Plato_cps99, Theaetetus, p1, 189HOME > '������������������������' in 'Plato, Theaetetus, p1, 189'
Plato, Theaetetus, p1, p. 188 <<<     >>> p. 190hide dictionary links

p. 189

Σωκράτης

καὶ ἄρα τι ἀκούων ἕν γέ τι ἀκούει καὶ ὂν [ἀκούει].

Θεαίτητος

ναί.

Σωκράτης

καὶ ἁπτόμενος δή του ἑνός γέ του ἅπτεται καὶ ὄντος, εἴπερ ἑνός·

Θεαίτητος

καὶ τοῦτο.

Σωκράτης

δὲ δὴ δοξάζων οὐχ ἕν γέ τι δοξάζει·

Θεαίτητος

ἀνάγκη.

Σωκράτης

δ' ἕν τι δοξάζων οὐκ ὄν τι·

Θεαίτητος

συγχωρῶ.

Σωκράτης

ἄρα μὴ ὂν δοξάζων οὐδὲν δοξάζει.

Θεαίτητος

οὐ φαίνεται.

Σωκράτης

ἀλλὰ μὴν γε μηδὲν δοξάζων τὸ παράπαν οὐδὲ δοξάζει.

Θεαίτητος

δῆλον, ὡς ἔοικεν.

Σωκράτης

οὐκ ἄρα οἷόν τε τὸ μὴ ὂν δοξάζειν, οὔτε περὶ τῶν ὄντων οὔτε αὐτὸ καθ' αὑτό.

Θεαίτητος

οὐ φαίνεται.

Σωκράτης

ἄλλο τι ἄρ' ἐστὶ τὸ ψευδῆ δοξάζειν τοῦ τὰ μὴ ὄντα δοξάζειν.

Θεαίτητος

ἄλλο ἔοικεν.

Σωκράτης

οὔτ' ἄρ' οὕτως οὔτε ὡς ὀλίγον πρότερον ἐσκοποῦμεν, ψευδής ἐστι δόξα ἐν ἡμῖν.

Θεαίτητος

οὐ γὰρ οὖν δή.

Σωκράτης

ἀλλ' ἆρα ὧδε γιγνόμενον τοῦτο προσαγορεύομεν·

Θεαίτητος

πῶς·

Σωκράτης

ἀλλοδοξίαν τινὰ οὖσαν ψευδῆ φαμεν εἶναι δόξαν, ὅταν τίς τι τῶν ὄντων ἄλλο αὖ τῶν ὄντων ἀνταλλαξάμενος τῇ διανοίᾳ φῇ εἶναι. οὕτω γὰρ ὂν μὲν ἀεὶ δοξάζει, ἕτερον δὲ ἀνθ' ἑτέρου, καὶ ἁμαρτάνων οὗ ἐσκόπει δικαίως ἂν καλοῖτο ψευδῆ δοξάζων.

Θεαίτητος

ὀρθότατά μοι νῦν δοκεῖς εἰρηκέναι. ὅταν γάρ τις ἀντὶ καλοῦ αἰσχρὸν ἀντὶ αἰσχροῦ καλὸν δοξάζῃ, τότε ὡς ἀληθῶς δοξάζει ψευδῆ.

Σωκράτης

δῆλος εἶ, Θεαίτητε, καταφρονῶν μου καὶ οὐ δεδιώς.

Θεαίτητος

τί μάλιστα·

Σωκράτης

οὐκ ἂν οἶμαι σοὶ δοκῶ τοῦ ἀληθῶς ψευδοῦς ἀντιλαβέσθαι, ἐρόμενος εἰ οἷόν τε ταχὺ βραδέως κοῦφον βαρέως ἄλλο τι ἐναντίον μὴ κατὰ τὴν αὑτοῦ φύσιν ἀλλὰ κατὰ τὴν τοῦ ἐναντίου γίγνεσθαι ἑαυτῷ ἐναντίως. τοῦτο μὲν οὖν, ἵνα μὴ μάτην θαρρήσῃς, ἀφίημι. ἀρέσκει δέ, ὡς φῄς, τὸ τὰ ψευδῆ δοξάζειν ἀλλοδοξεῖν εἶναι·

Θεαίτητος

ἔμοιγε.

Σωκράτης

ἔστιν ἄρα κατὰ τὴν σὴν δόξαν ἕτερόν τι ὡς ἕτερον καὶ μὴ ὡς ἐκεῖνο τῇ διανοίᾳ τίθεσθαι.

Θεαίτητος

ἔστι μέντοι.

Σωκράτης

ὅταν οὖν τοῦθ' διάνοιά του δρᾷ, οὐ καὶ ἀνάγκη αὐτὴν ἤτοι ἀμφότερα τὸ ἕτερον διανοεῖσθαι·

Θεαίτητος

ἀνάγκη μὲν οὖν· ἤτοι ἅμα γε ἐν μέρει.

Σωκράτης

κάλλιστα. τὸ δὲ διανοεῖσθαι ἆρ' ὅπερ ἐγὼ καλεῖς·

Θεαίτητος

τί καλῶν·

Σωκράτης

λόγον ὃν αὐτὴ πρὸς αὑτὴν ψυχὴ διεξέρχεται περὶ ὧν ἂν σκοπῇ. ὥς γε μὴ εἰδώς σοι ἀποφαίνομαι. τοῦτο γάρ μοι ἰνδάλλεται διανοουμένη οὐκ ἄλλο τι διαλέγεσθαι, αὐτὴ


HOME > '������������������������' in 'Plato, Theaetetus, p1, 189'
369w 6.0405900478363 s