Plato_cps99, Alcibiades, p1, 130HOME > '������������������������������������' in 'Plato, Alcibiades, p1, 130'
Plato, Alcibiades, p1, p. 129 <<<     >>> p. 131hide dictionary links

p. 130

Σωκράτης

οὖν ἄλλο τι χρῆται αὐτῷ ψυχή·

Ἀλκιβιάδης

οὐκ ἄλλο.

Σωκράτης

οὐκοῦν ἄρχουσα·

Ἀλκιβιάδης

ναί.

Σωκράτης

καὶ μὴν τόδε γ' οἶμαι οὐδένα ἂν ἄλλως οἰηθῆναι.

Ἀλκιβιάδης

τὸ ποῖον·

Σωκράτης

μὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον.

Ἀλκιβιάδης

τίνων·

Σωκράτης

ψυχὴν σῶμα συναμφότερον, τὸ ὅλον τοῦτο.

Ἀλκιβιάδης

τί μήν·

Σωκράτης

ἀλλὰ μὴν αὐτό γε τὸ τοῦ σώματος ἄρχον ὡμολογήσαμεν ἄνθρωπον εἶναι·

Ἀλκιβιάδης

ὡμολογήσαμεν.

Σωκράτης

ἆρ' οὖν σῶμα αὐτὸ αὑτοῦ ἄρχει·

Ἀλκιβιάδης

οὐδαμῶς.

Σωκράτης

ἄρχεσθαι γὰρ αὐτὸ εἴπομεν.

Ἀλκιβιάδης

ναί.

Σωκράτης

οὐκ ἂν δὴ τοῦτό γε εἴη ζητοῦμεν.

Ἀλκιβιάδης

οὐκ ἔοικεν.

Σωκράτης

ἀλλ' ἄρα τὸ συναμφότερον τοῦ σώματος ἄρχει, καὶ ἔστι δὴ τοῦτο ἄνθρωπος·

Ἀλκιβιάδης

ἴσως δῆτα.

Σωκράτης

πάντων γε ἥκιστα· μὴ γὰρ συνάρχοντος τοῦ ἑτέρου οὐδεμία που μηχανὴ τὸ συναμφότερον ἄρχειν.

Ἀλκιβιάδης

ὀρθῶς.

Σωκράτης

ἐπειδὴ δ' οὔτε σῶμα οὔτε τὸ συναμφότερόν ἐστιν ἄνθρωπος, λείπεται οἶμαι μηδὲν αὔτ' εἶναι, εἴπερ τί ἐστι, μηδὲν ἄλλο τὸν ἄνθρωπον συμβαίνειν ψυχήν.

Ἀλκιβιάδης

κομιδῇ μὲν οὖν.

Σωκράτης

ἔτι οὖν τι σαφέστερον δεῖ ἀποδειχθῆναί σοι ὅτι ψυχή ἐστιν ἄνθρωπος·

Ἀλκιβιάδης

μὰ Δία, ἀλλ' ἱκανῶς μοι δοκεῖ ἔχειν.

Σωκράτης

εἰ δέ γε μὴ ἀκριβῶς ἀλλὰ καὶ μετρίως, ἐξαρκεῖ ἡμῖν· ἀκριβῶς μὲν γὰρ τότε εἰσόμεθα, ὅταν εὕρωμεν νυνδὴ παρήλθομεν διὰ τὸ πολλῆς εἶναι σκέψεως.

Ἀλκιβιάδης

τί τοῦτο·

Σωκράτης

ἄρτι οὕτω πως ἐρρήθη, ὅτι πρῶτον σκεπτέον εἴη αὐτὸ τὸ αὐτό· νῦν δὲ ἀντὶ τοῦ αὐτοῦ αὐτὸ ἕκαστον ἐσκέμμεθα ὅτι ἐστί. καὶ ἴσως ἐξαρκέσει· οὐ γάρ που κυριώτερόν γε οὐδὲν ἂν ἡμῶν αὐτῶν φήσαιμεν τὴν ψυχήν.

Ἀλκιβιάδης

οὐ δῆτα.

Σωκράτης

οὐκοῦν καλῶς ἔχει οὕτω νομίζειν, ἐμὲ καὶ σὲ προσομιλεῖν ἀλλήλοις τοῖς λόγοις χρωμένους τῇ ψυχῇ πρὸς τὴν ψυχήν·

Ἀλκιβιάδης

πάνυ μὲν οὖν.

Σωκράτης

τοῦτ' ἄρα ἦν καὶ ὀλίγῳ ἔμπροσθεν εἴπομεν, ὅτι Σωκράτης Ἀλκιβιάδῃ διαλέγεται λόγῳ χρώμενος, οὐ πρὸς τὸ σὸν πρόσωπον, ὡς ἔοικεν, ἀλλὰ πρὸς τὸν Ἀλκιβιάδην ποιούμενος τοὺς λόγους· τοῦτο δέ ἐστιν ψυχή.

Ἀλκιβιάδης

ἔμοιγε δοκεῖ.

Σωκράτης

ψυχὴν ἄρα ἡμᾶς κελεύει γνωρίσαι ἐπιτάττων γνῶναι ἑαυτόν.


HOME > '������������������������������������' in 'Plato, Alcibiades, p1, 130'
323w 4.749890089035 s