Markos_monachos_cps99, Florilegium et opuscula, 16, 12HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, 16, 12'
Markos monachos, Florilegium et opuscula, 16, XI <<<     >>> XIII Ὁμολογία ἡ ἐν τῷ ἁγίῳ βαπτίσματιhide dictionary links

(126) XII Περὶ ὑπομονῆς

Τὰ συμβαίνοντά σοι λυπηρὰ εὐμενῶς προσδέχου, ἄνευ γὰρ δεσποτικῆς κρίσεως οὐδὲν τῶν ἀνιαρῶν ἐπέρχεται ἡμῖν. Ἐν ἐλεγμοῖς, γάρ φησιν, ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον· καὶ ὥσπερ ἀράχνην ἐξέτηξας τὴν ψυχὴν αὐτοῦ {Ps 38,12}. Ἐπὶ παντὶ οὖν θλιβερῷ ἐπερχομένῳ ἡμῖν λίαν ἐπωφελὲς τοῦτό ἐστιν· τὸ εὐχαριστεῖν τῷ θεῷ τῷ προνοητῇ τῆς τῶν ἀνθρώπων ζωῆς. γὰρ ἰατρός, κἂν ὀδύνας προσάγει τῷ κάμνοντι, κἂν θάλπει*κἂν ἄλλο τι ποιεῖ, κηδεμονικῶς πάντα ποιεῖ. Φησὶ γὰρ θεῖος Ἰάκωβος ἀδελφόθεος· πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις {Iac 1,2}, καὶ μακάριος ἀνήρ, ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς {Iac 1,12}. Καὶ κύριος ἡμῶν φησι δέ· ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται {Mt 10,22 = Mt 24,13 = Mc 13,13}. Καὶ πάλιν ἐν τῇ ὑπομονῇ ὑμῶν {Lc 21,19: κτήσασθε τὰς ψυχὰς ὑμῶν.}, αὐτῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.


138w 1.4655809402466 s