ' τῶν ἁγίων ἀποστόλων

Ὅθεν οὕτως ῥητῶς λέγει κανὼν τῶν ἁγίων ἀποστόλων· εἴ τις*φησίν, ἐπίσκοπος πρεσβύτερος διάκονος ἀναγνώστης ψάλτης τὴν ἁγίαν τεσσαρακοστὴν τοῦ πάσχα οὐ νηστεύει καὶ πᾶσαν τετράδα καὶ παρασκευήν*καθαιρείσθω, εἰ μὴ δι᾿ ἀσθένειαν σώματος ἐμποδίζοιτο εἰ δὲ λαϊκός, ἀφοριζέσθω. * 

Σκόπει, ὅτι κανὼν τῶν ἁγίων ἀποστόλων τὴν ἁγίαν τεσσαρακοστὴν καὶ πᾶσαν τετράδα καὶ παρασκευὴν ἐξίσου ἐνομοθέτησε τὴν νηστείαν ἤγουν νηστεύειν ἕως ἐνάτης, εἶτα καταλύειν λιτὴν τροφὴν ἄνευ ἐλαίου καὶ οἴνου παντὶ βεβαπτισμένῳ*

Καὶ ταῦτα μὲν μερικῶς ἐνομοθέτησαν οἱ ἅγιοι ἀπόστολοι ὡς ἔχον* ἀκμὴν τὸ κήρυγμα ἀρχήν, ἐλθόντες δὲ οἱ θεοφόροι πατέρες ἡμῶν καὶ διδάσκαλοι καὶ χάριτι Χριστοῦ· ἰδόντες τὴν πίστιν ἁπλωθεῖσαν μέχρι τῶν περάτων τῆς γῆς, ὁρῶντες δὲ τοὺς ἀνθρώπους διὰ τὸ ἁβροδίαιτον εἰς* καὶ καταφρόνησιν καὶ ῥᾳθυμίαν πίπτοντας τῶν ἐντολῶν τοῦ θεοῦ, ἀκούοντες δὲ τοῦ κυρίου λέγοντος διὰ τοῦ εὐαγγελίου· ἐὰν μὴ περισσεύσῃ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν {Mt 5,20} οὗτοι γὰρ μετὰ πάντων τῶν ἐλεημοσυνῶν, ὧν ἐποίουν, τρίτον γὰρ τὸν χρόνον ἀπεδεκάτιζον πάντα τὸν βίον αὐτῶν, ἄνευ τῶν ἀπαρχῶν καὶ (121) τῶν ἐλεημοσυνῶν, ὧν ἐποίουν, * καθώς φησιν θεῖος Χρυσόστομος εἶχον δὲ καὶ τέσσαρας νηστείας καθέκαστον ἔτος· ἐνήστευον δὲ καὶ καθεκάστην ἑβδομάδα ἡμέρας δύο. Ταῦτα ἀνακρίνοντες οἱ θεοφόροι πατέρες, προσέθηκαν καὶ αὐτοὶ κανονικῶς τὰς τρεῖς νηστείας τῶν χριστουγέννων, λέγω, τῶν ἁγίων ἀποστόλων, καὶ τὴν τοῦ Αὐγούστου –, καθεκάστην ἑβδομάδα τὴν δευτέραν, ὅπως πᾶς πιστός, ἀρχόμενος τὸ στάδιον τῆς ἑβδομάδος μετὰ νηστείας, [ἵνα] καὶ θεαρέστως ταύτην ἐκτελέσῃ. Καὶ χρὴ καὶ ταύτας ἀπαραβάτως φυλάττειν πᾶσαν ψυχὴν σωθῆναι βουλομένην· οὐαί, γάρ φησιν, καταλύων ὅρια πατέρων {Dt 27,17}. Καὶ ταῦτα διεξῆλθον πρὸς τὴν σὴν θεοφιλίαν, ὅπως ἀκριβῶς γινώσκεις τὸ πῶς καὶ διὰ τίνων αἱ νηστεῖαι* ἐκανονίσθησαν καὶ παρὰ τίνων.

Ἐκ τοῦ περὶ νηστείας λόγου τοῦ ἁγίου Νίκωνος

Αὗταί εἰσιν αἱ καθολικαὶ νηστεῖαι τῶν Χριστιανῶν· δευτέρα, τετρὰς καὶ παρασκευὴ ὅλου τοῦ ἐνιαυτοῦ, παρεκτὸς εὐλόγου αἰτίας ἤγουν δεσποτικῆς ἑορτῆς μεγάλης ἀσθενείας· καὶ μεγάλη τεσσαρακοστὴ καὶ * ἑβδομὰς τοῦ πάθους τοῦ κυρίου καὶ αἱ τρεῖς νηστεῖαι τῶν χριστουγέννων καὶ τῶν ἁγίων ἀποστόλων καὶ τῆς θεοτόκου * ἤγουν τοῦ Αὐγούστου. (122) (121)

Τοῦ αὐτοῦ

Οἱ μὲν οὖν ἅγιοι ἀπόστολοι καὶ οἱ θεῖοι πατέρες ἔργῳ πράττοντες καὶ λόγῳ διδάσκοντες, τῇ νηστείᾳ ἀδιαλείπτως ἦσαν σχολάζοντες παρεκτὸς τῶν κεκωλυμένων· ἡμεῖς δὲ μὴ δυνάμενοι μᾶλλον δὲ μὴ προαιρούμενοι οὕτως πολιτεύεσθαι, κἂν τὸν κίνδυνον ἀποφυγεῖν σπουδάσωμεν, καὶ τὰς παραδεδομένας νηστείας ὡς δυνατὸν φυλάξομεν. * Καὶ ταῦτα μὲν περὶ νηστείας.


HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, 16, 8'
768w 5.0349609851837 s