Plato_cps99, Theaetetus, p1, 209HOME > '������������������������' in 'Plato, Theaetetus, p1, 209'
Plato, Theaetetus, p1, p. 208 <<<     >>> p. 210hide dictionary links

p. 209

Σωκράτης

φράσω, ἐὰν οἷός τε γένωμαι. ὀρθὴν ἔγωγε ἔχων δόξαν περὶ σοῦ, ἐὰν μὲν προσλάβω τὸν σὸν λόγον, γιγνώσκω δή σε, εἰ δὲ μή, δοξάζω μόνον.

Θεαίτητος

ναί.

Σωκράτης

λόγος δέ γε ἦν τῆς σῆς διαφορότητος ἑρμηνεία.

Θεαίτητος

οὕτως.

Σωκράτης

ἡνίκ' οὖν ἐδόξαζον μόνον, ἄλλο τι τῶν ἄλλων διαφέρεις, τούτων οὐδενὸς ἡπτόμην τῇ διανοίᾳ·

Θεαίτητος

οὐκ ἔοικε.

Σωκράτης

τῶν κοινῶν τι ἄρα διενοούμην, ὧν οὐδὲν σὺ μᾶλλον τις ἄλλος ἔχει.

Θεαίτητος

ἀνάγκη.

Σωκράτης

φέρε δὴ πρὸς Διός· πῶς ποτε ἐν τῷ τοιούτῳ σὲ μᾶλλον ἐδόξαζον ἄλλον ὁντινοῦν· θὲς γάρ με διανοούμενον ὡς ἔστιν οὗτος Θεαίτητος, ὃς ἂν τε ἄνθρωπος καὶ ἔχῃ ῥῖνα καὶ ὀφθαλμοὺς καὶ στόμα καὶ οὕτω δὴ ἓν ἕκαστον τῶν μελῶν. αὕτη οὖν διάνοια ἔσθ' ὅτι μᾶλλον ποιήσει με Θεαίτητον Θεόδωρον διανοεῖσθαι, τῶν λεγομένων Μυσῶν τὸν ἔσχατον·

Θεαίτητος

τί γάρ·

Σωκράτης

ἀλλ' ἐὰν δὴ μὴ μόνον τὸν ἔχοντα ῥῖνα καὶ ὀφθαλμοὺς διανοηθῶ, ἀλλὰ καὶ τὸν σιμόν τε καὶ ἐξόφθαλμον, μή τι σὲ αὖ μᾶλλον δοξάσω ἐμαυτὸν ὅσοι τοιοῦτοι·

Θεαίτητος

οὐδέν.

Σωκράτης

ἀλλ' οὐ πρότερόν γε, οἶμαι, Θεαίτητος ἐν ἐμοὶ δοξασθήσεται, πρὶν ἂν σιμότης αὕτη τῶν ἄλλων σιμοτήτων ὧν ἐγὼ ἑώρακα διάφορόν τι μνημεῖον παρ' ἐμοὶ ἐνσημηναμένη κατάθηται καὶ τἆλλα οὕτω ἐξ ὧν εἶ σύ με, καὶ ἐὰν αὔριον ἀπαντήσω, ἀναμνήσει καὶ ποιήσει ὀρθὰ δοξάζειν περὶ σοῦ.

Θεαίτητος

ἀληθέστατα.

Σωκράτης

περὶ τὴν διαφορότητα ἄρα καὶ ὀρθὴ δόξα ἂν εἴη ἑκάστου πέρι.

Θεαίτητος

φαίνεταί γε.

Σωκράτης

τὸ οὖν προσλαβεῖν λόγον τῇ ὀρθῇ δόξῃ τί ἂν ἔτι εἴη· εἰ μὲν γὰρ προσδοξάσαι λέγει διαφέρει τι τῶν ἄλλων, πάνυ γελοία γίγνεται ἐπίταξις.

Θεαίτητος

πῶς·

Σωκράτης

ὧν ὀρθὴν δόξαν ἔχομεν τῶν ἄλλων διαφέρει, τούτων προσλαβεῖν κελεύει ἡμᾶς ὀρθὴν δόξαν τῶν ἄλλων διαφέρει. καὶ οὕτως μὲν σκυτάλης ὑπέρου ὅτου δὴ λέγεται περιτροπὴ πρὸς ταύτην τὴν ἐπίταξιν οὐδὲν ἂν λέγοι, τυφλοῦ δὲ παρακέλευσις ἂν καλοῖτο δικαιότερον· τὸ γάρ, ἔχομεν, ταῦτα προσλαβεῖν κελεύειν, ἵνα μάθωμεν δοξάζομεν, πάνυ γενναίως ἔοικεν ἐσκοτωμένῳ.

Θεαίτητος

εἰπὲ δὴ τί νυνδὴ ὡς ἐρῶν ἐπύθου·

Σωκράτης

εἰ τὸ λόγον, παῖ, προσλαβεῖν γνῶναι κελεύει, ἀλλὰ μὴ δοξάσαι τὴν διαφορότητα, ἡδὺ χρῆμ' ἂν εἴη τοῦ καλλίστου τῶν περὶ ἐπιστήμης λόγου. τὸ γὰρ γνῶναι


HOME > '������������������������' in 'Plato, Theaetetus, p1, 209'
364w 3.5522129535675 s