Plato_cps99, Theaetetus, p1, 210HOME > '������������������������' in 'Plato, Theaetetus, p1, 210'
Plato, Theaetetus, p1, p. 209 <<<    hide dictionary links

p. 210

ἐπιστήμην που λαβεῖν ἐστιν· γάρ·

Θεαίτητος

ναί.

Σωκράτης

οὐκοῦν ἐρωτηθείς, ὡς ἔοικε, τί ἐστιν ἐπιστήμη, ἀποκρινεῖται ὅτι δόξα ὀρθὴ μετὰ ἐπιστήμης διαφορότητος. λόγου γὰρ πρόσληψις τοῦτ' ἂν εἴη κατ' ἐκεῖνον.

Θεαίτητος

ἔοικεν.

Σωκράτης

καὶ παντάπασί γε εὔηθες, ζητούντων ἡμῶν ἐπιστήμην, δόξαν φάναι ὀρθὴν εἶναι μετ' ἐπιστήμης εἴτε διαφορότητος εἴτε ὁτουοῦν. οὔτε ἄρα αἴσθησις, Θεαίτητε, οὔτε δόξα ἀληθὴς οὔτε μετ' ἀληθοῦς δόξης λόγος προσγιγνόμενος ἐπιστήμη ἂν εἴη.

Θεαίτητος

οὐκ ἔοικεν.

Σωκράτης

οὖν ἔτι κυοῦμέν τι καὶ ὠδίνομεν, φίλε, περὶ ἐπιστήμης, πάντα ἐκτετόκαμεν·

Θεαίτητος

καὶ ναὶ μὰ Δί' ἔγωγε πλείω ὅσα εἶχον ἐν ἐμαυτῷ διὰ σὲ εἴρηκα.

Σωκράτης

οὐκοῦν ταῦτα μὲν πάντα μαιευτικὴ ἡμῖν τέχνη ἀνεμιαῖά φησι γεγενῆσθαι καὶ οὐκ ἄξια τροφῆς·παντάπασι μὲν οὖν.

Σωκράτης

ἐὰν τοίνυν ἄλλων μετὰ ταῦτα ἐγκύμων ἐπιχειρῇς γίγνεσθαι, Θεαίτητε, ἐάντε γίγνῃ, βελτιόνων ἔσῃ πλήρης διὰ τὴν νῦν ἐξέτασιν, ἐάντε κενὸς ᾖς, ἧττον ἔσῃ βαρὺς τοῖς συνοῦσι καὶ ἡμερώτερος σωφρόνως οὐκ οἰόμενος εἰδέναι μὴ οἶσθα. τοσοῦτον γὰρ μόνον ἐμὴ τέχνη δύναται, πλέον δὲ οὐδέν, οὐδέ τι οἶδα ὧν οἱ ἄλλοι, ὅσοι μεγάλοι καὶ θαυμάσιοι ἄνδρες εἰσί τε καὶ γεγόνασιν· τὴν δὲ μαιείαν ταύτην ἐγώ τε καὶ μήτηρ ἐκ θεοῦ ἐλάχομεν, μὲν τῶν γυναικῶν, ἐγὼ δὲ τῶν νέων τε καὶ γενναίων καὶ ὅσοι καλοί. νῦν μὲν οὖν ἀπαντητέον μοι εἰς τὴν τοῦ βασιλέως στοὰν ἐπὶ τὴν Μελήτου γραφὴν ἥν με γέγραπται· ἕωθεν δέ, Θεόδωρε, δεῦρο πάλιν ἀπαντῶμεν.


232w 1.2721378803253 s