Plato_cps99, Philebus, p1, 38HOME > '������������������������' in 'Plato, Philebus, p1, 38'
Plato, Philebus, p1, p. 37 <<<     >>> p. 39hide dictionary links

p. 38

ἐν τῷ τοιούτῳ καὶ τότε λέγομεν ψευδῆ, τὴν δ' ἡδονὴν αὐτὴν οὐδεὶς ἄν ποτε προσείποι ψευδῆ.

Σωκράτης

ἀλλὰ προθύμως ἀμύνεις τῷ τῆς ἡδονῆς, Πρώταρχε, λόγῳ τὰ νῦν.

Πρώταρχος

οὐδέν γε, ἀλλ' ἅπερ ἀκούω λέγω.

Σωκράτης

διαφέρει δ' ἡμῖν οὐδέν, ἑταῖρε, μετὰ δόξης τε ὀρθῆς καὶ μετ' ἐπιστήμης ἡδονὴ τῆς μετὰ τοῦ ψεύδους καὶ ἀγνοίας πολλάκις ἑκάστοις ἡμῶν ἐγγιγνομένης·

Πρώταρχος

εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν.

Σωκράτης

τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν.

Πρώταρχος

ἄγ' ὅπῃ σοι φαίνεται.

Σωκράτης

τῇδε δὴ ἄγω.

Πρώταρχος

πῇ·

Σωκράτης

δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής·

Πρώταρχος

ἔστιν.

Σωκράτης

ἕπεται μὴν ταύταις, νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω.

Πρώταρχος

πάνυ γε.

Σωκράτης

οὐκοῦν ἐκ μνήμης τε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθ' ἑκάστοτε·

Πρώταρχος

καὶ μάλα.

Σωκράτης

ἆρ' οὖν ἡμᾶς ὧδε περὶ ταῦτα ἀναγκαῖον ἡγούμεθ' ἴσχειν·

Πρώταρχος

πῶς·

Σωκράτης

πολλάκις ἰδόντι τινὶ πόρρωθεν μὴ πάνυ σαφῶς τὰ καθορώμενα συμβαίνειν βούλεσθαι κρίνειν φαίης ἂν ταῦθ' ἅπερ ὁρᾷ·

Πρώταρχος

φαίην ἄν.

Σωκράτης

οὐκοῦν τὸ μετὰ τοῦτο αὐτὸς αὑτὸν οὗτος ἀνέροιτ' ἂν ὧδε·

Πρώταρχος

πῶς·

Σωκράτης

τί ποτ' ἄρ' ἔστι τὸ παρὰ τὴν πέτραν τοῦθ' ἑστάναι φανταζόμενον ὑπό τινι δένδρῳ· ταῦτ' εἰπεῖν ἄν τις πρὸς ἑαυτὸν δοκεῖ σοι, τοιαῦτ' ἄττα κατιδὼν φαντασθέντα αὑτῷ ποτε·

Πρώταρχος

τί μήν·

Σωκράτης

ἆρ' οὖν μετὰ ταῦτα τοιοῦτος ὡς ἀποκρινόμενος ἂν πρὸς αὑτὸν εἴποι τοῦτο, ὡς ἔστιν ἄνθρωπος, ἐπιτυχῶς εἰπών·

Πρώταρχος

καὶ πάνυ γε.

Σωκράτης

καὶ παρενεχθείς γ' αὖ τάχ' ἂν ὡς ἔστι τινῶν ποιμένων ἔργον τὸ καθορώμενον ἄγαλμα προσείποι.

Πρώταρχος

μάλα γε.

Σωκράτης

κἂν μέν τίς γ' αὐτῷ παρῇ, τά τε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν πρὸς τὸν παρόντα αὐτὰ ταῦτ' ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως τότε δόξαν ἐκαλοῦμεν·

Πρώταρχος

τί μήν·

Σωκράτης

ἂν δ' ἄρα μόνος τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται.

Πρώταρχος

πάνυ μὲν οὖν.

Σωκράτης

τί οὖν· ἆρα σοὶ φαίνεται τὸ περὶ τούτων ὅπερ ἐμοί·

Πρώταρχος

τὸ ποῖον·

Σωκράτης

δοκεῖ μοι τότε ἡμῶν ψυχὴ βιβλίῳ τινὶ προσεοικέναι.

Πρώταρχος

πῶς·


HOME > '������������������������' in 'Plato, Philebus, p1, 38'
341w 1.94509100914 s