Plato_cps99, Minos, p1, 315HOME > '������������������������' in 'Plato, Minos, p1, 315'
Plato, Minos, p1, p. 314 <<<     >>> p. 316hide dictionary links

p. 315

Ἑταῖρος

ναί.

Σωκράτης

οὐκοῦν ἀληθὴς δόξα τοῦ ὄντος ἐστὶν ἐξεύρεσις·

Ἑταῖρος

ἔστιν γάρ.

Σωκράτης

νόμος ἄρα βούλεται τοῦ ὄντος εἶναι ἐξεύρεσις.

Ἑταῖρος

πῶς οὖν, Σώκρατες, εἰ νόμος ἐστὶν τοῦ ὄντος ἐξεύρεσις, οὐκ ἀεὶ τοῖς αὐτοῖς νόμοις χρώμεθα περὶ τῶν αὐτῶν, εἰ τὰ ὄντα γε ἡμῖν ἐξηύρηται·

Σωκράτης

βούλεται μὲν οὐδὲν ἧττον νόμος εἶναι τοῦ ὄντος ἐξεύρεσις· οἱ δ' ἄρα μὴ τοῖς αὐτοῖς ἀεὶ νόμοις χρώμενοι ἄνθρωποι, ὡς δοκοῦμεν, οὐκ ἀεὶ δύνανται ἐξευρίσκειν βούλεται νόμος, τὸ ὄν. ἐπεὶ φέρε ἴδωμεν ἐὰν ἄρα ἡμῖν ἐνθένδε κατάδηλον γένηται εἴτε τοῖς αὐτοῖς ἀεὶ νόμοις χρώμεθα ἄλλοτε ἄλλοις, καὶ εἰ ἅπαντες τοῖς αὐτοῖς ἄλλοι ἄλλοις.

Ἑταῖρος

ἀλλὰ τοῦτό γε, Σώκρατες, οὐ χαλεπὸν γνῶναι, ὅτι οὔτε οἱ αὐτοὶ ἀεὶ τοῖς αὐτοῖς νόμοις χρῶνται ἄλλοι τε ἄλλοις. ἐπεὶ αὐτίκα ἡμῖν μὲν οὐ νόμος ἐστὶν ἀνθρώπους θύειν ἀλλ' ἀνόσιον, Καρχηδόνιοι δὲ θύουσιν ὡς ὅσιον ὂν καὶ νόμιμον αὐτοῖς, καὶ ταῦτα ἔνιοι αὐτῶν καὶ τοὺς αὑτῶν ὑεῖς τῷ Κρόνῳ, ὡς ἴσως καὶ σὺ ἀκήκοας. καὶ μὴ ὅτι βάρβαροι ἄνθρωποι ἡμῶν ἄλλοις νόμοις χρῶνται, ἀλλὰ καὶ οἱ ἐν τῇ Λυκαίᾳ οὗτοι καὶ οἱ τοῦ Ἀθάμαντος ἔκγονοι οἵας θυσίας θύουσιν Ἕλληνες ὄντες. ὥσπερ καὶ ἡμᾶς αὐτοὺς οἶσθά που καὶ αὐτὸς ἀκούων οἵοις νόμοις ἐχρώμεθα πρὸ τοῦ περὶ τοὺς ἀποθανόντας, ἱερεῖά τε προσφάττοντες πρὸ τῆς ἐκφορᾶς τοῦ νεκροῦ καὶ ἐγχυτιστρίας μεταπεμπόμενοι· οἱ δ' αὖ ἐκείνων ἔτι πρότεροι αὐτοῦ καὶ ἔθαπτον ἐν τῇ οἰκίᾳ τοὺς ἀποθανόντας· ἡμεῖς δὲ τούτων οὐδὲν ποιοῦμεν. μυρία δ' ἄν τις ἔχοι τοιαῦτα εἰπεῖν· πολλὴ γὰρ εὐρυχωρία τῆς ἀποδείξεως ὡς οὔτε ἡμεῖς ἡμῖν αὐτοῖς ἀεὶ κατὰ ταὐτὰ νομίζομεν οὔτε ἀλλήλοις οἱ ἄνθρωποι.

Σωκράτης

οὐδέν τοι θαυμαστόν ἐστιν, βέλτιστε, εἰ σὺ μὲν ὀρθῶς λέγεις, ἐμὲ δὲ τοῦτο λέληθεν. ἀλλ' ἕως ἂν σύ τε κατὰ σαυτὸν λέγῃς σοι δοκεῖ μακρῷ λόγῳ καὶ πάλιν ἐγώ, οὐδὲν μή ποτε συμβῶμεν, ὡς ἐγὼ οἶμαι· ἐὰν δὲ κοινὸν τεθῇ τὸ σκέμμα, τάχ' ἂν ὁμολογήσαιμεν. εἰ μὲν οὖν βούλει, πυνθανόμενός τι παρ' ἐμοῦ κοινῇ μετ' ἐμοῦ σκόπει· εἰ δ' αὖ βούλει, ἀποκρινόμενος.

Ἑταῖρος

ἀλλ' ἐθέλω, Σώκρατες, ἀποκρίνεσθαι ὅτι ἂν βούλῃ.

Σωκράτης

φέρε δὴ σύ, πότερα νομίζεις τὰ δίκαια ἄδικα εἶναι καὶ τὰ ἄδικα δίκαια, τὰ μὲν δίκαια δίκαια, τὰ δὲ ἄδικα ἄδικα·

Ἑταῖρος

ἐγὼ μὲν τά τε δίκαια δίκαια καὶ τὰ ἄδικα


HOME > '������������������������' in 'Plato, Minos, p1, 315'
371w 1.786092042923 s