Markos_monachos_cps99, Florilegium et opuscula, 16, 15HOME > '������������������������' in 'Markos_monachos, Florilegium et opuscula, 16, 15'
Markos monachos, Florilegium et opuscula, 16, XIV Περὶ τῆς ὀφειλομένης ὑποταγῆς, ἣν ἀπαιτεῖται πᾶσα γυνὴ ἔχειν πρὸς τὸν ἴδιον ἄνδρα <<<     >>> XVIhide dictionary links

(131) XV Περὶ τῆς ἀδιαλείπτου προσευχῆς τε καὶ νήψεως* 

Παρακαλῶ πάντα τὸν σωθῆναι βουλόμενον τὸν κανόνα τῆς προσευχῆς καὶ τῆς νήψεως μὴ καταφρονήσῃ ποτέ, ἀλλ' ὀφείλει εἴτε ἐσθίει, εἴτε ὁδεύει, εἴτε ἵσταται, εἴτε καθέζεται, εἴτε ἄλλο τι* ποιεῖ {I Cor 10,31}, ἀδιαλείπτως κράζειν· «κύριε Ἰησοῦ Χριστέ, ἵνα καταπίῃ καρδία τὸν κύριον καὶ κύριος τὴν καρδίαν, καὶ ἐγένοντο τὰ δύο εἰς ἕν. * (133)

Ἕως οὖν ἔχομεν καιρόν, γνησίως μετανοήσωμεν, καὶ τὸν τῶν ὅλων θεὸν διὰ πάσης ἀρετῆς καὶ ἀδιαλείπτου προσευχῆς καὶ μνήμης θανάτου ἀγωνισώμεθα ἵλεων* καὶ εὐμενῆ ἐπὶ τοῖς ἐν γνώσει καὶ ἀγνοίᾳ πεπραγμένοις ἡμῖν ποιῆσαι, ἵνα τῶν μὲν ἀφορήτων κολάσεων λυτρώσηται ἡμᾶς, τῶν δὲ αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν δωρήσηται ἡμῖν τῇ αὐτοῦ ἀγαθότητι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.


145w 0.72719621658325 s