Plato_cps99, Theaetetus, p1, 182HOME > '������������������������������������' in 'Plato, Theaetetus, p1, 182'
Plato, Theaetetus, p1, p. 181 <<<     >>> p. 183hide dictionary links

p. 182

μὴ ἐνεῖναι μηδενί, πάντα δὴ πᾶσαν κίνησιν ἀεὶ κινεῖται.

Θεόδωρος

ἀνάγκη.

Σωκράτης

σκόπει δή μοι τόδε αὐτῶν· τῆς θερμότητος λευκότητος ὁτουοῦν γένεσιν οὐχ οὕτω πως ἐλέγομεν φάναι αὐτούς, φέρεσθαι ἕκαστον τούτων ἅμα αἰσθήσει μεταξὺ τοῦ ποιοῦντός τε καὶ πάσχοντος, καὶ τὸ μὲν πάσχον αἰσθητικὸν ἀλλ' οὐκ αἴσθησιν [ἔτι] γίγνεσθαι, τὸ δὲ ποιοῦν ποιόν τι ἀλλ' οὐ ποιότητα· ἴσως οὖν «ποιότης» ἅμα ἀλλόκοτόν τε φαίνεται ὄνομα καὶ οὐ μανθάνεις ἁθρόον λεγόμενον· κατὰ μέρη οὖν ἄκουε. τὸ γὰρ ποιοῦν οὔτε θερμότης οὔτε λευκότης, θερμὸν δὲ καὶ λευκὸν γίγνεται, καὶ τἆλλα οὕτω· μέμνησαι γάρ που ἐν τοῖς πρόσθεν ὅτι οὕτως ἐλέγομεν, ἓν μηδὲν αὐτὸ καθ' αὑτὸ εἶναι, μηδ' αὖ τὸ ποιοῦν πάσχον, ἀλλ' ἐξ ἀμφοτέρων πρὸς ἄλληλα συγγιγνομένων τὰς αἰσθήσεις καὶ τὰ αἰσθητὰ ἀποτίκτοντα τὰ μὲν ποι' ἄττα γίγνεσθαι, τὰ δὲ αἰσθανόμενα.

Θεόδωρος

μέμνημαι· πῶς δ' οὔ·

Σωκράτης

τὰ μὲν τοίνυν ἄλλα χαίρειν ἐάσωμεν, εἴτε ἄλλως εἴτε οὕτως λέγουσιν· οὗ δ' ἕνεκα λέγομεν, τοῦτο μόνον φυλάττωμεν, ἐρωτῶντες· Κινεῖται καὶ ῥεῖ, ὥς φατε, τὰ πάντα· γάρ·

Θεόδωρος

ναί.

Σωκράτης

οὐκοῦν ἀμφοτέρας ἃς διειλόμεθα κινήσεις, φερόμενά τε καὶ ἀλλοιούμενα·

Θεόδωρος

πῶς δ' οὔ· εἴπερ γε δὴ τελέως κινήσεται.

Σωκράτης

εἰ μὲν τοίνυν ἐφέρετο μόνον, ἠλλοιοῦτο δὲ μή, εἴχομεν ἄν που εἰπεῖν οἷα ἄττα ῥεῖ τὰ φερόμενα· πῶς λέγομεν·

Θεόδωρος

οὕτως.

Σωκράτης

ἐπειδὴ δὲ οὐδὲ τοῦτο μένει, τὸ λευκὸν ῥεῖν τὸ ῥέον, ἀλλὰ μεταβάλλει, ὥστε καὶ αὐτοῦ τούτου εἶναι ῥοήν, τῆς λευκότητος, καὶ μεταβολὴν εἰς ἄλλην χρόαν, ἵνα μὴ ἁλῷ ταύτῃ μένον, ἆρά ποτε οἷόν τέ τι προσειπεῖν χρῶμα, ὥστε καὶ ὀρθῶς προσαγορεύειν·

Θεόδωρος

καὶ τίς μηχανή, Σώκρατες· ἄλλο γέ τι τῶν τοιούτων, εἴπερ ἀεὶ λέγοντος ὑπεξέρχεται ἅτε δὴ ῥέον·

Σωκράτης

τί δὲ περὶ αἰσθήσεως ἐροῦμεν ὁποιασοῦν, οἷον τῆς τοῦ ὁρᾶν ἀκούειν· μένειν ποτὲ ἐν αὐτῷ τῷ ὁρᾶν ἀκούειν·

Θεόδωρος

οὔκουν δεῖ γε, εἴπερ πάντα κινεῖται.

Σωκράτης

οὔτε ἄρα ὁρᾶν προσρητέον τι μᾶλλον μὴ ὁρᾶν, οὐδέ τιν' ἄλλην αἴσθησιν μᾶλλον μή, πάντων γε πάντως κινουμένων.

Θεόδωρος

οὐ γὰρ οὖν.

Σωκράτης

καὶ μὴν αἴσθησίς γε ἐπιστήμη, ὡς ἔφαμεν ἐγώ τε καὶ Θεαίτητος.

Θεόδωρος

ἦν ταῦτα.

Σωκράτης

οὐδὲν ἄρα ἐπιστήμην μᾶλλον μὴ ἐπιστήμην ἀπεκρινάμεθα ἐρωτώμενοι ὅτι ἐστὶν ἐπιστήμη.


HOME > '������������������������������������' in 'Plato, Theaetetus, p1, 182'
354w 2.2412397861481 s