Plato_cps99, Sophistes, p1, 241HOME > '������������������������������������' in 'Plato, Sophistes, p1, 241'
Plato, Sophistes, p1, p. 240 <<<     >>> p. 242hide dictionary links

p. 241

τά τε ὄντα λέγων μὴ εἶναι καὶ τὰ μὴ ὄντα εἶναι.

Θεαίτητος

πῶς γὰρ ἂν ἄλλως τοιοῦτος γένοιτο·

Ξένος

σχεδὸν οὐδαμῶς· ἀλλὰ ταῦτα σοφιστὴς οὐ φήσει. τίς μηχανὴ συγχωρεῖν τινα τῶν εὖ φρονούντων, ὅταν [ἄφθεγκτα καὶ ἄρρητα καὶ ἄλογα καὶ ἀδιανόητα] προσδιωμολογημένα τὰ πρὸ τούτων ὁμολογηθέντα· μανθάνομεν, Θεαίτητε, λέγει·

Θεαίτητος

πῶς γὰρ οὐ μανθάνομεν ὅτι τἀναντία φήσει λέγειν ἡμᾶς τοῖς νυνδή, ψευδῆ τολμήσαντας εἰπεῖν ὡς ἔστιν ἐν δόξαις τε καὶ κατὰ λόγους· τῷ γὰρ μὴ ὄντι τὸ ὂν προσάπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι, διομολογησαμένους νυνδὴ τοῦτο εἶναι πάντων ἀδυνατώτατον.

Ξένος

ὀρθῶς ἀπεμνημόνευσας. ἀλλ' ὅρα δὴ [βουλεύεσθαι] τί χρὴ δρᾶν τοῦ σοφιστοῦ πέρι· τὰς γὰρ ἀντιλήψεις καὶ ἀπορίας, ἐὰν αὐτὸν διερευνῶμεν ἐν τῇ τῶν ψευδουργῶν καὶ γοήτων τέχνῃ τιθέντες, ὁρᾷς ὡς εὔποροι καὶ πολλαί.

Θεαίτητος

καὶ μάλα.

Ξένος

μικρὸν μέρος τοίνυν αὐτῶν διεληλύθαμεν, οὐσῶν ὡς ἔπος εἰπεῖν ἀπεράντων.

Θεαίτητος

ἀδύνατόν γ' ἄν, ὡς ἔοικεν, εἴη τὸν σοφιστὴν ἑλεῖν, εἰ ταῦτα οὕτως ἔχει.

Ξένος

τί οὖν· οὕτως ἀποστησόμεθα νῦν μαλθακισθέντες·

Θεαίτητος

οὔκουν ἔγωγέ φημι δεῖν, εἰ καὶ κατὰ σμικρὸν οἷοί τ' ἐπιλαβέσθαι πῃ τἀνδρός ἐσμεν.

Ξένος

ἕξεις οὖν συγγνώμην καὶ καθάπερ νῦν εἶπες ἀγαπήσεις ἐάν πῃ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως ἰσχυροῦ λόγου·

Θεαίτητος

πῶς γὰρ οὐχ ἕξω·

Ξένος

τόδε τοίνυν ἔτι μᾶλλον παραιτοῦμαί σε.

Θεαίτητος

τὸ ποῖον·

Ξένος

μή με οἷον πατραλοίαν ὑπολάβῃς γίγνεσθαί τινα.

Θεαίτητος

τί δή·

Ξένος

τὸν τοῦ πατρὸς Παρμενίδου λόγον ἀναγκαῖον ἡμῖν ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τό τε μὴ ὂν ὡς ἔστι κατά τι καὶ τὸ ὂν αὖ πάλιν ὡς οὐκ ἔστι πῃ.

Θεαίτητος

φαίνεται τὸ τοιοῦτον διαμαχετέον ἐν τοῖς λόγοις.

Ξένος

πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο τυφλῷ· τούτων γὰρ μήτ' ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολῇ ποτέ τις οἷός τε ἔσται περὶ λόγων ψευδῶν λέγων δόξης, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων αὐτῶν, καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ ταῦτά εἰσι, μὴ καταγέλαστος εἶναι τά γ' ἐναντία ἀναγκαζόμενος αὑτῷ λέγειν.

Θεαίτητος

ἀληθέστατα.


HOME > '������������������������������������' in 'Plato, Sophistes, p1, 241'
318w 2.1877419948578 s