Plato_cps99, Menon, p1, 98HOME > '������������������������' in 'Plato, Menon, p1, 98'
Plato, Menon, p1, p. 97 <<<     >>> p. 99hide dictionary links

p. 98

ἀγαθὰ ἐργάζονται· πολὺν δὲ χρόνον οὐκ ἐθέλουσι παραμένειν, ἀλλὰ δραπετεύουσιν ἐκ τῆς ψυχῆς τοῦ ἀνθρώπου, ὥστε οὐ πολλοῦ ἄξιαί εἰσιν, ἕως ἄν τις αὐτὰς δήσῃ αἰτίας λογισμῷ. τοῦτο δ' ἐστίν, Μένων ἑταῖρε, ἀνάμνησις, ὡς ἐν τοῖς πρόσθεν ἡμῖν ὡμολόγηται. ἐπειδὰν δὲ δεθῶσιν, πρῶτον μὲν ἐπιστῆμαι γίγνονται, ἔπειτα μόνιμοι· καὶ διὰ ταῦτα δὴ τιμιώτερον ἐπιστήμη ὀρθῆς δόξης ἐστίν, καὶ διαφέρει δεσμῷ ἐπιστήμη ὀρθῆς δόξης.

Μένων

νὴ τὸν Δία, Σώκρατες, ἔοικεν τοιούτῳ τινί.

Σωκράτης

καὶ μὴν καὶ ἐγὼ ὡς οὐκ εἰδὼς λέγω, ἀλλὰ εἰκάζων· ὅτι δέ ἐστίν τι ἀλλοῖον ὀρθὴ δόξα καὶ ἐπιστήμη, οὐ πάνυ μοι δοκῶ τοῦτο εἰκάζειν, ἀλλ' εἴπερ τι ἄλλο φαίην ἂν εἰδέναι ὀλίγα δ' ἂν φαίην ἓν δ' οὖν καὶ τοῦτο ἐκείνων θείην ἂν ὧν οἶδα.

Μένων

καὶ ὀρθῶς γε, Σώκρατες, λέγεις.

Σωκράτης

τί δέ· τόδε οὐκ ὀρθῶς, ὅτι ἀληθὴς δόξα ἡγουμένη τὸ ἔργον ἑκάστης τῆς πράξεως οὐδὲν χεῖρον ἀπεργάζεται ἐπιστήμη·

Μένων

καὶ τοῦτο δοκεῖς μοι ἀληθῆ λέγειν.

Σωκράτης

οὐδὲν ἄρα ὀρθὴ δόξα ἐπιστήμης χεῖρον οὐδὲ ἧττον ὠφελίμη ἔσται εἰς τὰς πράξεις, οὐδὲ ἁνὴρ ἔχων ὀρθὴν δόξαν ἐπιστήμην.

Μένων

ἔστι ταῦτα.

Σωκράτης

καὶ μὴν γε ἀγαθὸς ἀνὴρ ὠφέλιμος ἡμῖν ὡμολόγηται εἶναι.

Μένων

ναί.

Σωκράτης

ἐπειδὴ τοίνυν οὐ μόνον δι' ἐπιστήμην ἀγαθοὶ ἄνδρες ἂν εἶεν καὶ ὠφέλιμοι ταῖς πόλεσιν, εἴπερ εἶεν, ἀλλὰ καὶ δι' ὀρθὴν δόξαν, τούτοιν δὲ οὐδέτερον φύσει ἐστὶν τοῖς ἀνθρώποις, οὔτε ἐπιστήμη οὔτε δόξα ἀληθής, οὔτ' ἐπίκτητα δοκεῖ σοι φύσει ὁποτερονοῦν αὐτοῖν εἶναι·

Μένων

οὐκ ἔμοιγε.

Σωκράτης

οὐκοῦν ἐπειδὴ οὐ φύσει, οὐδὲ οἱ ἀγαθοὶ φύσει εἶεν ἄν.

Μένων

οὐ δῆτα.

Σωκράτης

ἐπειδὴ δέ γε οὐ φύσει, ἐσκοποῦμεν τὸ μετὰ τοῦτο εἰ διδακτόν ἐστιν.

Μένων

ναί.

Σωκράτης

οὐκοῦν διδακτὸν ἔδοξεν εἶναι, εἰ φρόνησις ἀρετή·

Μένων

ναί.

Σωκράτης

κἂν εἴ γε διδακτὸν εἴη, φρόνησις ἂν εἶναι·

Μένων

πάνυ γε.

Σωκράτης

καὶ εἰ μέν γε διδάσκαλοι εἶεν, διδακτὸν ἂν εἶναι, μὴ ὄντων δὲ οὐ διδακτόν·

Μένων

οὕτω.

Σωκράτης

ἀλλὰ μὴν ὡμολογήκαμεν μὴ εἶναι αὐτοῦ διδασκάλους·

Μένων

ἔστι ταῦτα.

Σωκράτης

ὡμολογήκαμεν ἄρα μήτε διδακτὸν αὐτὸ μήτε φρόνησιν εἶναι·

Μένων

πάνυ γε.

Σωκράτης

ἀλλὰ μὴν ἀγαθόν γε αὐτὸ ὁμολογοῦμεν εἶναι·

Μένων

ναί.

Σωκράτης

ὠφέλιμον δὲ καὶ ἀγαθὸν εἶναι τὸ ὀρθῶς ἡγούμενον·

Μένων

πάνυ γε.


HOME > '������������������������' in 'Plato, Menon, p1, 98'
358w 2.2130739688873 s