Plato_cps99, Theaetetus, p1, 208HOME > '������������������������' in 'Plato, Theaetetus, p1, 208'
Plato, Theaetetus, p1, p. 207 <<<     >>> p. 209hide dictionary links

p. 208

καὶ αὖ «Θεόδωρον» ἐπιχειρῶν γράφειν ταῦ καὶ εἶ οἴηταί τε δεῖν γράφειν καὶ γράψῃ, ἆρ' ἐπίστασθαι φήσομεν αὐτὸν τὴν πρώτην τῶν ὑμετέρων ὀνομάτων συλλαβήν·

Θεαίτητος

ἀλλ' ἄρτι ὡμολογήσαμεν τὸν οὕτως ἔχοντα μήπω εἰδέναι.

Σωκράτης

κωλύει οὖν τι καὶ περὶ τὴν δευτέραν συλλαβὴν καὶ τρίτην καὶ τετάρτην οὕτως ἔχειν τὸν αὐτόν·

Θεαίτητος

οὐδέν γε.

Σωκράτης

ἆρ' οὖν τότε τὴν διὰ στοιχείου διέξοδον ἔχων γράψει «Θεαίτητον» μετὰ ὀρθῆς δόξης, ὅταν ἑξῆς γράφῃ·

Θεαίτητος

δῆλον δή.

Σωκράτης

οὐκοῦν ἔτι ἀνεπιστήμων ὤν, ὀρθὰ δὲ δοξάζων, ὥς φαμεν·

Θεαίτητος

ναί.

Σωκράτης

λόγον γε ἔχων μετὰ ὀρθῆς δόξης. τὴν γὰρ διὰ τοῦ στοιχείου ὁδὸν ἔχων ἔγραφεν, ἣν δὴ λόγον ὡμολογήσαμεν.

Θεαίτητος

ἀληθῆ.

Σωκράτης

ἔστιν ἄρα, ἑταῖρε, μετὰ λόγου ὀρθὴ δόξα, ἣν οὔπω δεῖ ἐπιστήμην καλεῖν.

Θεαίτητος

κινδυνεύει.

Σωκράτης

ὄναρ δή, ὡς ἔοικεν, ἐπλουτήσαμεν οἰηθέντες ἔχειν τὸν ἀληθέστατον ἐπιστήμης λόγον. μήπω κατηγορῶμεν· ἴσως γὰρ οὐ τοῦτό τις αὐτὸν ὁριεῖται, ἀλλὰ τὸ λοιπὸν εἶδος τῶν τριῶν, ὧν ἕν γέ τι ἔφαμεν λόγον θήσεσθαι τὸν ἐπιστήμην ὁριζόμενον δόξαν εἶναι ὀρθὴν μετὰ λόγου.

Θεαίτητος

ὀρθῶς ὑπέμνησας· ἔτι γὰρ ἓν λοιπόν. τὸ μὲν γὰρ ἦν διανοίας ἐν φωνῇ ὥσπερ εἴδωλον, τὸ δ' ἄρτι λεχθὲν διὰ στοιχείου ὁδὸς ἐπὶ τὸ ὅλον· τὸ δὲ δὴ τρίτον τί λέγεις·

Σωκράτης

ὅπερ ἂν οἱ πολλοὶ εἴποιεν, τὸ ἔχειν τι σημεῖον εἰπεῖν τῶν ἁπάντων διαφέρει τὸ ἐρωτηθέν.

Θεαίτητος

οἷον τίνα τίνος ἔχεις μοι λόγον εἰπεῖν·

Σωκράτης

οἷον, εἰ βούλει, ἡλίου πέρι ἱκανὸν οἶμαί σοι εἶναι ἀποδέξασθαι, ὅτι τὸ λαμπρότατόν ἐστι τῶν κατὰ τὸν οὐρανὸν ἰόντων περὶ γῆν.

Θεαίτητος

πάνυ μὲν οὖν.

Σωκράτης

λαβὲ δὴ οὗ χάριν εἴρηται. ἔστι δὲ ὅπερ ἄρτι ἐλέγομεν, ὡς ἄρα τὴν διαφορὰν ἑκάστου ἂν λαμβάνῃς τῶν ἄλλων διαφέρει, λόγον, ὥς φασί τινες, λήψῃ· ἕως δ' ἂν κοινοῦ τινος ἐφάπτῃ, ἐκείνων πέρι σοι ἔσται λόγος ὧν ἂν κοινότης ᾖ.

Θεαίτητος

μανθάνω· καί μοι δοκεῖ καλῶς ἔχειν λόγον τὸ τοιοῦτον καλεῖν.

Σωκράτης

ὃς δ' ἂν μετ' ὀρθῆς δόξης περὶ ὁτουοῦν τῶν ὄντων τὴν διαφορὰν τῶν ἄλλων προσλάβῃ, αὐτοῦ ἐπιστήμων γεγονὼς ἔσται οὗ πρότερον ἦν δοξαστής.

Θεαίτητος

φαμέν γε μὴν οὕτω.

Σωκράτης

νῦν δῆτα, Θεαίτητε, παντάπασιν ἔγωγε, ἐπειδὴ ἐγγὺς ὥσπερ σκιαγραφήματος γέγονα τοῦ λεγομένου, συνίημι οὐδὲ σμικρόν· ἕως δὲ ἀφειστήκη πόρρωθεν, ἐφαίνετό τί μοι λέγεσθαι.

Θεαίτητος

πῶς τί τοῦτο·


HOME > '������������������������' in 'Plato, Theaetetus, p1, 208'
362w 2.135803937912 s