Plato_cps99, Theaetetus, p1, 195HOME > '������������������������' in 'Plato, Theaetetus, p1, 195'
Plato, Theaetetus, p1, p. 194 <<<     >>> p. 196hide dictionary links

p. 195

δὲ καὶ οἱ τὰ ὑγρά· ὑπὸ γὰρ τοῦ συγχεῖσθαι ταχὺ γίγνεται ἀμυδρά. ἐὰν δὲ πρὸς πᾶσι τούτοις ἐπ' ἀλλήλων συμπεπτωκότα ὑπὸ στενοχωρίας, ἐάν του σμικρὸν τὸ ψυχάριον, ἔτι ἀσαφέστερα ἐκείνων. πάντες οὖν οὗτοι γίγνονται οἷοι δοξάζειν ψευδῆ. ὅταν γάρ τι ὁρῶσιν ἀκούωσιν ἐπινοῶσιν, ἕκαστα ἀπονέμειν ταχὺ ἑκάστοις οὐ δυνάμενοι βραδεῖς τέ εἰσι καὶ ἀλλοτριονομοῦντες παρορῶσί τε καὶ παρακούουσι καὶ παρανοοῦσι πλεῖστα, καὶ καλοῦνται αὖ οὗτοι ἐψευσμένοι τε δὴ τῶν ὄντων καὶ ἀμαθεῖς.

Θεαίτητος

ὀρθότατα ἀνθρώπων λέγεις, Σώκρατες.

Σωκράτης

φῶμεν ἄρα ἐν ἡμῖν ψευδεῖς δόξας εἶναι·

Θεαίτητος

σφόδρα γε.

Σωκράτης

καὶ ἀληθεῖς δή·

Θεαίτητος

καὶ ἀληθεῖς.

Σωκράτης

ἤδη οὖν οἰόμεθα ἱκανῶς ὡμολογῆσθαι ὅτι παντὸς μᾶλλον ἐστὸν ἀμφοτέρα τούτω τὼ δόξα·

Θεαίτητος

ὑπερφυῶς μὲν οὖν.

Σωκράτης

δεινόν τε, Θεαίτητε, ὡς ἀληθῶς κινδυνεύει καὶ ἀηδὲς εἶναι ἀνὴρ ἀδολέσχης.

Θεαίτητος

τί δέ· πρὸς τί τοῦτ' εἶπες·

Σωκράτης

τὴν ἐμαυτοῦ δυσμαθίαν δυσχεράνας καὶ ὡς ἀληθῶς ἀδολεσχίαν. τί γὰρ ἄν τις ἄλλο θεῖτο ὄνομα, ὅταν ἄνω κάτω τοὺς λόγους ἕλκῃ τις ὑπὸ νωθείας οὐ δυνάμενος πεισθῆναι, καὶ δυσαπάλλακτος ἀφ' ἑκάστου λόγου·

Θεαίτητος

σὺ δὲ δὴ τί δυσχεραίνεις·

Σωκράτης

οὐ δυσχεραίνω μόνον ἀλλὰ καὶ δέδοικα ὅτι ἀποκρινοῦμαι ἄν τις ἔρηταί με· «ὦ Σώκρατες, ηὕρηκας δὴ ψευδῆ δόξαν, ὅτι οὔτε ἐν ταῖς αἰσθήσεσίν ἐστι πρὸς ἀλλήλας οὔτ' ἐν ταῖς διανοίαις ἀλλ' ἐν τῇ συνάψει αἰσθήσεως πρὸς διάνοιαν·» φήσω δὲ ἐγὼ οἶμαι καλλωπιζόμενος ὥς τι ηὑρηκότων ἡμῶν καλόν.

Θεαίτητος

ἔμοιγε δοκεῖ, Σώκρατες, οὐκ αἰσχρὸν εἶναι τὸ νῦν ἀποδεδειγμένον.

Σωκράτης

«οὐκοῦν,» φησί, «λέγεις ὅτι αὖ τὸν ἄνθρωπον ὃν διανοούμεθα μόνον, ὁρῶμεν δ' οὔ, ἵππον οὐκ ἄν ποτε οἰηθείημεν εἶναι, ὃν αὖ οὔτε ὁρῶμεν οὔτε ἁπτόμεθα, διανοούμεθα δὲ μόνον καὶ ἄλλ' οὐδὲν αἰσθανόμεθα περὶ αὐτοῦ·» ταῦτα οἶμαι φήσω λέγειν.

Θεαίτητος

καὶ ὀρθῶς γε.

Σωκράτης

«τί οὖν,» φησί, «τὰ ἕνδεκα μηδὲν ἄλλο διανοεῖταί τις, ἄλλο τι ἐκ τούτου τοῦ λόγου οὐκ ἄν ποτε οἰηθείη δώδεκα εἶναι μόνον αὖ διανοεῖται·» ἴθι οὖν δή, σὺ ἀποκρίνου.

Θεαίτητος

ἀλλ' ἀποκρινοῦμαι ὅτι ὁρῶν μὲν ἄν τις ἐφαπτόμενος οἰηθείη τὰ ἕνδεκα δώδεκα εἶναι, μέντοι ἐν τῇ διανοίᾳ ἔχει, οὐκ ἄν ποτε περὶ αὐτῶν ταῦτα δοξάσειεν οὕτως.

Σωκράτης

τί οὖν· οἴει τινὰ πώποτε αὐτὸν ἐν αὑτῷ πέντε καὶ


HOME > '������������������������' in 'Plato, Theaetetus, p1, 195'
354w 1.5073471069336 s