Plato_cps99, Philebus, p1, 37HOME > '������������������������' in 'Plato, Philebus, p1, 37'
Plato, Philebus, p1, p. 36 <<<     >>> p. 38hide dictionary links

p. 37

Σωκράτης

διορισώμεθα δὴ σαφέστερον ἔτι τὸ νυνδὴ λεγόμενον ἡδονῆς τε πέρι καὶ δόξης. ἔστιν γάρ πού τι δοξάζειν ἡμῖν·

Πρώταρχος

ναί.

Σωκράτης

καὶ ἥδεσθαι·

Πρώταρχος

ναί.

Σωκράτης

καὶ μὴν καὶ τὸ δοξαζόμενόν ἐστί τι·

Πρώταρχος

πῶς δ' οὔ·

Σωκράτης

καὶ τό γε τὸ ἡδόμενον ἥδεται·

Πρώταρχος

καὶ πάνυ γε.

Σωκράτης

οὐκοῦν τὸ δοξάζον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς δοξάζῃ, τό γε δοξάζειν ὄντως οὐδέποτε ἀπόλλυσιν.

Πρώταρχος

πῶς γὰρ ἄν·

Σωκράτης

οὐκοῦν καὶ τὸ ἡδόμενον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς ἥδηται, τό γε ὄντως ἥδεσθαι δῆλον ὡς οὐδέποτ' ἀπολεῖ.

Πρώταρχος

ναί, καὶ τοῦθ' οὕτως ἔχει.

Σωκράτης

ὅτῳ ποτὲ οὖν δὴ τρόπῳ δόξα ψευδής τε καὶ ἀληθὴς ἡμῖν φιλεῖ γίγνεσθαι, τὸ δὲ τῆς ἡδονῆς μόνον ἀληθές, δοξάζειν δ' ὄντως καὶ χαίρειν ἀμφότερα ὁμοίως εἴληχεν σκεπτέον.

Πρώταρχος

σκεπτέον.

Σωκράτης

ἆρ' ὅτι δόξῃ μὲν ἐπιγίγνεσθον ψεῦδός τε καὶ ἀληθές, καὶ ἐγένετο οὐ μόνον δόξα διὰ ταῦτα ἀλλὰ καὶ ποιά τις ἑκατέρα, σκεπτέον φῂς τοῦτ' εἶναι·

Πρώταρχος

ναί.

Σωκράτης

πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποί' ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθ' ἡμῖν διομολογητέον.

Πρώταρχος

δῆλον.

Σωκράτης

ἀλλ' οὐδὲν τοῦτό γε χαλεπὸν ἰδεῖν, ὅτι καὶ ποιώ τινε· πάλαι γὰρ εἴπομεν ὅτι μεγάλαι τε καὶ σμικραὶ καὶ σφόδρα ἑκάτεραι γίγνονται, λῦπαί τε καὶ ἡδοναί.

Πρώταρχος

παντάπασι μὲν οὖν.

Σωκράτης

ἂν δέ γε πονηρία τούτων, Πρώταρχε, προσγίγνηταί τινι, πονηρὰν μὲν φήσομεν οὕτω γίγνεσθαι δόξαν, πονηρὰν δὲ καὶ ἡδονήν·

Πρώταρχος

ἀλλὰ τί μήν, Σώκρατες·

Σωκράτης

τί δ', ἂν ὀρθότης τοὐναντίον ὀρθότητι τινὶ τούτων προσγίγνηται· μῶν οὐκ ὀρθὴν μὲν δόξαν ἐροῦμεν, ἂν ὀρθότητα ἴσχῃ, ταὐτὸν δὲ ἡδονήν·

Πρώταρχος

ἀναγκαῖον.

Σωκράτης

ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον ᾖ, τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐδ' ὀρθῶς δοξάζουσαν·

Πρώταρχος

πῶς γὰρ ἄν·

Σωκράτης

τί δ', ἂν αὖ λύπην τινα ἡδονὴν περὶ τὸ ἐφ' λυπεῖται τοὐναντίον ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν χρηστὴν τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν·

Πρώταρχος

ἀλλ' οὐχ οἷόν τε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή.

Σωκράτης

καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι.

Πρώταρχος

πῶς γὰρ οὔ· καὶ τὴν μὲν δόξαν γε, Σώκρατες,


HOME > '������������������������' in 'Plato, Philebus, p1, 37'
357w 0.79394793510437 s