Plato_cps99, Parmenides, p1, 142HOME > '������������������������' in 'Plato, Parmenides, p1, 142'
Plato, Parmenides, p1, p. 141 <<<     >>> p. 143hide dictionary links

p. 142

τοιῷδε λόγῳ πιστεύειν.

κινδυνεύει.

δὲ μὴ ἔστι, τούτῳ τῷ μὴ ὄντι εἴη ἄν τι αὐτῷ αὐτοῦ·

καὶ πῶς·

οὐδ' ἄρα ὄνομα ἔστιν αὐτῷ οὐδὲ λόγος οὐδέ τις ἐπιστήμη οὐδὲ αἴσθησις οὐδὲ δόξα.

οὐ φαίνεται.

οὐδ' ὀνομάζεται ἄρα οὐδὲ λέγεται οὐδὲ δοξάζεται οὐδὲ γιγνώσκεται, οὐδέ τι τῶν ὄντων αὐτοῦ αἰσθάνεται.

οὐκ ἔοικεν.

δυνατὸν οὖν περὶ τὸ ἓν ταῦτα οὕτως ἔχειν·

οὔκουν ἔμοιγε δοκεῖ. βούλει οὖν ἐπὶ τὴν ὑπόθεσιν πάλιν ἐξ ἀρχῆς ἐπανέλθωμεν, ἐάν τι ἡμῖν ἐπανιοῦσιν ἀλλοῖον φανῇ·

πάνυ μὲν οὖν βούλομαι.

οὐκοῦν ἓν εἰ ἔστιν , φαμέν, τὰ συμβαίνοντα περὶ αὐτοῦ, ποῖά ποτε τυγχάνει ὄντα, διομολογητέα ταῦτα· οὐχ οὕτω·

ναί.

ὅρα δὴ ἐξ ἀρχῆς. ἓν εἰ ἔστιν , ἆρα οἷόν τε αὐτὸ εἶναι μέν, οὐσίας δὲ μὴ μετέχειν·

οὐχ οἷόν τε.

οὐκοῦν καὶ οὐσία τοῦ ἑνὸς εἴη ἂν οὐ ταὐτὸν οὖσα τῷ ἑνί· οὐ γὰρ ἂν ἐκείνη ἦν ἐκείνου οὐσία, οὐδ' ἂν ἐκεῖνο, τὸ ἕν, ἐκείνης μετεῖχεν, ἀλλ' ὅμοιον ἂν ἦν λέγειν ἕν τε εἶναι καὶ ἓν ἕν. νῦν δὲ οὐχ αὕτη ἐστὶν ὑπόθεσις, εἰ ἓν ἕν , τί χρὴ συμβαίνειν, ἀλλ' εἰ ἓν ἔστιν · οὐχ οὕτω·

πάνυ μὲν οὖν.

οὐκοῦν ὡς ἄλλο τι σημαῖνον τὸ ἔστι τοῦ ἕν ·

ἀνάγκη.

ἆρα οὖν ἄλλο ὅτι οὐσίας μετέχει τὸ ἕν, τοῦτ' ἂν εἴη τὸ λεγόμενον, ἐπειδάν τις συλλήβδην εἴπῃ ὅτι ἓν ἔστιν·

πάνυ γε.

πάλιν δὴ λέγωμεν, ἓν εἰ ἔστιν , τί συμβήσεται. σκόπει οὖν εἰ οὐκ ἀνάγκη ταύτην τὴν ὑπόθεσιν τοιοῦτον ὂν τὸ ἓν σημαίνειν, οἷον μέρη ἔχειν·

πῶς·

ὧδε· εἰ τὸ ἔστι τοῦ ἑνὸς ὄντος λέγεται καὶ τὸ ἓν τοῦ ὄντος ἑνός, ἔστι δὲ οὐ τὸ αὐτὸ τε οὐσία καὶ τὸ ἕν, τοῦ αὐτοῦ δὲ ἐκείνου οὗ ὑπεθέμεθα, τοῦ ἑνὸς ὄντος, ἆρα οὐκ ἀνάγκη τὸ μὲν ὅλον ἓν ὂν εἶναι αὐτό, τούτου δὲ γίγνεσθαι μόρια τό τε ἓν καὶ τὸ εἶναι·

ἀνάγκη.

πότερον οὖν ἑκάτερον τῶν μορίων τούτων μόριον μόνον προσεροῦμεν, τοῦ ὅλου μόριον τό γε μόριον προσρητέον·

τοῦ ὅλου.

καὶ ὅλον ἄρα ἐστί, ἂν ἓν ᾖ, καὶ μόριον ἔχει.

πάνυ γε.

τί οὖν· τῶν μορίων ἑκάτερον τούτων τοῦ ἑνὸς ὄντος, τό τε ἓν καὶ τὸ ὄν, ἆρα ἀπολείπεσθον τὸ ἓν τοῦ εἶναι μορίου τὸ ὂν τοῦ ἑνὸς μορίου·

οὐκ ἂν εἴη.

πάλιν ἄρα καὶ τῶν μορίων ἑκάτερον τό τε ἓν ἴσχει καὶ τὸ ὄν, καὶ γίγνεται τὸ ἐλάχιστον ἐκ δυοῖν αὖ μορίοιν τὸ μόριον, καὶ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἀεί, ὅτιπερ ἂν μόριον γένηται, τούτω τὼ μορίω ἀεὶ ἴσχει· τό τε γὰρ ἓν τὸ ὂν ἀεὶ ἴσχει καὶ τὸ ὂν τὸ ἕν· ὥστε ἀνάγκη


HOME > '������������������������' in 'Plato, Parmenides, p1, 142'
414w 3.2824671268463 s