Plato_cps99, Cratylos, p1, 415HOME > '������������������������������������' in 'Plato, Cratylos, p1, 415'
Plato, Cratylos, p1, p. 414 <<<     >>> p. 416hide dictionary links

p. 415

λίαν, δαιμόνιε, ἀκριβολογοῦ, «μή μ' ἀπογυιώσῃς μένεος. » ηομ. ιλ. 6.265 ἔρχομαι γὰρ ἐπὶ τὴν κορυφὴν ὧν εἴρηκα, ἐπειδὰν μετὰ τέχνην μηχανὴν ἐπισκεψώμεθα. «μηχανὴ» γάρ μοι δοκεῖ τοῦ ἄνειν ἐπὶ πολὺ σημεῖον εἶναι· τὸ γὰρ «μῆκός» πως τὸ πολὺ σημαίνει· ἐξ ἀμφοῖν οὖν τούτοιν σύγκειται, «μήκους» τε καὶ τοῦ «ἄνειν,» τὸ ὄνομα «μηχανή. » ἀλλ', ὅπερ νυνδὴ εἶπον, ἐπὶ τὴν κορυφὴν δεῖ τῶν εἰρημένων ἐλθεῖν· «ἀρετὴ» γὰρ καὶ «κακία» ὅτι βούλεται τὰ ὀνόματα ζητητέα. τὸ μὲν οὖν ἕτερον οὔπω καθορῶ, τὸ δ' ἕτερον δοκεῖ μοι κατάδηλον εἶναι. συμφωνεῖ γὰρ τοῖς ἔμπροσθεν πᾶσιν. ἅτε γὰρ ἰόντων τῶν πραγμάτων, πᾶν τὸ κακῶς ἰὸν «κακία» ἂν εἴη· τοῦτο δὲ ὅταν ἐν ψυχῇ ᾖ, τὸ κακῶς ἰέναι ἐπὶ τὰ πράγματα, μάλιστα τὴν τοῦ ὅλου ἐπωνυμίαν ἔχει τῆς κακίας. τὸ δὲ κακῶς ἰέναι ὅτι ποτ' ἔστιν, δοκεῖ μοι δηλοῦν καὶ ἐν τῇ «δειλίᾳ,» οὔπω διήλθομεν ἀλλ' ὑπερέβημεν, δέον αὐτὸ μετὰ τὴν ἀνδρείαν σκέψασθαι· δοκοῦμεν δέ μοι καὶ ἄλλα πολλὰ ὑπερβεβηκέναι. δ' οὖν δειλία τῆς ψυχῆς σημαίνει δεσμὸν εἶναι ἰσχυρόν· τὸ γὰρ «λίαν» ἰσχύς τίς ἐστιν. δεσμὸς οὖν λίαν καὶ μέγιστος τῆς ψυχῆς δειλία ἂν εἴη· ὥσπερ γε καὶ ἀπορία κακόν, καὶ πᾶν, ὡς ἔοικεν, ὅτι ἂν ἐμποδὼν τῷ ἰέναι καὶ πορεύεσθαι. τοῦτ' οὖν φαίνεται τὸ κακῶς ἰέναι δηλοῦν, τὸ ἰσχομένως τε καὶ ἐμποδιζομένως πορεύεσθαι, δὴ ψυχὴ ὅταν ἔχῃ, κακίᾳ μεστὴ γίγνεται. εἰ δ' ἐπὶ τοιούτοις «κακία» ἐστὶν τοὔνομα, τοὐναντίον τούτου «ἀρετὴ» ἂν εἴη, σημαῖνον πρῶτον μὲν εὐπορίαν, ἔπειτα δὲ λελυμένην τὴν ῥοὴν τῆς ἀγαθῆς ψυχῆς εἶναι ἀεί, ὥστε τὸ ἀσχέτως καὶ τὸ ἀκωλύτως ἀεὶ ῥέον ἐπωνυμίαν εἴληφεν, ὡς ἔοικε, τοῦτο τοὔνομα, ὀρθῶς μὲν ἔχει «ἀειρείτην» καλεῖν, [ἴσως δὲ αἱρετὴν λέγει, ὡς οὔσης ταύτης τῆς ἕξεως αἱρετωτάτης,] συγκεκρότηται δὲ καὶ καλεῖται «ἀρετή. » καὶ ἴσως με αὖ φήσεις πλάττειν· ἐγὼ δέ φημι, εἴπερ ἔμπροσθεν εἶπον ὀρθῶς ἔχει, «κακία,» καὶ τοῦτο τὸ ὄνομα τὴν «ἀρετὴν» ὀρθῶς ἔχειν.


312w 3.6334090232849 s