Petrus_Chrysolanus_cps2, Oratio de Spiritu Sancto, p1HOME > '������������������������' in 'Petrus_Chrysolanus, Oratio de Spiritu Sancto, p1'
>>> Petrus Chrysolanus, Oratio de Spiritu Sancto, Petri episcopi Mediolanensis ad imperatorem dominum Alexium Comnenum, oratio probans Spiritum sanctum ex Patre et ex Filio procedere hide dictionary links

Πετροῦ ἐπισκόπου Μεδιολάνων, πρὸς τὸν βασιλέα κύριον Ἀλέξιον τὸν Κόμνηνον λόγος συνιστῶν τὸ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς, ὁμοίως καὶ ἐκ τοῦ Υἱοῦ.

(PL 162 1007A)

α'. Ἄκουσον καὶ νόησον ἐγὼ πρὸς σὲ φθέγγομαι, τοῦ Θεοῦ ἐπιπνέοντος, φρονιμώτατε καὶ ἀνεξίκακε, δυνατὲ καὶ πρᾷε βασιλεῦ Ἀλέξιε, καὶ μή βλέπῃς εἰς ἐμὲ τὸν ὄντα πάντων τῶν δούλων τοῦ Θεοῦ ἔσχατον, ἀλλ' ἀπόβλεψον πρὸς ἐκεῖνον αὐτὸν, οὗ τὸ προκείμενον πρᾶγμά ἐστὶν, τὸν Κύριον, φημὶ, Ἰησοῦν Χριστὸν, τὸν ὄντα βασιλέων Βασιλέα, καὶ πάντων τῶν βασιλευόντων μείζονα· δἰ' οὗ οἱ βασιλεῖς βασιλεύουσι καὶ οἱ ποιηταὶ τῶν νόμων τὸ δίκαιον κρίνουσιν. (1007B) ᾽Υπὲρ οὗ καὶ περὶ οὗ κᾀγὼ δοῦλος αὐτοῦ, εἰ καὶ ἀνάξιος καὶ ἄχρηστος, ὁμιλῶ πρὸς σὲ, ὅπως μὴ ἀνέχῃ γίνεσθαι αὐτῷ ὕβριν ἐν τῇ βασιλείᾳ σου· μή πως αὐτὸς βαρεῖαν, καὶ βασιλικὴν τὴν ἐκδίκησιν δέξηται παρὰ σοῦ ἐν τῇ βασὶλειᾳ αὐτοῦ. Οὐχὶ ἄρα ὕβριν ἐμποιεῖ τῷ Υἱῷ τοῦ Θεοῦ, λέγων· Οὐκ ἔστιν Υἱὸς ἴσος τῷ Πατρὶ; περὶ αὐτοῦ γὰρ λέγει Ἀπόστολος· « Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐκ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ. » Ἰδοὺ Υἱὸς λογίζεται ἶσος τῷ Πατρὶ. Ἀλλ' ἐκεῖνος ὅστις λέγει τὸ πνεῦμα μὴ ἐκπορεύεσθαι ἀπὸ τοῦ Υἱοῦ, οὐχ ὑπολαμβάνει τὸν Υἱὸν ἶσον τῷ Πατρὶ. Καὶ γὰρ πῶς ἔσται Υἱὸς ἶσος τῷ Πατρὶ, ἐὰν μὴ ἐπίσης ἔχῃ τὴν δόξαν μετὰ τοῦ Πατρὸς; Καὶ γὰρ δόξα τοῦ Πατρός ἐστιν, ἵνα τὸ Πνεῦμα τοῦ Πατρὸς καὶ ἀπὸ τοῦ Υἱοῦ ἐκπορεύηται, ἥτις ἐὰν οὐκ ἔστιν ἐν τῷ Υἱῷ, ὅπως τὸ Πνεῦμα τοῦ Πατρὸς ἐκπορευθῇ καὶ ἐκ τοῦ Υἱοῦ, φανερόν ἐστιν ὡς μείζων ὑπάρχει δόξα τοῦ Πατρὸς δόξα τοῦ Υἱοῦ. (1007C) Εἰ τοίνυν ἐκείνη μείζων ἐστὶν, καὶ αὕτη ἐλάττων, φανερόν ἐστιν ὡς οὐκ ἔστιν ἴση δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἐὰν δὲ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐκ ἔστιν ἴση δόξα, οὐδὲ ἐξουσία ἴση, οὐδὲ θεότης μία, οὐδὲ μεγαλειότης.

β'. Ἀλλὰ τίνος ἕνεκεν οὐ δίδοται τῷ Υἱῷ τοῦ Θεοῦ, ὅπως τὸ Πνεῦμα αὐτοῦ ἐκπορευθῇ ἐξ αὐτοῦ, ἐν τῷ ὁμολογεῖσθαι τὸ Πνεῦμα παρ' αὐτοῦ στέλλεσθαι καὶ δίδοσθαι; Τὸ Πνεῦμα τοίνυν τὸ ἅγιον, Πνεῦμα τοῦ Υἱοῦ ἐστι, καὶ ἀποστολὴ τοῦ Υἱοῦ, καὶ χάρισμα τοῦ Υἱοῦ, καθάπερ ἐστὶ τὸ Πνεῦμα τοῦ Πατρὸς καὶ ἀποστολὴ τοῦ Πατρὸς, καὶ χάρισμα τοῦ Πατρὸς. (1009A) Πρὸς τελειότητα γοῦν τῆς πίστεως ἐνδέχεται, ἵνα ὅστις πιστεύει ὅτι τὸ Πνεῦμα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐξ ἀμφοτέρων ἐπίσης στέλλεται καὶ δίδοται, αὐτὸς πιστεύσῃ ὅτι τὸ Πνεῦμα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐξ ἀμφοτέρων ἐπίσης ἐκπορεύεται. Ὅστις δὲ πιστεύει ἐκεῖνο, καὶ οὐ πιστεύει τοῦτο, ἐπ' ἔλαττον πιστός ἐστιν.

γ'. Ἀλλ' ἴσως τοιοῦτος μέλλει εἰπεῖν· Εὐλαβοῦμαι μή πως δόξα τοῦ Πατρὸς, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου ἐλάττωσιν δέξηται, ἐὰν τὸ Πνεῦμα τὸ παράκλητον, οὕτως ἀπὸ τοῦ Υἱοῦ, καθάπερ ἀπὸ τοῦ Πατρὸς ἐκπορεύεσθαι δειχθείη. Μὴ γένοιτο. δόξα γὰρ τοῦ Υἱοῦ δόξα τοῦ Πατρός ἐστιν, καθάπερ δόξα τοῦ Πατρὸς δόξα τοῦ Υἱοῦ ἐστιν. Οὐδεμίαν γάρ ποτε ἑνικὴν δόξαν ζητεῖ Πατὴρ ἄνευ τοῦ Υἱοῦ, οὔτε Υἱος ἄνευ τοῦ Πατρὸς, εἰ μὴ ἐκείνην, δι' ἧς ἐκεῖνος Πατήρ ἐστιν, οὗτος δὲ Υὶός· εἰ τάχα γὰρ κοινὴ ἐστιν, ἀλλ' οὐ μία. (1009B) Ἑνικὴ οὖν δόξα τοῦ Πατρὸς, δἰ' ἧς Πατήρ ἐστιν· μᾶλλον δὲ κἀκείνη τρόπῳ τινὶ δόξα τοῦ Υἱοῦ ἐστιν, ἐπεὶ Πατὴρ μᾶλλον ἐν τούτῳ δοξάζεται, ὅτι ἐκεῖνος Υἱός αὐτοῦ ἐστιν. Ὅπερ δὲ λέγομεν περὶ τῆς δόξης τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ αὐτὸ πιστῶς νοοῦμεν καὶ περὶ τῆς δόξης τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. γὰρ δόξα τοῦ Πνεύματος δόξα τοῦ Υἱοῦ ἐστιν· οὐ γὰρ ἔχουσι πρὸς ἄλληλα μεσάζουσάν τινα ἑνικὴν δόξαν, εἰ μὴ ὅτι ἐκεῖνος τοιοῦτός ἐστιν, ἀφ' οὗ τὸ Πνεῦμα ἐκπορευθείη, καὶ αὐτὸ τοιοῦτόν ἐστι, τὸ ἐκπορευόμενον ἐκ τοῦ Υἱοῦ. Ὁμοίως δὲ λέγομεν καί νοοῦμεν περὶ τῆς δόξης τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος. δόξα γὰρ τοῦ Πατρὸς, δόξα τοῦ Πνεύματός ἐστιν, καὶ δόξα τοῦ Πνεύματος, δόξα τοῦ Πατρός ἐστιν. Ὅμως ταύτην τὴν μονομέρειαν ἔχουσι πρὸς ἄλληλα, ὅτι Πατὴρ τοιοῦτός ἐστιν, ἀφ' οὗ ἐκπορεύεται τὸ Πνεῦμα, καὶ τὸ Πνεῦμα τοιοῦτόν ἐστιν, ἐκπορεύεται ἀπὸ τοῦ Πατρός.

δ'. Ὅπως δὲ πληρεστάτως θεαθείη πρός τι ταῦτα λέγομεν, οὕτως ἐπισυνάπτομεν, καὶ ζητήσομεν διὰ βραχέος τὰ ἀνωτέρω ῥηθέντα. Ἀπεδείχθη οὖν ἄνωθεν, ὅτι Πατὴρ δύο ἔχει, ὡς εἰπεῖν, δόξας ἑνικὰς, μίαν ὡς πρὸς τὸν Υἱὸν, καὶ μίαν πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ Υἱὸς δύο, μίαν εἰς τὸν Πατέρα, καὶ μίαν εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ τὸ Πνεῦμα ὁμοίως δύο ἔχει, μίαν πρὸς τὸν Πατέρα, καὶ μίαν πρὸς τὸν Υἱόν. (1009D) Ὅστις ἄρα εἴπῃ· Τὸ Πνεῦμα ἐκπορεύεται ἀπὸ τοῦ Πατρὸς, καὶ οὐκ ἐκπορεύεται καὶ ἀπὸ τοῦ Υἱοῦ, δύο μὲν δόξας καταλιμπάνει τῷ Πατρὶ, ἀλλὰ μίαν ἀφαιρεῖ ἀπὸ τοῦ Υἱοῦ, καὶ μίαν ἀπὸ τοῦ ἁγίου Πνεύματος· πρὸς ὃν καθολικὴ πίστις ἀνθίσταται καὶ ἀντιμάχεται ὁμολογουμένως, ἥτις τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τὴν δόξαν ἐπίσης εἶναι βεβαῖοι. Ἴση γὰρ δόξα ἐστὶ τῇ Τριάδι ἐν τῇ τριάδι καὶ τῇ μονάδι, καὶ τῇ Τριάδι ἐν τοῖς ἄλλοις ἅπασι, σώας κατὰ πάντα φυλαττομένης τῆς ἰδιότητος τοῦ Πατρὸς ἐν τῷ Πατρὶ, καὶ τῆς ἰδιότητος τοῦ Υἱοῦ ἐν τῷ Υἱῷ, καὶ τῆς ἰδιότητος τοῦ ἁγίου Πνεύματος ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Οὐ γὰρ οὐδεὶς δυνηθείη εἰπεῖν τι περὶ τοῦ Πατρὸς, δι' οὗ φανείη εἶναι γεννητὸς, ἐκπορευτὸς, οὔτε περὶ τοῦ Υἱοῦ, δι' οὗ φανείη ἐκπορευτὸς εἶναι, γεννήτωρ, οὔτε περὶ ἁγίου Πνεύματος, δι' οὗ φανείη εἶναι γεννήτωρ γεννητός. (1011A)

ε'. Ἰδοὺ τοίνυν, φρονιμώτατε καὶ πρᾳότατε βασιλεῦ, διὰ τῶν ἀνωτέρω γεγραμμένων νεύσει Θεοῦ ἀπεδείξαμεν, ὅπως ἴση δόξα ἐστὶν ἐν τοῖς τρισὶ, καὶ ἑνικὴ ἐν ἑκάστοις ἄνευ συγχύσεως τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως. Ἀπεδείξαμεν δὲ μᾶλλον, ὡς λέγων τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, οὐδεμίαν ἐλάττωσιν ποιεῖ τῆς τοῦ Πνεύματος δόξης, ἀλλ' ἐκεῖνος, ὅσ τις λέγει τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ μὴ ἐκπορεύεσθαι, ἀπὸ τῆς δόξης τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός τι ἀφαιρεῖ, καὶ ἁμαρτάνει οὗτος εἰς τὸν Υἱὸν, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐκ ἀφεθήσεται αὐτῷ ἐν τῷ παρόντι αἰῶνι, καὶ ἐν τῷ μέλλοντι, εἰ μὴ μεταγνοὺς πιστεύσει, καὶ ὁμολογήσει τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. (1011B) Τοῦτο γὰρ γνωστόν ἐστιν ὅτι καθάπερ ἐν ταύτῃ τῇ Τριάδι οὐδὲν μεῖζον ἔλαττόν ἐστιν, οὕτως ἐν αὐτῇ οὐδὲν πρότερον ὕστερον νοητέον, ἐπεὶ πᾶσα Τριὰς ἰσότιμός ἐστι καὶ συναιώνιος. Οὔτε γὰρ Πατὴρ ἦν πρὸ τοῦ Υἱοῦ, οὔτε Πατὴρ, Υἱὸς πρὸ τοῦ ἀγίου Πνεύματος, ὁμοίως οὔτε Πατὴρ μείζων τοῦ Υἱοῦ, οὔτε Πατὴρ, Υἱὸς μείζων τοῦ ἁγίου Πνεύματος, ὅτι ἑν τῇ Τριάδι Πατὴρ παντοίως ἴσης δόξης ἐστὶ μετὰ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, καὶ παντοίως ἴσης δόξης εἰσὶ μετὰ τοῦ Πατρὸς καὶ τὸ Πνεῦμα καὶ Υἱός. Ὥστε ἄλλως νοεῖσθαι ἀδύνατόν ἐστιν, εἰ μὴ νοηθῇ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι ἅμα καὶ τοῦ Υἱοῦ.

ϛ'. (1011C) Ἀλλὰ λέγει τις· Ἐν τῷ Εὐαγγελίῳ εὑρίσκεται τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, καὶ οὐχ εὑρίσκεται καὶ ἀπὸ τοῦ Υἱοῦ. Τοῦτον τὸν τρόπον οὐ βούλομαι ἐγὼ σιωπῶν παρελθεῖν, ἀλλ' ἐπιμελῶς ὡς μαθησόμενος ζητῆσαι, μή πως, τοῦ Θεοῦ διδάσκοντος, δυνήσομαι ἀναμφισβητήτως εὑρεῖν τί πιστὸς ἄνθρωπος ὀφείλει περὶ τούτου νοεῖν. Ἀλήθεία λέγει, Το Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ' Γραικὸς προστίθησι καὶ λέγει, Τὸ Πνεῦμα ἐκπορεύεται ἐκ τοῦ πατρὸς μόνου. δὲ Λατῖνος προστίθησι καὶ λέγει, Τὸ πνεῦμα ἐκπορεύεται ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ. Προστίθησι τοίνυν Γραικὸς, προστίθησι καὶ Λατῖνος, ὅτι ἐν τοῖς προῤῥηθεῖσι ῥήμασι τοῦ Εὔαγγελίου οὐχ εὑρίσκεται τὸ « μόνου, » οὔτε τὸ, « ἐκ τοῦ Υἱοῦ. » Εἰ οὖν ἀλήθειά ἐστιν λέγει Γραικὸς, ψεῦδος ἂν εἴη λέγει Λατῖνος. (1011D) Ἀπὸ τῶν ῥημάτων τῶν ὄντων ἐν τῷ Εὐαγγελίῳ οὔτε Γραικὸς διαφωνεῖ, οὔτε Λατῖνος, ἀλλ' ἀπ' ἐκείνης τῆς προσθήκης, ἣν προστίθησιν Λατῖνος, διαφωνεῖ Γραικὸς. Σύ τοίνυν, φρονιμώτατε ἄναξ, ἀνάβηθι πρᾴως εἰς τὸ βῆμα τῆς καρδίας σου, καὶ καθίσας ὠς κριτὴς ἐν τῷ θρόνῳ τῆς διανοίας σου κρῖνον κρίσιν δικαίαν, καὶ μὴ ὡς ἐπὶ τὸ πλεῖστον, περιθάλπῃς τὸν Γραικὸν, ὡς πεκούλιόν σου. γὰρ οἰκειότης συχνοτέρως ποιεῖ τοὺς κριτὰς κάμπτειν ἀπὸ τῆς ἀληθείας. Θοῦ τοίνυν τῶν ἀμφοτέρων τοὺς λόγους, καὶ μὴ παρὰ σοὶ στάθμιον καὶ στάθμιον, μέτρον καὶ μέτρον. Ἀμφότερα γὰρ βδελυκτά εἰσι παρὰ τῷ Θεῷ. (1013A) Ἄκουσον οὖν ἐλευθέρᾳ καρδίᾳ σου, δι' ἢν αἰτίαν προστίθησιν Γραικὸς τὸ « μόνου, » καὶ διὰ ποίαν αἰτίαν προστίθησιν Λατῖνος « καὶ ἐκ τοῦ Υἱοῦ· » καὶ ἔνθα ἴδῃς μετὰ λόγου τὴν προσθήκην, τῷ λόγῳ ἀναπαύθητι, καὶ ἐκείνῃ τῇ προσθήκῃ ἕνωσον σαυτὸν, ἔνθα δὲ ἴδης τὴν προσθήκην μὴ μετέχουσαν λόγου, σὺ μὲν τῷ λόγῳ ἀκολούθησον, ἀπ' ἐκείνης δὲ τῆς προσθήκης χώρισον σεαυτόν. Βούλομαι θεῖναι τὴν ὑπόθεσιν τοῦ Γραικοῦ, καὶ τὴν ὑπόθεσιν τοῦ Λατίνου, ἵνα θεαθεισῶν ἀμφοτέρων τῶν ὑποθέσεων παρὰ σοῦ τὸ ἀληθὲς δυνηθῇ κριθῆναι ἐπ' ἀμφοτέραις ταῖς προσθήκαις.

ζ'. Γραικὸς λέγει, « Ἐγὼ ὀρθῶς πιστεύω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, καὶ οὐκ ἀπ' ἄλλου· καὶ ἐπεὶ ἐκεῖσε οὐ προσετέθη ἀπὸ τοῦ Υἱοῦ, ἀφ' ἑτέρου, τούτου ἕνεκα οὐ βούλομαι ἀφ' ἑτέρου προσθῆναι, ἀλλ' ἀπὸ τοῦ Πατρὸς μόνου νοεῖν. Ἐπεὶ ἐὰν Ἁλήθεια ἀφ' ἑτέρου ἐνόησεν, ἀφ' ἑτέρου πάντως εἶναι εἶπε. (1013B) » Πρὸς ταῦτα ἐγὼ ὑπὲρ τοῦ Λατίνου ἀπολογούμενος, οὐκ ἀναγκαῖον ἔχω ἐν τούτῳ τῷ τόπῳ τούτου ἕνεκα νοεῖν ἐκ μόνου τοῦ Πατρὸς, ὅτι μόνον τὸ ὄνομα τοῦ Πατρὸς ἐκεῖσε τίθεται· ὅτι ἐν πολλαῖς τῆς θείας Γραφῆς γνώμαις, καὶ ἀποφάσεσι μόνον τὸ ὄνομα τοῦ Πατρὸς τίθεται, ὅμως οὐχ οὕτως μόνος Πατὴρ νοεῖται, ἵνα μὴ μᾶλλον καὶ Υἱὸς ἁρμοζόντως ἐκεῖσε νοηθείη, καθὼς ἐκεῖνο τὸ τοῦ. Εὐαγγελίου ῥητόν· « Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν. » Ἰδοὺ Ἀλήθεια, μόνου τοῦ ὀνόματος τοῦ Πατρὸς τεθέντος, φησὶ ταῦτα τὰ δύο, τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ, τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. (1013C) Ὀφείλομεν τοίνυν οὕτως νοεῖν, τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, καὶ οὐ τοῦ Υἱοῦ, καθὼς Γραικὸς νοεῖ, τὸ Πνεῦμα λέγων ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, καὶ οὐκ ἐκ τοῦ Υἱοῦ; Ἐὰν δὲ τὸ Πνεῦμα τοῦ Πατρὸς οὐκ ἔστι πνεῦμα τοῦ Υἱοῦ, τί ἐστιν λέγει Ἀπόστολος· « Ἀπέστειλεν Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν· » καὶ πάλιν, « Ἐάν τις τὸ Πνεῦμα τοῦ Χριστοῦ οὐκ ἔχη, αὐτὸς οὐκ ἔστιν αὐτοῦ; » Μήτιγε Ἀλήθεια λέγει Πνεῦμα τοῦ Πατρὸς, καὶ οὐκ ἔστιν ἀλήθεια ἀπόστολος τῆς Ἀληθείας λέγει, Πνεῦμα τοῦ Υἱοῦ, καὶ Πνεῦμα τοῦ Χριστοῦ; Ἐὰν δὲ ἄμφω ἀληθῆ εἰσιν ἐν τούτῳ τῷ τόπῳ, καὶ Ἀλήθεια λέγει Πνεῦμα Πατρὸς, καὶ Ἀλήθεια σιωπᾷ Πνεῦμα Υἱοῦ, τίνος ἕνεκεν οὐχ ὁμοίως ἀμφότερα ἀληθῆ εἰσιν ἐν ἐκείνῳ τῷ τόπῳ μᾶλλον, ὅπου Ἀλήθεια λέγει, τὸ Πνεῦμα ἐκπορεύεσθαι ἀπὸ τοῦ Πατρὸς; Τίθημι δύο ἕτερα παραδείγματα ἐκ τοῦ Εὐαγγελίου, ἐν οἷς μόνον τὸ ὄνομα τοῦ Πατρὸς τίθεται, ὅμως μόνος Πατὴρ ἄνευ τοῦ Υἱοῦ οὐ νοεῖται. (1013D) Ἵνα δὲ ἐν στόματι δύο, τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα, Κύριος Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἐν τῷ Εὐαγγελίῷ· « Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ ἁμαρτήματα αὐτῶν, ἀφήσει ὑμῖν πατὴρ ὑμῶν οὐράνιος τὰ παραπτώματα ὑμῶν. » Ἐν ἑτέρῳ πάλιν τόπῳ λέγει· « Ὅστις ἂν ποιήσει τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς, ἐκεῖνος ἀδελφός μου ἐστίν. » Ἰδοὺ ἐν τούτοις τοῖς δυσὶ τόποις μόνου τοῦ Πατρὸς τὸ ὄνομα τίθεται. Ὅμως καθολικὴ πίστις οὐκ ἀνέχεται ἵνα μόνος Πατὴρ, ἄνευ τοῦ Υἱοῦ νοῆται ἐν αὐτοῖς, ὅτι ἐν τῷ θελήματι μόνον τὸ ὄνομα τοῦ Πατρὸς τίθεται, ἀλλὰ μόνος Πατὴρ οὐ νοεῖταί ποτε. Τὸ θέλημα τοῦ Πατρὸς καὶ τοῦ Υίοῦ ἐστι, καὶ ἄφεσις τῶν ἁμαρτιῶν, ἥτις ἀπὸ τοῦ Πατρός ἐστι, αὐτὴ καὶ ἀπὸ τοῦ Υἱοῦ ἐστιν. (1015A) Ὁμοίως ὅταν λέγηται τὸ Πνεῦμα ἀπὸ τοῦ Πατρὸς ἐκπορεύεσθαι, εἰ τάχα μόνου τοῦ Πατρὸς τὸ ὄνομα τίθεται, ὅμως πίστις τῶν Χριστιανῶν οὐκ ἄνεχεται, καὶ πάσχει ἵνα μόνος Πατὴρ ἄνευ τοὺ Υἱοῦ νοῆται.

η'. Τοῦτο δὲ νοητέον ἐστὶν, ὡς ποτὲ μόνον τὸ ὄνομα τοῦ Πατρός τίθεται, καὶ μόνος Πατὴρ νοεῖται, ὡς ἐν τῷ Εὐαγγελίῳ· « φωνὴ τοῦ Πατρὸς ἠκούσθη, όὗτός ἐστιν Υίός μου. (1015B) » Ἱδοὺ ἐν τούτῳ τῷ τόπῳ δύναται Γραικὸς φωνὴν τοῦ Πατρὸς εἰπεῖν, ἀλλ' οὐχὶ καὶ τοῦ Υἱοῦ· φωνὴ γὰρ ἠκούσθη ἀπὸ τοῦ Πατρὸς, οὐ μὴν ἀπὸ τοῦ Υἱοῦ. Ὅμως οὐκ ἐξ ἑαυτοῦ δύναται λέγειν τοῦτο, ὅτι μόνον τὸ ὄνομα τοῦ Πατρὸς ἐκεῖνο τίθεται· ἀλλ' ἐξ αὐτοῦ, ἐπεὶ τοιαύτη φωνή ἐστιν ἐκείνη, ἥτις εἰς μόνον τὸν Πατέρα ἀνήκει· « Οὗτός ἐστιν Υἱός μου. » Ἐπιμελῶς τοίνυν ἐν πάσῃ προτάσει, καὶ σημειώματι, ἐν μόνον τὸ ὄνομα τοῦ Πατρὸς τίθεται, σκεπτέον ὁποῖόν ἐστι τὸ προτιθέμενον. Εἰ μὲν γὰρ τοιοῦτόν ἐστιν, ἵνα εἰς μόνον τὸν Πατέρα ἀνήκῃ, καὶ Γραικὸς, καὶ Λατῖνος, καὶ πᾶς Χριστιανὸς ὀφείλει ἐκ μόνου τοῦ Πατρὸς νοεῖν. Εἰ δέ γε τοιοῦτόν ἐστιν τὸ προτιθέμενον, ἵνα καὶ εἰς τὸν Πατέρα, καὶ εἰς τὸν Υἱὸν ἅμα ἀνήκῃ, οὐκ ὀφείλει ἐκεῖ Χριστιανὸς ἄνθρωπος τὸν Πατέρα ἀπὸ τοῦ Υἱοῦ, τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς Χωρίσαι, ἀλλὰ νοεῖν ἅμα τὸν πατέρα καὶ τὸν Υἱὸν. (1015C) Ἐν ταύτῃ δὲ τῇ προτάσει καὶ σημασίᾳ τῄ λεγούσῃ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, καὶ τῷ Γραικῷ καὶ τῷ Λατίνῳ σκοπητέον ἐστὶν πότερον ἐκπόρευσις τοῦ Πνεύματος τῷ Πατρὶ μόνῳ, ἅμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἀνήκει. Ἐξ αὐτῆς τοίνυν τῆς ἁπλῆς σημασίας οὐδεὶς ἀναμφισβητήτως δύναται συλλαβεῖν, κᾂν ἀπὸ μόνου τοῦ Πατρὸς, κᾂν ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν ἐκπόρευσιν τοῦ Πνεύματος νοεῖν ὀφείλει. Εἰ οὖν Γραικὸς βούλεται, ὅπως ήμεῖς ἐκεῖσε ἀπὸ μόνου τοῦ Πατρὸς νοήσωμεν, ἀναγκαῖόν ἐστιν, ἵνα τινὰ αὐθεντίαν εἰς τὸ μέσον θήσῃ, τινὰ ἐνδεχόμενον λόγον ἀποδείξῃ, δἰ' οὗ ὀφείλομεν τοῦτο πιστεύειν. Ἐάν δὲ οὐδεμίαν αύθεντίαν, μαρτυρίαν περὶ τούτου δυνήσεται ἀποδεῖξαι, ὁμολογούμενόν ἐστιν, ὡς οὐκ ὀφείλει ἐκεῖσε ἀπὸ μόνου τοῦ Πατρὸς νοεῖν. (1015D) Λοιπὸν οὐν οὐκ εὔλογος αἰτία ἐστίν, αὕτη, ἣν ἄνω ὑπὲρ τοῦ Γραικοῦ εἴπομεν, εἰ μὴ ἑτέρα ἴσως λεχθείη.


HOME > '������������������������' in 'Petrus_Chrysolanus, Oratio de Spiritu Sancto, p1'
>>> Petrus Chrysolanus, Oratio de Spiritu Sancto, Petri episcopi Mediolanensis ad imperatorem dominum Alexium Comnenum, oratio probans Spiritum sanctum ex Patre et ex Filio procedere
2252w 7.5058641433716 s