Plato_cps99, Leges, 1c, 714HOME > '������������������������������������' in 'Plato, Leges, 1c, 714'
Plato, Leges, 1c, p. 713 <<<     >>> p. 715hide dictionary links

p. 714

καὶ ἰδίᾳ τάς τ' οἰκήσεις καὶ τὰς πόλεις διοικεῖν, τὴν τοῦ νοῦ διανομὴν ἐπονομάζοντας νόμον. εἰ δ' ἄνθρωπος εἷς ὀλιγαρχία τις, καὶ δημοκρατία ψυχὴν ἔχουσα ἡδονῶν καὶ ἐπιθυμιῶν ὀρεγομένην καὶ πληροῦσθαι τούτων δεομένην, στέγουσαν δὲ οὐδὲν ἀλλ' ἀνηνύτῳ καὶ ἀπλήστῳ κακῷ νοσήματι συνεχομένην, ἄρξει δὴ πόλεως τινος ἰδιώτου καταπατήσας τοιοῦτος τοὺς νόμους, νυνδὴ ἐλέγομεν, οὐκ ἔστι σωτηρίας μηχανή. σκοπεῖν δὴ δεῖ τοῦτον τὸν λόγον ἡμᾶς, Κλεινία, πότερον αὐτῷ πεισόμεθα πῶς δράσομεν.

Κλεινίας

ἀνάγκη δήπου πείθεσθαι.

Ἀθηναῖος

ἐννοεῖς οὖν ὅτι νόμων εἴδη τινές φασιν εἶναι τοσαῦτα ὅσαπερ πολιτειῶν, πολιτειῶν δὲ ἄρτι διεληλύθαμεν ὅσα λέγουσιν οἱ πολλοί· μὴ δὴ φαύλου πέρι νομίσῃς εἶναι τὴν νῦν ἀμφισβήτησιν, περὶ δὲ τοῦ μεγίστου· τὸ γὰρ δίκαιον καὶ ἄδικον οἷ χρὴ βλέπειν, πάλιν ἡμῖν ἀμφισβητούμενον ἐλήλυθεν. οὔτε γὰρ πρὸς τὸν πόλεμον οὔτε πρὸς ἀρετὴν ὅλην βλέπειν δεῖν φασι τοὺς νόμους, ἀλλ' ἥτις ἂν καθεστηκυῖα πολιτεία, ταύτῃ ἰδεῖν τὸ συμφέρον, ὅπως ἄρξει τε ἀεὶ καὶ μὴ καταλυθήσεται, καὶ τὸν φύσει ὅρον τοῦ δικαίου λέγεσθαι κάλλισθ' οὕτω.

Κλεινίας

πῶς·

Ἀθηναῖος

ὅτι τὸ τοῦ κρείττονος συμφέρον ἐστίν.

Κλεινίας

λέγ' ἔτι σαφέστερον.

Ἀθηναῖος

ὧδε. τίθεται δήπου, φασίν, τοὺς νόμους ἐν τῇ πόλει ἑκάστοτε τὸ κρατοῦν. γάρ·

Κλεινίας

ἀληθῆ λέγεις.

Ἀθηναῖος

ἆρ' οὖν οἴει, φασίν, ποτὲ δῆμον νικήσαντα, τινα πολιτείαν ἄλλην, καὶ τύραννον, θήσεσθαι ἑκόντα πρὸς ἄλλο τι πρῶτον νόμους τὸ συμφέρον ἑαυτῷ τῆς ἀρχῆς τοῦ μένειν·

Κλεινίας

πῶς γὰρ ἄν·

Ἀθηναῖος

οὐκοῦν καὶ ὃς ἂν ταῦτα τὰ τεθέντα παραβαίνῃ, κολάσει θέμενος ὡς ἀδικοῦντα, δίκαια εἶναι ταῦτ' ἐπονομάζων·

Κλεινίας

ἔοικε γοῦν.

Ἀθηναῖος

ταῦτ' ἄρ' ἀεὶ καὶ οὕτω καὶ ταύτῃ τὸ δίκαιον ἂν ἔχοι.

Κλεινίας

φησὶ γοῦν οὗτος λόγος.

Ἀθηναῖος

ἔστι γὰρ τοῦτο ἓν ἐκείνων τῶν ἀξιωμάτων ἀρχῆς πέρι.

Κλεινίας

ποίων δή·

Ἀθηναῖος

τῶν τότε ἐπεσκοποῦμεν, τίνας τίνων ἄρχειν δεῖ. καὶ ἐφάνη δὴ γονέας μὲν ἐκγόνων, νεωτέρων δὲ πρεσβυτέρους, γενναίους δὲ ἀγεννῶν, καὶ σύχν' ἄττα ἦν ἄλλ', εἰ μεμνήμεθα, καὶ ἐμπόδια ἕτερα ἑτέροισι· καὶ δὴ καὶ ἓν ἦν


HOME > '������������������������������������' in 'Plato, Leges, 1c, 714'
322w 3.9463789463043 s