Plato_cps99, Sophistes, p1, 240HOME > '������������������������' in 'Plato, Sophistes, p1, 240'
Plato, Sophistes, p1, p. 239 <<<     >>> p. 241hide dictionary links

p. 240

οὔτε ὕδατα γιγνώσκειν οὔτε τὸ παράπαν ὄψιν, τὸ δ' ἐκ τῶν λόγων ἐρωτήσει σε μόνον.

Θεαίτητος

ποῖον·

Ξένος

τὸ διὰ πάντων τούτων πολλὰ εἰπὼν ἠξίωσας ἑνὶ προσειπεῖν ὀνόματι φθεγξάμενος εἴδωλον ἐπὶ πᾶσιν ὡς ἓν ὄν. λέγε οὖν καὶ ἀμύνου μηδὲν ὑποχωρῶν τὸν ἄνδρα.

Θεαίτητος

τί δῆτα, ξένε, εἴδωλον ἂν φαῖμεν εἶναι πλήν γε τὸ πρὸς τἀληθινὸν ἀφωμοιωμένον ἕτερον τοιοῦτον·

Ξένος

ἕτερον δὲ λέγεις τοιοῦτον ἀληθινόν, ἐπὶ τίνι τὸ τοιοῦτον εἶπες·

Θεαίτητος

οὐδαμῶς ἀληθινόν γε, ἀλλ' ἐοικὸς μέν.

Ξένος

ἆρα τὸ ἀληθινὸν ὄντως ὂν λέγων·

Θεαίτητος

οὕτως.

Ξένος

τί δέ· τὸ μὴ ἀληθινὸν ἆρ' ἐναντίον ἀληθοῦς·

Θεαίτητος

τί μήν·

Ξένος

οὐκ ὄντως [οὐκ] ὂν ἄρα λέγεις τὸ ἐοικός, εἴπερ αὐτό γε μὴ ἀληθινὸν ἐρεῖς.

Θεαίτητος

ἀλλ' ἔστι γε μήν πως.

Ξένος

οὔκουν ἀληθῶς γε, φῄς.

Θεαίτητος

οὐ γὰρ οὖν· πλήν γ' εἰκὼν ὄντως.

Ξένος

οὐκ ὂν ἄρα [οὐκ] ὄντως ἐστὶν ὄντως ἣν λέγομεν εἰκόνα·

Θεαίτητος

κινδυνεύει τοιαύτην τινὰ πεπλέχθαι συμπλοκὴν τὸ μὴ ὂν τῷ ὄντι, καὶ μάλα ἄτοπον.

Ξένος

πῶς γὰρ οὐκ ἄτοπον· ὁρᾷς γοῦν ὅτι καὶ νῦν διὰ τῆς ἐπαλλάξεως ταύτης πολυκέφαλος σοφιστὴς ἠνάγκακεν ἡμᾶς τὸ μὴ ὂν οὐχ ἑκόντας ὁμολογεῖν εἶναί πως.

Θεαίτητος

ὁρῶ καὶ μάλα.

Ξένος

τί δὲ δή· τὴν τέχνην αὐτοῦ τίνα ἀφορίσαντες ἡμῖν αὐτοῖς συμφωνεῖν οἷοί τε ἐσόμεθα·

Θεαίτητος

πῇ καὶ τὸ ποῖόν τι φοβούμενος οὕτω λέγεις·

Ξένος

ὅταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατᾶν φῶμεν καὶ τὴν τέχνην εἶναί τινα ἀπατητικὴν αὐτοῦ, τότε πότερον ψευδῆ δοξάζειν τὴν ψυχὴν ἡμῶν φήσομεν ὑπὸ τῆς ἐκείνου τέχνης, τί ποτ' ἐροῦμεν·

Θεαίτητος

τοῦτο· τί γὰρ ἂν ἄλλο εἴπαιμεν·

Ξένος

ψευδὴς δ' αὖ δόξα ἔσται τἀναντία τοῖς οὖσι δοξάζουσα, πῶς·

Θεαίτητος

οὕτως· τἀναντία.

Ξένος

λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδῆ δόξαν·

Θεαίτητος

ἀνάγκη.

Ξένος

πότερον μὴ εἶναι τὰ μὴ ὄντα δοξάζουσαν, πως εἶναι τὰ μηδαμῶς ὄντα·

Θεαίτητος

εἶναί πως τὰ μὴ ὄντα δεῖ γε, εἴπερ ψεύσεταί ποτέ τίς τι καὶ κατὰ βραχύ.

Ξένος

τί δ'· οὐ καὶ μηδαμῶς εἶναι τὰ πάντως ὄντα δοξάζεται·

Θεαίτητος

ναί.

Ξένος

καὶ τοῦτο δὴ ψεῦδος·

Θεαίτητος

καὶ τοῦτο.

Ξένος

καὶ λόγος οἶμαι ψευδὴς οὕτω κατὰ ταὐτὰ νομισθήσεται


HOME > '������������������������' in 'Plato, Sophistes, p1, 240'
341w 4.0062329769135 s